Delphi Septuagint

Home > Other > Delphi Septuagint > Page 1167
Delphi Septuagint Page 1167

by Lancelot C L Brenton (ed)


  [13] καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ’ αὐτούς.

  [13] And the men tried hard to return to the land, and were not able: for the sea rose and grew more and more tempestuous against them.

  [14] καὶ ἀνεβόησαν πρὸς κύριον καὶ εἶπαν Μηδαμῶς, κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ’ ἡμᾶς αἷμα δίκαιον, ὅτι σύ, κύριε, ὃν τρόπον ἐβούλου πεποίηκας.

  [14] And they cried to the Lord, and said, Forbid it, Lord: let us not perish for the sake of this man’s life, and bring not righteous blood upon us: for thou, Lord, hast done as thou wouldest.

  [15] καὶ ἔλαβον τὸν Ιωναν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.

  [15] So they took Jonah, and cast him out into the sea: and the sea ceased from its raging.

  [16] καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν κύριον καὶ ἔθυσαν θυσίαν τῷ κυρίῳ καὶ εὔξαντο εὐχάς.

  [16] And the men feared the Lord very greatly, and offered a sacrifice to the Lord, and vowed vows.

  CHAPTER 2

  [1] Καὶ προσέταξεν κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ιωναν· καὶ ἦν Ιωνας ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

  [1] Now the Lord had commanded a great whale to swallow up Jonah: and Jonah was in the belly of the whale three days and three nights.

  [2] καὶ προσηύξατο Ιωνας πρὸς κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους

  [2] And Jonah prayed to the Lord his God out of the belly of the whale,

  [3] καὶ εἶπεν Ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου, καὶ εἰς ήκουσέν μου· ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου.

  [3] and said,

  I cried in my affliction to the Lord my God, and he hearkened to me, even to my cry out of the belly of hell: thou heardest my voice.

  [4] ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοί με ἐκύκλωσαν· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ’ ἐμὲ διῆλθον.

  [4] Thou didst cast me into the depths of the heart of the sea, and the floods compassed me: all thy billows and thy waves have passed upon me.

  [5] καὶ ἐγὼ εἶπα Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν ναὸν τὸν ἅγιόν σου;

  [5] And I said, I am cast out of thy presence: shall I indeed look again toward thy holy temple?

  [6] περιεχύθη ὕδωρ μοι ἕως ψυχῆς, ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων.

  [6] Water was poured around me to the soul: the lowest deep compassed me, my head went down

  [7] κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω φθορὰ ζωῆς μου, κύριε ὁ θεός μου.

  [7] to the clefts of the mountains; I went down into the earth, whose bars are the everlasting barriers: yet, O Lord my God, let my ruined life be restored.

  [8] ἐν τῷ ἐκλείπειν ἀπ’ ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου.

  [8] When my soul was failing me, I remembered the Lord; and may my prayer come to thee into thy holy temple.

  [9] φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον.

  [9] They that observe vanities and lies have forsaken their own mercy.

  [10] ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι· ὅσα ηὐξάμην, ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ.

  [10] But I will sacrifice to thee with the voice of praise and thanksgiving: all that I have vowed I will pay to thee, the Lord of my salvation.

  [11] καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλεν τὸν Ιωναν ἐπὶ τὴν ξηράν.

  [11] And the whale was commanded by the Lord, and it cast up Jonah on the dry land.

  CHAPTER 3

  [1] Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιωναν ἐκ δευτέρου λέγων

  [1] And the word of the Lord came to Jonah the second time, saying,

  [2] Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν, ὃ ἐγὼ ἐλάλησα πρὸς σέ.

  [2] Rise, go to Nineve, the great city, and preach in it according to the former preaching which I spoke to thee of.

  [3] καὶ ἀνέστη Ιωνας καὶ ἐπορεύθη εἰς Νινευη, καθὼς ἐλάλησεν κύριος· ἡ δὲ Νινευη ἦν πόλις μεγάλη τῷ θεῷ ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν.

  [3] And Jonah arose, and went to Nineve, as the Lord had spoken. Now Nineve was an exceeding great city, of about three days’ journey.

  [4] καὶ ἤρξατο Ιωνας τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας μιᾶς καὶ ἐκήρυξεν καὶ εἶπεν Ἔτι τρεῖς ἡμέραι καὶ Νινευη καταστραφήσεται.

  [4] And Jonah began to enter into the city about a day’s journey, and he proclaimed, and said, Yet three days, and Nineve shall be overthrown.

  [5] καὶ ἐνεπίστευσαν οἱ ἄνδρες Νινευη τῷ θεῷ καὶ ἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν.

  [5] And the men of Nineve believed God, and proclaimed a fast, and put on sackcloths, from the greatest of them to the least of them.

  [6] καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευη, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ περιείλατο τὴν στολὴν αὐτοῦ ἀφ’ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδοῦ.

  [6] And the word reached the king of Nineve, and he arose from off his throne, and took off his raiment from him, and put on sackcloth, and sat on ashes.

  [7] καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τῇ Νινευη παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λέγων Οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲν μηδὲ νεμέσθωσαν μηδὲ ὕδωρ πιέτωσαν.

  [7] And proclamation was made, and it was commanded in Nineve by the king an by his great men, saying, Let not men, or cattle, or oxen, or sheep, taste any thing, nor feed, nor drink water.

  [8] καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν
χερσὶν αὐτῶν λέγοντες

  [8] So men and cattle were clothed with sackcloths, and cried earnestly to God; and they turned every one from their evil way, and from the iniquity that was in their hands, saying,

  [9] Τίς οἶδεν εἰ μετανοήσει ὁ θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα;

  [9] Who knows if God will repent, and turn from his fierce anger, and so we shall not perish?

  [10] καὶ εἶδεν ὁ θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.

  [10] And God saw their works, that they turned from their evil ways; and God repented of the evil which he had said he would do to them; and he did it not.

  CHAPTER 4

  [1] Καὶ ἐλυπήθη Ιωνας λύπην μεγάλην καὶ συνεχύθη.

  [1] But Jonah was very deeply grieved, and he was confounded.

  [2] καὶ προσεύξατο πρὸς κύριον καὶ εἶπεν Ὦ κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσις, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.

  [2] And he prayed to the Lord, and said, O Lord, were not these my words when I was yet in my land? therefore I made haste to flee to Tharsis; because I knew that thou are merciful and compassionate, long-suffering, and abundant in kindness, and repentest of evil.

  [3] καὶ νῦν, δέσποτα κύριε, λαβὲ τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν με.

  [3] And now, Lord God, take my life from me; for it is better for me to die than to live.

  [4] καὶ εἶπεν κύριος πρὸς Ιωναν Εἰ σφόδρα λελύπησαι σύ;

  [4] And the Lord said to Jonah, Art thou very much grieved?

  [5] καὶ ἐξῆλθεν Ιωνας ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάθητο ὑποκάτω αὐτῆς ἐν σκιᾷ, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει.

  [5] And Jonah went out from the city, and sat over against the city; and he made for himself there a booth, and he sat under it, until he should perceive what would become of the city.

  [6] καὶ προσέταξεν κύριος ὁ θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ Ιωνα τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ· καὶ ἐχάρη Ιωνας ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην.

  [6] And the Lord God commanded a gourd, and it came up over the head of Jonah, to be a shadow over his head, to shade him from his calamities: and Jonah rejoiced with great joy for the gourd.

  [7] καὶ προσέταξεν ὁ θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξεν τὴν κολόκυνθαν, καὶ ἀπεξηράνθη.

  [7] And God commanded a worm the next morning, and it smote the gourd, and it withered away.

  [8] καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ὁ θεὸς πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ιωνα· καὶ ὠλιγοψύχησεν καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπεν Καλόν μοι ἀποθανεῖν με ἢ ζῆν.

  [8] And it came to pass at the rising of the sun, that God commanded a burning east wind; and the sun smote on the head of Jonah, and he fainted, and despaired of his life, and said, It is better for me to die than to live.

  [9] καὶ εἶπεν ὁ θεὸς πρὸς Ιωναν Εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπεν Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου.

  [9] And God said to Jonah, Art thou very much grieved for the gourd? And he said, I am very much grieved, even to death.

  [10] καὶ εἶπεν κύριος Σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπ’ αὐτὴν καὶ οὐκ ἐξέθρεψας αὐτήν, ἣ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο.

  [10] And the Lord said, Thou hadst pity on the gourd, for which thou has not suffered, neither didst thou rear it; which came up before night, and perished before another night:

  [11] ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευη τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;

  [11] and shall not I spare Nineve, the great city, in which dwell more than twelve myriads of human beings, who do not know their right hand or their left hand; and also much cattle?

  Micah

  Micah

  CHAPTER 1

  [1] Καὶ ἐγένετο λόγος κυρίου πρὸς Μιχαιαν τὸν τοῦ Μωρασθι ἐν ἡμέραις Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα, ὑπὲρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ιερουσαλημ.

  [1] And the word of the Lord came to Micah the son of Morasthi, in the days of Joatham, and Achaz, and Ezekias, kings of Juda, concerning what he saw regarding Samaria and Jerusalem.

  [2] Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ·

  [2] Hear these words, ye people; and let the earth give heed, and all that are in it: and the Lord God shall be among you for a testimony, the Lord out of his holy habitation.

  [3] διότι ἰδοὺ κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς,

  [3] For, behold, the Lord comes forth out of his place, and will come down, and will go upon the high places of the earth.

  [4] καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει.

  [4] And the mountains shall be shaken under him, and the valleys shall melt like wax before the fire, and as water rushing down a declivity.

  [5] διὰ ἀσέβειαν Ιακωβ πάντα ταῦτα καὶ διὰ ἁμαρτίαν οἴκου Ισραηλ. τίς ἡ ἀσέβεια τοῦ Ιακωβ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ιουδα; οὐχὶ Ιερουσαλημ;

  [5] All these calamities are for the transgression of Jacob, and for the sin of the house of Israel. What is the transgression of Jacob? is it not Samaria? and what is the sin of the house of Juda? is it not Jerusalem?

  [6] καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς καὶ τὰ θεμέλια αὐτῆς ἀπο
καλύψω·

  [6] Therefore I will make Samaria as a store-house of the fruits of the field, and as a planting of a vineyard: and I will utterly demolish her stones, and I will expose her foundations.

  [7] καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί, καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν· διότι ἐκ μισθωμάτων πορνείας συνήγαγεν καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.

  [7] And they shall cut in pieces all the graven images, and all that she has hired they shall burn with fire, and I will utterly destroy all her idols: because she has gathered of the hires of fornication, and of the hires of fornication has she amassed wealth.

  [8] Ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνή, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων·

  [8] Therefore shall she lament and wail, she shall go barefooted, and being naked she shall make lamentation as that of serpents, and mourning as of the daughters of sirens.

  [9] ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως Ιουδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ιερουσαλημ.

  [9] For her plague has become grievous; for it has come even to Juda; and has reached to the gate of my people, even to Jerusalem.

  [10] οἱ ἐν Γεθ, μὴ μεγαλύνεσθε· οἱ ἐν Ακιμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα, γῆν καταπάσασθε κατὰ γέλωτα ὑμῶν.

  [10] Ye that are in Geth, exalt not yourselves, and ye Enakim, do not rebuild from the ruins of the house in derision: sprinkle dust in the place of your laughter.

 

‹ Prev