[15] Why has my beloved wrought abomination in my house? will prayers and holy offerings take away thy wickedness from thee, or shalt thou escape by these things?
[16] ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσεν κύριος τὸ ὄνομά σου· εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ’ αὐτήν, μεγάλη ἡ θλῖψις ἐπὶ σέ, ἠχρεώθησαν οἱ κλάδοι αὐτῆς.
[16] The Lord called thy name a fair olive tree, of a goodly shade in appearance, at the noise of its being lopped, fire was kindled against it; great is the affliction coming upon thee: her branches are become good for nothing.
[17] καὶ κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τῆς κακίας οἴκου Ισραηλ καὶ οἴκου Ιουδα, ὅτι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ θυμιᾶν αὐτοὺς τῇ Βααλ.
[17] And the Lord that planted thee has pronounced evils against thee, because of the iniquity of the house of Israel and the house of Juda, whatsoever they have done against themselves to provoke me to anger by burning incense to Baal.
[18] Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν.
[18] O Lord, teach me, and I shall know: then I saw their practices.
[19] ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων· ἐπ’ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν λέγοντες Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι.
[19] But I as an innocent lamb led to the slaughter, knew not: against me they devised an evil device, saying, Come and let us put wood into his bread, and let us utterly destroy him from off the land of the living, and let his name not be remembered any more.
[20] κύριε κρίνων δίκαια δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου.
[20] O Lord, that judgest righteously, trying the reins and hearts, let me see thy vengeance taken upon them, for to thee I have declared my cause.
[21] διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ἄνδρας Αναθωθ τοὺς ζητοῦντας τὴν ψυχήν μου τοὺς λέγοντας Οὐ μὴ προφητεύσῃς ἐπὶ τῷ ὀνόματι κυρίου· εἰ δὲ μή, ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν.
[21] Therefore thus saith the Lord concerning the men of Anathoth, that seek my life, that say, Thou shalt not prophesy at all in the name of the Lord, but if thou dost, thou shalt die by our hands:
[22] ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ’ αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ,
[22] behold, I will visit them: their young men shall die by the sword; and their sons and their daughters shall die of famine:
[23] καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Αναθωθ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.
[23] and there shall be no remnant left of them; for I will bring evil upon the dwellers in Anathoth, in the year of their visitation.
CHAPTER 12
[1] Δίκαιος εἶ, κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ, πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα;
[1] Righteous art thou, O Lord, that I may make my defence to thee, yea, I will speak to thee of judgments. Why is it that the way of ungodly men prospers? that all hat deal very treacherously are flourishing?
[2] ἐφύτευσας αὐτοὺς καὶ ἐρριζώθησαν, ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν.
[2] Thou hast planted them, and they have taken root; they have begotten children, and become fruitful; thou art near to their mouth, and far from their reins.
[3] καὶ σύ, κύριε, γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν.
[3] But thou, Lord, knowest me; thou hast proved my heart before thee; purify them for the day of their slaughter.
[4] ἕως πότε πενθήσει ἡ γῆ καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; ἠφανίσθησαν κτήνη καὶ πετεινά, ὅτι εἶπαν Οὐκ ὄψεται ὁ θεὸς ὁδοὺς ἡμῶν.
[4] How long shall the land mourn, and the grass of the field wither, for the wickedness of them, that dwell in it? the beasts and birds are utterly destroyed; because the people said, God shall not see our ways.
[5] σοῦ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε· πῶς παρασκευάσῃ ἐφ’ ἵπποις; καὶ ἐν γῇ εἰρήνης σὺ πέποιθας· πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ιορδάνου;
[5] Thy feet run, and they cause thee to faint; how wilt thou prepare to ride upon horses? and thou hast been confident in the land of thy peace? how wilt thou do in the roaring of Jordan?
[6] ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλήσουσιν πρὸς σὲ καλά.
[6] For even thy brethren and the house of thy father, even these have dealt treacherously with thee; and they have cried out, they are gathered together in pursuit of thee; trust not thou in them, though they shall speak fair words to thee.
[7] Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς.
[7] I have forsaken mine house, I have left mine heritage; I have given my beloved one into the hands of her enemies.
[8] ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.
[8] My inheritance has become to me as a lion in a forest; she has uttered her voice against me; therefore have I hated her.
[9] μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ ἢ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν.
[9] Is not my inheritance to me a hyaena’s cave, or a cave round about her? Go ye, gather together all the wild beasts of the field, and let them come to devour her.
[10] ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον·
[10] Many shepherds have destroyed my vineyard, they have defiled my portion, they have made my desirable portion a tr
ackless wilderness;
[11] ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας, δι’ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ.
[11] it is made a complete ruin: for my sake the whole land has been utterly ruined, because there is none that lays the matter to heart.
[12] ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ κυρίου καταφάγεται ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί.
[12] The ravagers are come to every passage in the wilderness: for the sword of the Lord will devour from one end of the land to the other: no flesh has any peace.
[13] σπείρατε πυροὺς καὶ ἀκάνθας θερίσατε· οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς· αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἔναντι κυρίου.
[13] Sow wheat, and reap thorns; their portions shall not profit them: be ashamed of your boasting, because of reproach before the Lord.
[14] Ὅτι τάδε λέγει κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου Ισραηλ Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν καὶ τὸν Ιουδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν.
[14] For thus saith the Lord, concerning all the evil neighbours that touch mine inheritance, which I have divided to my people Israel; Behold, I will draw them away from their land, and I will cast out Juda from the midst of them.
[15] καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιῶ αὐτοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ.
[15] And it shall come to pass, after I have cast them out, that I will return, and have mercy upon them, and will cause them to dwell every one in his inheritance, and every one is his land.
[16] καὶ ἔσται ἐὰν μαθόντες μάθωσιν τὴν ὁδὸν τοῦ λαοῦ μου τοῦ ὀμνύειν τῷ ὀνόματί μου Ζῇ κύριος, καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βααλ, καὶ οἰκοδομηθήσονται ἐν μέσῳ τοῦ λαοῦ μου·
[16] And it shall be, if they will indeed learn the way of my people, to swear by my name, saying, The Lord lives; as they taught my people to swear by Baal; then shall that nation be built in the midst of my people.
[17] ἐὰν δὲ μὴ ἐπιστρέψωσιν, καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ.
[17] But if they will not return, then will I cut off that nation with utter ruin and destruction.
CHAPTER 13
[1] Τάδε λέγει κύριος Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται.
[1] Thus saith the Lord, Go and procure for thyself a linen girdle, and put it about thy loins, and let it not be put in water.
[2] καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου.
[2] So I procured the girdle according to the word of the Lord, and put it about my loins.
[3] καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων
[3] And the word of the Lord came to me, saying,
[4] Λαβὲ τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας.
[4] Take the girdle that is upon thy loins, and arise, and go to the Euphrates, and hide it there in a hole of the rock.
[5] καὶ ἐπορεύθην καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐφράτῃ, καθὼς ἐνετείλατό μοι κύριος.
[5] So I went, and hid it by the Euphrates, as the Lord commanded me.
[6] καὶ ἐγένετο μεθ’ ἡμέρας πολλὰς καὶ εἶπεν κύριος πρός με Ἀνάστηθι βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ λαβὲ ἐκεῖθεν τὸ περίζωμα, ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ.
[6] And it came to pass after many days, that the Lord said to me, Arise, go to the Euphrates, and take thence the girdle, which I commanded thee to hide there.
[7] καὶ ἐπορεύθην ἐπὶ τὸν Εὐφράτην ποταμὸν καὶ ὤρυξα καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου, οὗ κατώρυξα αὐτὸ ἐκεῖ, καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ μὴ χρησθῇ εἰς οὐθέν.
[7] So I went to the river Euphrates, and dug, and took the girdle out of the place where I had buried it: and, behold, it was rotten, utterly good for nothing.
[8] καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων
[8] And the word of the Lord came to me, saying, Thus saith the Lord,
[9] Τάδε λέγει κύριος Οὕτω φθερῶ τὴν ὕβριν Ιουδα καὶ τὴν ὕβριν Ιερουσαλημ,
[9] Thus will I mar the pride of Juda, and the pride of Jerusalem;
[10] τὴν πολλὴν ταύτην ὕβριν, τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο, ὃ οὐ χρησθήσεται εἰς οὐθέν.
[10] even this great pride of the men that will not hearken to my words, and have gone after strange gods, to serve them, and to worship them: and they shall be as this girdle, which can be used for nothing.
[11] ὅτι καθάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ισραηλ καὶ πᾶν οἶκον Ιουδα τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν, καὶ οὐκ εἰσήκουσάν μου.
[11] For as a girdle cleaves about the loins of a man, so have I caused to cleave to myself the house of Israel, and the whole house of Juda; that they might be to me a famous people, and a praise, and a glory: but they did not hearken to me.
[12] καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον Πᾶς ἀσκὸς πληρωθήσεται οἴνου. καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου;
[12] And thou shalt say to this people, Every bottle shall be filled with wine: and it shall come to pass, if they shall say to thee, Shall we not certainly know that every bottle shall be filled with wine? that thou shalt say to them,
[13] καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς αὐτῶν τοὺς καθημένους υἱοὺς Δαυιδ ἐπὶ θρόνου αὐτοῦ καὶ τοὺς ἱερεῖς καὶ τοὺς προφήτας καὶ τὸν Ιουδαν καὶ πάντας τοὺς κατοικοῦντας Ιε�
�ουσαλημ μεθύσματι
[13] Thus saith the Lord, Behold, I will fill the inhabitants of this land, and their kings the sons of David that sit upon their throne, and the priests, and the prophets, and Juda and all the dwellers in Jerusalem, with strong drink.
[14] καὶ διασκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐν τῷ αὐτῷ· οὐκ ἐπιποθήσω, λέγει κύριος, καὶ οὐ φείσομαι καὶ οὐκ οἰκτιρήσω ἀπὸ διαφθορᾶς αὐτῶν.
[14] And I will scatter them a man and his brother, and their fathers and their sons together: I will not have compassion, saith the Lord, and I will not spare, neither will I pity to save them from destruction.
[15] Ἀκούσατε καὶ ἐνωτίσασθε καὶ μὴ ἐπαίρεσθε, ὅτι κύριος ἐλάλησεν.
[15] Hear ye, and give ear, and be not proud: for the Lord has spoken.
[16] δότε τῷ κυρίῳ θεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι καὶ πρὸς τοῦ προσκόψαι πόδας ὑμῶν ἐπ’ ὄρη σκοτεινὰ καὶ ἀναμενεῖτε εἰς φῶς καὶ ἐκεῖ σκιὰ θανάτου καὶ τεθήσονται εἰς σκότος.
[16] Give glory to the Lord your God, before he cause darkness, and before your feet stumble on the dark mountains, and ye shall wait for light, and behold the shadow of death, and they shall be brought into darkness.
[17] ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον κυρίου.
[17] But if ye will not hearken, your soul shall weep in secret because of pride, and your eyes shall pour down tears, because the Lord’s flock is sorely bruised.
Delphi Septuagint Page 1084