[14] Heal me, O Lord, and I shall be healed; save me, and I shall be saved; for thou art my boast.
[15] ἰδοὺ αὐτοὶ λέγουσι πρός με Ποῦ ἐστιν ὁ λόγος κυρίου; ἐλθάτω.
[15] Behold, they say to me, Where is the word of the Lord? let it come.
[16] ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ ἐπίστῃ· τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου πρὸ προσώπου σού ἐστιν.
[16] But I have not been weary of following thee, nor have I desired the day of man; thou knowest; the words that proceed out of my lips are before thy face.
[17] μὴ γενηθῇς μοι εἰς ἀλλοτρίωσιν φειδόμενός μου ἐν ἡμέρᾳ πονηρᾷ.
[17] Be not to me a stranger, but spare me in the evil day.
[18] καταισχυνθήτωσαν οἱ διώκοντές με, καὶ μὴ καταισχυνθείην ἐγώ· πτοηθείησαν αὐτοί, καὶ μὴ πτοηθείην ἐγώ· ἐπάγαγε ἐπ’ αὐτοὺς ἡμέραν πονηράν, δισσὸν σύντριμμα σύντριψον αὐτούς.
[18] Let them that persecute me bee ashamed, but let me not be ashamed: let them be alarmed, but let me not be alarmed: bring upon them the evil day, crush them with double destruction.
[19] Τάδε λέγει κύριος Βάδισον καὶ στῆθι ἐν πύλαις υἱῶν λαοῦ σου, ἐν αἷς εἰσπορεύονται ἐν αὐταῖς βασιλεῖς Ιουδα καὶ ἐν αἷς ἐκπορεύονται ἐν αὐταῖς, καὶ ἐν πάσαις ταῖς πύλαις Ιερουσαλημ
[19] Thus saith the Lord; Go and stand in the gates of the children of thy people, by which the kings of Juda enter, and by which they go out, and in all the gates of Jerusalem:
[20] καὶ ἐρεῖς πρὸς αὐτούς Ἀκούσατε λόγον κυρίου, βασιλεῖς Ιουδα καὶ πᾶσα Ιουδαία καὶ πᾶσα Ιερουσαλημ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις,
[20] and thou shalt say to them, Hear the word of the Lord, ye kings of Juda, and all Judea, and all Jerusalem, all who go in at these gates:
[21] τάδε λέγει κύριος Φυλάσσεσθε τὰς ψυχὰς ὑμῶν καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ μὴ ἐκπορεύεσθε ταῖς πύλαις Ιερουσαλημ
[21] thus saith the Lord; Take heed to your souls, and take up no burdens on the sabbath-day, and go not forth through the gates of Jerusalem;
[22] καὶ μὴ ἐκφέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ πᾶν ἔργον οὐ ποιήσετε· ἁγιάσατε τὴν ἡμέραν τῶν σαββάτων, καθὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν. καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν
[22] and carry forth no burdens out of your houses on the sabbath-day, and ye shall do no work: sanctify the sabbath-day, as I commanded your fathers.
[23] καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν τοῦ μὴ ἀκοῦσαί μου καὶ τοῦ μὴ δέξασθαι παιδείαν.
[23] But they hearkened not, and inclined not their ear, but stiffened their neck more than their fathers did, so as not to hear me, and not to receive correction.
[24] καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητέ μου, λέγει κύριος, τοῦ μὴ εἰσφέρειν βαστάγματα διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων τοῦ μὴ ποιεῖν πᾶν ἔργον,
[24] And it shall come to pass, if ye will hearken to me, saith the Lord, to carry in no burdens through the gates of this city on the sabbath-day, and to sanctify the sabbath-day, so as to do no work upon it,
[25] καὶ εἰσελεύσονται διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης βασιλεῖς καὶ ἄρχοντες καθήμενοι ἐπὶ θρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐφ’ ἅρμασιν καὶ ἵπποις αὐτῶν, αὐτοὶ καὶ οἱ ἄρχοντες αὐτῶν, ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ, καὶ κατοικισθήσεται ἡ πόλις αὕτη εἰς τὸν αἰῶνα.
[25] that there shall enter through the gates of this city kings and princes sitting on the throne of David, and riding on their chariots and horses, they, and their princes, the men of Juda, and the dwellers in Jerusalem: and this city shall be inhabited for ever.
[26] καὶ ἥξουσιν ἐκ τῶν πόλεων Ιουδα καὶ κυκλόθεν Ιερουσαλημ καὶ ἐκ γῆς Βενιαμιν καὶ ἐκ τῆς πεδινῆς καὶ ἐκ τοῦ ὄρους καὶ ἐκ τῆς πρὸς νότον φέροντες ὁλοκαυτώματα καὶ θυσίαν καὶ θυμιάματα καὶ μαναα καὶ λίβανον, φέροντες αἴνεσιν εἰς οἶκον κυρίου.
[26] And men shall come out of the cities of Juda, and from round about Jerusalem, and out of the land of Benjamin, and out of the plain country, and from the hill country, and from the south country, bringing whole-burnt-offerings, and sacrifices, and incense, and manna, and frankincense, bringing praise to the house of the Lord.
[27] καὶ ἔσται ἐὰν μὴ εἰσακούσητέ μου τοῦ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων τοῦ μὴ αἴρειν βαστάγματα καὶ μὴ εἰσπορεύεσθαι ταῖς πύλαις Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἀνάψω πῦρ ἐν ταῖς πύλαις αὐτῆς, καὶ καταφάγεται ἄμφοδα Ιερουσαλημ καὶ οὐ σβεσθήσεται.
[27] But it shall come to pass, if ye will not hearken to me to sanctify the sabbath-day, to bear no burdens, nor go in with them by the gates of Jerusalem on the sabbath-day; then will I kindle a fire in the gates thereof, and it shall devour the streets of Jerusalem, and shall not be quenched.
CHAPTER 18
[1] Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων
[1] The word that came from the Lord to
[2] Ἀνάστηθι καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου.
[2] Jeremiah, saying, Arise, and go down to the potter’s house, and there thou shalt hear my words.
[3] καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων·
[3] So I went down to the potter’s house, and behold, he was making a vessel on the stones.
[4] καὶ διέπεσεν τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει, ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι.
[4] And the vessel which he was making with his hands fell: so he made it again another vessel, as it seemed good to him to make it.
[5] καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
[5] And the word of the Lord came to me, saying,
[6] Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ισραηλ; ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς
χερσίν μου.
[6] Shall I not be able, O house of Israel, to do to you as this potter? behold, as the clay of the potter are ye in my hands.
[7] πέρας λαλήσω ἐπὶ ἔθνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν,
[7] If I shall pronounce a decree upon a nation, or upon a kingdom, to cut them off, and to destroy them;
[8] καὶ ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς·
[8] and that nation turn from all their sins, then will I repent of the evils which I purposed to do to them.
[9] καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι,
[9] And if I shall pronounce a decree upon a nation and kingdom, to rebuild and to plant it;
[10] καὶ ποιήσωσιν τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.
[10] and they do evil before me, so as not to hearken to my voice, then will I repent of the good which I spoke of, to do it to them.
[11] καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ Ἰδοὺ ἐγὼ πλάσσω ἐφ’ ὑμᾶς κακὰ καὶ λογίζομαι ἐφ’ ὑμᾶς λογισμόν· ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσετε τὰ ἐπιτηδεύματα ὑμῶν.
[11] And now say to the men of Juda, and to the inhabitants of Jerusalem, Behold, I prepare evils against you, and devise a device against you: let every one turn now from his evil way, and amend your practices.
[12] καὶ εἶπαν Ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν.
[12] And they said, We will quit ourselves like men, for we will pursue our perverse ways, and we will perform each the lusts of his evil heart.
[13] διὰ τοῦτο τάδε λέγει κύριος Ἐρωτήσατε δὴ ἐν ἔθνεσιν Τίς ἤκουσεν τοιαῦτα φρικτά, ἃ ἐποίησεν σφόδρα παρθένος Ισραηλ;
[13] Therefore thus saith the Lord; Enquire now among the nations, who has heard such very horrible things as the virgin of Israel has done?
[14] μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον;
[14] Will fertilising streams fail to flow from a rock, or snow fail from Libanus? will water violently impelled by the wind turn aside?
[15] ὅτι ἐπελάθοντό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν· καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν
[15] For my people have forgotten me, they have offered incense in vain, and they fail in their ways, leaving the ancient tracks, to enter upon impassable paths;
[16] τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι δι’ αὐτῆς ἐκστήσονται καὶ κινήσουσιν τὴν κεφαλὴν αὐτῶν.
[16] to make their land a desolation, and a perpetual hissing; all that go through it shall be amazed, and shall shake their heads.
[17] ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν.
[17] I will scatter them before their enemies like an east wind; I will shew them the day of their destruction.
[18] Καὶ εἶπαν Δεῦτε λογισώμεθα ἐπὶ Ιερεμιαν λογισμόν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετοῦ καὶ λόγος ἀπὸ προφήτου· δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτοῦ. –
[18] Then they said, Come, and let us devise a device against Jeremiah; for the law shall not perish from the priest, nor counsel from the wise, nor the word from the prophet. Come, and let us smite him with the tongue, and we will hear all his words.
[19] εἰσάκουσόν μου, κύριε, καὶ εἰσάκουσον τῆς φωνῆς τοῦ δικαιώματός μου.
[19] Hear me, O Lord, and hear the voice of my pleading.
[20] εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά; ὅτι συνελάλησαν ῥήματα κατὰ τῆς ψυχῆς μου καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι· μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαθὰ τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπ’ αὐτῶν.
[20] Forasmuch as evil is rewarded for good; for they have spoken words against my soul, and they have hidden the punishment they meant for me; remember that I stood before thy face, to speak good for them, to turn away thy wrath from them.
[21] διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ.
[21] Therefore do thou deliver their sons to famine, and gather them to the power of the sword: let their women be childless and widows; and let their men be cut off by death, and their young men fall by the sword in war.
[22] γενηθήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν, ἐπάξεις ἐπ’ αὐτοὺς λῃστὰς ἄφνω, ὅτι ἐνεχείρησαν λόγον εἰς σύλλημψίν μου καὶ παγίδας ἔκρυψαν ἐπ’ ἐμέ.
[22] Let there be a cry in their houses: thou shalt bring upon them robbers suddenly: for they have formed a plan to take me, and have hidden snares for me.
[23] καὶ σύ, κύριε, ἔγνως ἅπασαν τὴν βουλὴν αὐτῶν ἐπ’ ἐμὲ εἰς θάνατον· μὴ ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς· γενέσθω ἡ ἀσθένεια αὐτῶν ἐναντίον σου, ἐν καιρῷ θυμοῦ σου ποίησον ἐν αὐτοῖς.
[23] And thou, Lord, knowest all their deadly counsel against me: account not their iniquities guiltless, and blot not out their sins from before thee: let their weakness come before thee; deal with them in the time of thy wrath.
CHAPTER 19
[1] Τότε εἶπεν κύριος πρός με Βάδισον καὶ κτῆσαι βῖκον πεπλασμένον ὀστράκινον καὶ ἄξεις ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀπὸ τῶν πρεσβυτέρων τῶν ἱερέων
[1] Then said the Lord to me, Go and get an earthen bottle, the work of the potter, and thou shalt bring some of the elders of the people, and of the priests;
[2] κ
αὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν προθύρων πύλης τῆς χαρσιθ, καὶ ἀνάγνωθι ἐκεῖ πάντας τοὺς λόγους, οὓς ἂν λαλήσω πρὸς σέ,
[2] and thou shalt go forth to the burial-place of the sons of their children, which is at the entrance of the gate of Charsith; and do thou read there all these words which I shall speak to thee:
[3] καὶ ἐρεῖς αὐτοῖς Ἀκούσατε τὸν λόγον κυρίου, βασιλεῖς Ιουδα καὶ ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις Τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακὰ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ
[3] and thou shalt say to them,
Hear ye the word of the Lord, ye kings of Juda, and men of Juda, and the dwellers in Jerusalem, and they that enter in by these gates; thus saith the Lord God of Israel; Behold, I will bring evil upon this place, so that the ears of every one that hears it shall tingle.
[4] ἀνθ’ ὧν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον καὶ ἐθυμίασαν ἐν αὐτῷ θεοῖς ἀλλοτρίοις, οἷς οὐκ ᾔδεισαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ οἱ βασιλεῖς Ιουδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀθῴων
[4] Because they forsook me, and profaned this place, and burnt incense in it to strange gods, which they and their fathers knew not; and the kings of Juda have filled this place with innocent blood,
[5] καὶ ᾠκοδόμησαν ὑψηλὰ τῇ Βααλ τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρί, ἃ οὐκ ἐνετειλάμην οὐδὲ ἐλάλησα οὐδὲ διενοήθην ἐν τῇ καρδίᾳ μου.
Delphi Septuagint Page 1087