[8] διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ἀνθ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ’ ὑμᾶς, λέγει κύριος,
[8] And therefore say,
Thus saith the Lord; Because your words are false, and your prophecies are vain, therefore, behold, I am against you, saith the Lord.
[9] καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ καὶ τοὺς ἀποφθεγγομένους μάταια· ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται οὐδὲ ἐν γραφῇ οἴκου Ισραηλ οὐ γραφήσονται καὶ εἰς τὴν γῆν τοῦ Ισραηλ οὐκ εἰσελεύσονται· καὶ γνώσονται διότι ἐγὼ κύριος.
[9] And I will stretch forth my hand against the prophets that see false visions, and those that utter vanities: they shall not partake of the instruction of my people, neither shall they be written in the roll of the house of Israel, and they shall not enter into the land of Israel; and they shall know that I am the Lord.
[10] ἀνθ’ ὧν τὸν λαόν μου ἐπλάνησαν λέγοντες Εἰρήνη εἰρήνη, καὶ οὐκ ἦν εἰρήνη, καὶ οὗτος οἰκοδομεῖ τοῖχον, καὶ αὐτοὶ ἀλείφουσιν αὐτόν, εἰ πεσεῖται,
[10] Because they have caused my people to err, saying, Peace; and there is no peace; and one builds a wall, and they plaster it, — it shall fall.
[11] εἰπὸν πρὸς τοὺς ἀλείφοντας Πεσεῖται, καὶ ἔσται ὑετὸς κατακλύζων, καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτῶν, καὶ πεσοῦνται, καὶ πνεῦμα ἐξαῖρον, καὶ ῥαγήσεται.
[11] Say to them that plaster it, It shall fall; and there shall be a flooding rain; and I will send great stones upon their joinings, and they shall fall; and there shall be a sweeping wind, and it shall be broken.
[12] καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος, καὶ οὐκ ἐροῦσιν πρὸς ὑμᾶς Ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν, ἣν ἠλείψατε;
[12] And lo! the wall has fallen; and will they not say to you, Where is your plaster wherewith ye plastered it?
[13] διὰ τοῦτο τάδε λέγει κύριος Καὶ ῥήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμοῦ, καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται, καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμῷ ἐπάξω εἰς συντέλειαν
[13] Therefore thus saith the Lord; I will even cause to burst forth a sweeping blast with fury, and there shall be a flooding rain in my wrath; and in my fury I will bring on great stones for complete destruction.
[14] καὶ κατασκάψω τὸν τοῖχον, ὃν ἠλείψατε, καὶ πεσεῖται· καὶ θήσω αὐτὸν ἐπὶ τὴν γῆν, καὶ ἀποκαλυφθήσεται τὰ θεμέλια αὐτοῦ, καὶ πεσεῖται, καὶ συντελεσθήσεσθε μετ’ ἐλέγχων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος.
[14] And I will break down the wall which ye have plastered, and it shall fall; and I will lay it on the ground, and its foundations shall be discovered, and it shall fall; and ye shall be consumed with rebukes: and ye shall know that I am the Lord.
[15] καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοῖχον καὶ ἐπὶ τοὺς ἀλείφοντας αὐτόν, καὶ πεσεῖται. καὶ εἶπα πρὸς ὑμᾶς Οὐκ ἔστιν ὁ τοῖχος οὐδὲ οἱ ἀλείφοντες αὐτὸν
[15] And I will accomplish my wrath upon the wall, and upon them that plaster it; it shall fall: and I said to you, The wall is not, nor they that plaster it,
[16] προφῆται τοῦ Ισραηλ οἱ προφητεύοντες ἐπὶ Ιερουσαλημ καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ εἰρήνη οὐκ ἔστιν, λέγει κύριος. –
[16] even the prophets of Israel, who prophesy concerning Jerusalem, and who see visions of peace for her, and there is no peace, saith the Lord.
[17] καὶ σύ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου τὰς προφητευούσας ἀπὸ καρδίας αὐτῶν καὶ προφήτευσον ἐπ’ αὐτὰς
[17] And thou, son of man, set thy face firmly against the daughters of thy people, that prophesy out of their own heart; and prophesy against them.
[18] καὶ ἐρεῖς Τάδε λέγει κύριος Οὐαὶ ταῖς συρραπτούσαις προσκεφάλαια ἐπὶ πάντα ἀγκῶνα χειρὸς καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας τοῦ διαστρέφειν ψυχάς· αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο.
[18] And thou shalt say, Thus saith the Lord, Woe to the women that sew pillows under every elbow, and make kerchiefs on the head of every stature to pervert souls! The souls of my people are perverted, and they have saved souls alive.
[19] καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν καὶ ἕνεκεν κλασμάτων ἄρτου τοῦ ἀποκτεῖναι ψυχάς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιήσασθαι ψυχάς, ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα.
[19] And they have dishonoured me before my people for a handful of barley, and for pieces of bread, to slay the souls which should not die, and to save alive the souls which should not live, while ye speak to a people hearing vain speeches.
[20] διὰ τοῦτο τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν, ἐφ’ ἃ ὑμεῖς συστρέφετε ἐκεῖ ψυχάς, καὶ διαρρήξω αὐτὰ ἀπὸ τῶν βραχιόνων ὑμῶν καὶ ἐξαποστελῶ τὰς ψυχάς, ἃς ὑμεῖς ἐκστρέφετε τὰς ψυχὰς αὐτῶν, εἰς διασκορπισμόν·
[20] Therefore thus saith the Lord God, Behold, I am against your pillows, whereby ye there confound souls, and I will tear them away from your arms, and will set at liberty their souls which ye pervert to scatter them.
[21] καὶ διαρρήξω τὰ ἐπιβόλαια ὑμῶν καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφήν· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος.
[21] And I will tear your Kerchiefs, and will rescue my people out of your hands, and they shall no longer be in your hands to be confounded; and ye shall know that I am the Lord.
[22] ἀνθ’ ὧν διεστρέφετε καρδίαν δικαίου ἀδίκως καὶ ἐγὼ οὐ διέστρεφον αὐτὸν καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆσαι αὐτόν,
[22] Because ye have perverted the heart of the righteous, whereas I perverted him not, and that in order to strengthen the hands of the wicked, that he should not at all turn from his evil way and live:
[23] διὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι, καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν· καὶ γνώσεσθ�
� ὅτι ἐγὼ κύριος.
[23] therefore ye shall not see false visions, and ye shall no more utter prophecies: but I will deliver my people out of your hand; and ye shall know that I am the Lord.
CHAPTER 14
[1] Καὶ ἦλθον πρός με ἄνδρες ἐκ τῶν πρεσβυτέρων τοῦ Ισραηλ καὶ ἐκάθισαν πρὸ προσώπου μου.
[1] And there came to me men of the people of Israel, of the elders, and sat before me.
[2] καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
[2] And the word of the Lord came to me, saying,
[3] Υἱὲ ἀνθρώπου, οἱ ἄνδρες οὗτοι ἔθεντο τὰ διανοήματα αὐτῶν ἐπὶ τὰς καρδίας αὐτῶν καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὐτῶν ἔθηκαν πρὸ προσώπου αὐτῶν· εἰ ἀποκρινόμενος ἀποκριθῶ αὐτοῖς;
[3] Son of man, these men have conceived their devices in their hearts, and have set before their faces the punishment of their iniquities: shall I indeed answer them?
[4] διὰ τοῦτο λάλησον αὐτοῖς καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου Ισραηλ, ὃς ἂν θῇ τὰ διανοήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλθῃ πρὸς τὸν προφήτην, ἐγὼ κύριος ἀποκριθήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται ἡ διάνοια αὐτοῦ,
[4] Therefore speak to them, and thou shalt say to them, Thus saith the Lord; Any man of the house of Israel, who shall conceive his devices in his heart, and shall set the punishment of his iniquity before his face, and shall come to the prophet; I the Lord will answer him according to the things in which his mind is entangled,
[5] ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ισραηλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ’ ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν.
[5] that he should turn aside the house of Israel, according to their hearts that are estranged from me in their thoughts.
[6] διὰ τοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ισραηλ Τάδε λέγει κύριος κύριος Ἐπιστράφητε καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν.
[6] Therefore say to the house of Israel, Thus saith the Lord God, Be converted, and turn from your evil practices, and from all your sins, and turn your faces back again.
[7] διότι ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου Ισραηλ καὶ ἐκ τῶν προσηλύτων τῶν προσηλυτευόντων ἐν τῷ Ισραηλ, ὃς ἂν ἀπαλλοτριωθῇ ἀπ’ ἐμοῦ καὶ θῆται τὰ ἐνθυμήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλθῃ πρὸς τὸν προφήτην τοῦ ἐπερωτῆσαι αὐτὸν ἐν ἐμοί, ἐγὼ κύριος ἀποκριθήσομαι αὐτῷ ἐν ᾧ ἐνέχεται ἐν αὐτῷ·
[7] For any man of the house of Israel, or of the strangers that sojourn in Israel, who shall separate himself from me, and conceive his imaginations in his heart, and set before his face the punishment of his iniquity, and come to the prophet to enquire of him concerning me; I the Lord will answer him, according to the things wherein he is entangled.
[8] καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ θήσομαι αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος.
[8] And I will set my face against that man, and will make him desolate and ruined, and will cut him off from the midst of my people; and ye shall know that I am the Lord.
[9] καὶ ὁ προφήτης ἐὰν πλανηθῇ καὶ λαλήσῃ, ἐγὼ κύριος πεπλάνηκα τὸν προφήτην ἐκεῖνον καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ’ αὐτὸν καὶ ἀφανιῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου Ισραηλ.
[9] And if a prophet should cause to err and should speak, I the Lord have caused that prophet to err, and will stretch out my hand upon him, and will utterly destroy him from the midst of my people Israel.
[10] καὶ λήμψονται τὴν ἀδικίαν αὐτῶν· κατὰ τὸ ἀδίκημα τοῦ ἐπερωτῶντος καὶ κατὰ τὸ ἀδίκημα ὁμοίως τῷ προφήτῃ ἔσται,
[10] And they shall bear their iniquity according to the trespass of him that asks; and it shall be in like manner to the prophet according to the trespass:
[11] ὅπως μὴ πλανᾶται ἔτι ὁ οἶκος τοῦ Ισραηλ ἀπ’ ἐμοῦ, καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσιν τοῖς παραπτώμασιν αὐτῶν· καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν, λέγει κύριος.
[11] that the house of Israel may no go astray from me, and that they may no more defile themselves with any of their transgressions: so shall they be my people, and I will be their God, saith the Lord.
[12] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
[12] And the word of the Lord came to me, saying,
[13] Υἱὲ ἀνθρώπου, γῆ ἐὰν ἁμάρτῃ μοι τοῦ παραπεσεῖν παράπτωμα καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ’ αὐτὴν καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου καὶ ἐξαποστελῶ ἐπ’ αὐτὴν λιμὸν καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτήνη,
[13] Son of man, if a land shall sin against me by committing a trespass, then will I stretch out my hand upon it, and will break its staff of bread, and will send forth famine upon it, and cut off from it man and beast.
[14] καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νωε καὶ Δανιηλ καὶ Ιωβ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται, λέγει κύριος.
[14] And though these three men should be in the midst of it, Noe, and Daniel, and Job, they alone should be delivered by their righteousness, saith the Lord.
[15] ἐὰν καὶ θηρία πονηρὰ ἐπάγω ἐπὶ τὴν γῆν καὶ τιμωρήσομαι αὐτὴν καὶ ἔσται εἰς ἀφανισμὸν καὶ οὐκ ἔσται ὁ διοδεύων ἀπὸ προσώπου τῶν θηρίων,
[15] If again I bring evil beasts upon the land, and take vengeance upon it, and it be ruined, and there be no one to pass through for fear of the wild beasts:
[16] καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ὦσι, ζῶ ἐγώ, λέγει κύριος, εἰ υἱοὶ ἢ θυγατέρες σωθήσονται, ἀλλ’ ἢ αὐτοὶ μόνοι σωθήσονται, ἡ δὲ γῆ ἔσται εἰς ὄλεθρον.
[16] and if these three men should be in the midst of it, as I live, saith the Lord, neither sons nor daughters shall be saved, but these only shall be saved, and the land shall be destroyed.
[17] ἢ καὶ ῥομφαίαν ἐὰν ἐπάγω ἐπὶ τὴν γῆν ἐκείνην καὶ εἴπω Ῥομφαία διελθάτω διὰ τῆς γῆς, καὶ ἐξαρῶ ἐξ αὐτῆς
ἄνθρωπον καὶ κτῆνος,
[17] Or again if I bring a sword upon that land, and say, Let the sword go through the land; and I cut off from them man and beast:
[18] καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, ζῶ ἐγώ, λέγει κύριος, οὐ μὴ ῥύσωνται υἱοὺς οὐδὲ θυγατέρας, αὐτοὶ μόνοι σωθήσονται.
[18] though these three men were in the midst of it, as I live, saith the Lord, they shall not deliver sons or daughters, but they only shall be saved themselves.
[19] ἢ καὶ θάνατον ἐπαποστείλω ἐπὶ τὴν γῆν ἐκείνην καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπ’ αὐτὴν ἐν αἵματι τοῦ ἐξολεθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος,
[19] Or if again I send pestilence upon that land, and pour out my wrath upon it in blood, to destroy from off it man and beast:
[20] καὶ Νωε καὶ Δανιηλ καὶ Ιωβ ἐν μέσῳ αὐτῆς, ζῶ ἐγώ, λέγει κύριος, ἐὰν υἱοὶ ἢ θυγατέρες ὑπολειφθῶσιν, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ῥύσονται τὰς ψυχὰς αὐτῶν.
[20] and should Noe, and Daniel, and Job, be in the midst of it, as I live, saith the Lord, there shall be left them neither sons nor daughters; only they by their righteousness shall deliver their souls.
[21] τάδε λέγει κύριος Ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηράς, ῥομφαίαν καὶ λιμὸν καὶ θηρία πονηρὰ καὶ θάνατον, ἐξαποστείλω ἐπὶ Ιερουσαλημ τοῦ ἐξολεθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος
[21] Thus saith the Lord, And if I even send upon Jerusalem my four sore judgements, sword, and famine, and evil beasts, and pestilence, to destroy from out of it man and beast;
Delphi Septuagint Page 1120