Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86)

Home > Nonfiction > Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86) > Page 74
Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86) Page 74

by Epictetus


  [30] ἐπύθετό τις: πόθεν οὖν αἰσθησόμεθα τοῦ κατὰ πρόσωπον ἕκαστος; — πόθεν δ᾽ ὁ ταῦρος, ἔφη, λέοντος ἐπελθόντος μόνος αἰσθάνεται τῆς αὑτοῦ παρασκευῆς καὶ προβέβληκεν ἑαυτὸν ὑπὲρ τῆς ἀγέλης πάσης; ἢ δῆλον ὅτι εὐθὺς ἅμα τῷ τὴν παρασκευὴν ἔχειν ἀπαντᾷ καὶ συναίσθησις αὐτῆς; [31] καὶ ἡμῶν τοίνυν ὅστις ἂν ἔχῃ τοιαύτην παρασκευήν, οὐκ ἀγνοήσει αὐτήν. [32] ἄφνω δὲ ταῦρος οὐ γίνεται οὐδὲ γενναῖος ἄνθρωπος, ἀλλὰ δεῖ χειμασκῆσαι, παρασκευάσασθαι καὶ μὴ εἰκῇ προσπηδᾶν ἐπὶ τὰ μηδὲν προσήκοντα.

  [33] μόνον σκέψαι, πόσου πωλεῖς τὴν σεαυτοῦ προαίρεσιν. ἄνθρωπε, εἰ μηδὲν ἄλλο, μὴ ὀλίγου αὐτὴν πωλήσῃς. τὸ δὲ μέγα καὶ ἐξαίρετον ἄλλοις τάχα προσήκει, Σωκράτει καὶ τοῖς τοιούτοις. [34] — διὰ τί οὖν, εἰ πρὸς τοῦτο πεφύκαμεν, οὐ πάντες ἢ πολλοὶ γίνονται τοιοῦτοι; — ἵπποι γὰρ ὠκεῖς ἅπαντες γίνονται, κύνες γὰρ ἰχνευτικοὶ πάντες; [35] τί οὖν; ἐπειδὴ ἀφυής εἰμι, ἀποστῶ τῆς ἐπιμελείας τούτου ἕνεκα; [36] μὴ γένοιτο. Ἐπίκτητος κρείσσων Σωκράτους οὐκ ἔσται: εἰ δὲ μή, οὐ χείρων, τοῦτό μοι ἱκανόν ἐστιν. [37] οὐδὲ γὰρ Μίλων ἔσομαι καὶ ὅμως οὐκ ἀμελῶ τοῦ σώματος: οὐδὲ Κροῖσος καὶ ὅμως οὐκ ἀμελῶ τῆς κτήσεως: οὐδ᾽ ἁπλῶς ἄλλου τινὸς τῆς ἐπιμελείας διὰ τὴν ἀπόγνωσιν τῶν ἄκρων ἀφιστάμεθα.

  πῶς ἄν τις ἀπὸ τοῦ τὸν θεὸν πατέρα εἶναι τῶν ἀνθρώπων ἐπὶ τὰ ἑξῆς ἐπέλθοι.

  εἴ τις τῷ δόγματι τούτῳ συμπαθῆσαι κατ᾽ ἀξίαν δύναιτο, ὅτι γεγόναμεν ὑπὸ τοῦ θεοῦ πάντες προηγουμένως καὶ ὁ θεὸς πατήρ ἐστι τῶν τ᾽ ἀνθρώπων καὶ τῶν θεῶν, οἶμαι ὅτι οὐδὲν ἀγεννὲς οὐδὲ ταπεινὸν ἐνθυμηθήσεται περὶ ἑαυτοῦ. [2] ἀλλ᾽ ἂν μὲν Καῖσαρ εἰσποιήσηταί σε, οὐδείς σου τὴν ὀφρῦν βαστάσει: ἂν δὲ γνῷς, ὅτι τοῦ Διὸς υἱὸς εἶ, οὐκ ἐπαρθήσῃ; [3] νῦν δ᾽ οὐ ποιοῦμεν, ἀλλ᾽ ἐπειδὴ δύο ταῦτα ἐν τῇ γενέσει ἡμῶν ἐγκαταμέμικται, τὸ σῶμα μὲν κοινὸν πρὸς τὰ ζῷα, ὁ λόγος δὲ καὶ ἡ γνώμη κοινὸν πρὸς τοὺς θεούς, ἄλλοι μὲν ἐπὶ ταύτην ἀποκλίνουσιν τὴν συγγένειαν τὴν ἀτυχῆ καὶ νεκράν, ὀλίγοι δέ τινες ἐπὶ τὴν θείαν καὶ μακαρίαν. [4] ἐπειδὴ τοίνυν ἀνάγκη πάνθ᾽ ὁντινοῦν οὕτως ἑκάστῳ χρῆσθαι ὡς ἂν περὶ αὐτοῦ ὑπολάβῃ, ἐκεῖνοι μὲν οἱ ὀλίγοι, ὅσοι πρὸς πίστιν οἴονται γεγονέναι καὶ πρὸς αἰδῶ καὶ πρὸς ἀσφάλειαν τῆς χρήσεως τῶν φαντασιῶν, οὐδὲν ταπεινὸν οὐδ᾽ ἀγεννὲς ἐνθυμοῦνται περὶ αὑτῶν, οἱ δὲ πολλοὶ τἀναντία. [5] ‘τί γὰρ εἰμί; ταλαίπωρον ἀνθρωπάριον’ καὶ [6] ‘τὰ δύστηνά μου σαρκίδια.’ τῷ μὲν ὄντι δύστηνα, ἀλλὰ ἔχεις τι καὶ κρεῖσσον τῶν σαρκιδίων. τί οὖν ἀφεὶς ἐκεῖνο τούτοις προστέτηκας; [7]

  διὰ ταύτην τὴν συγγένειαν οἱ μὲν ἀποκλίναντες λύκοις ὅμοιοι γινόμεθα, ἄπιστοι καὶ ἐπίβουλοι καὶ βλαβεροί, οἱ δὲ λέουσιν, ἄγριοι καὶ θηριώδεις καὶ ἀνήμεροι, οἱ πλείους δ᾽ ἡμῶν ἀλώπεκες καὶ ὡς ἐν ζῴοις ἀτυχήματα. [8] τί γάρ ἐστιν ἄλλο λοίδορος καὶ κακοήθης ἄνθρωπος ἢ ἀλώπηξ ἢ τί ἄλλο ἀτυχέστερον καὶ ταπεινότερον; [9] ὁρᾶτε οὖν καὶ προσέχετε, μή τι τούτων ἀποβῆτε τῶν ἀτυχημάτων.

  περὶ προκοπῆς.

  ὁ προκόπτων μεμαθηκὼς παρὰ τῶν φιλοσόφων ὅτι ἡ μὲν ὄρεξις ἀγαθῶν ἐστιν, ἡ δ᾽ ἔκκλισις πρὸς κακά, μεμαθηκὼς δὲ καὶ ὅτι οὐκ ἄλλως τὸ εὔρουν καὶ ἀπαθὲς περιγίνεται τῷ ἀνθρώπῳ ἢ ἐν ὀρέξει μὲν μὴ ἀποτυγχάνοντι, ἐν ἐκκλίσει δὲ μὴ περιπίπτοντι, τὴν μὲν ὄρεξιν ἦρκεν ἐξ αὑτοῦ εἰσάπαν καὶ ὑπερτέθειται, τῇ ἐκκλίσει δὲ πρὸς μόνα χρῆται τὰ προαιρετικά. [2] τῶν γὰρ ἀπροαιρέτων ἄν τι ἐκκλίνῃ, οἶδεν ὅτι περιπεσεῖταί ποτέ τινι παρὰ τὴν ἔκκλισιν τὴν αὑτοῦ καὶ δυστυχήσει. [3] εἰ δ᾽ ἡ ἀρετὴ ταύτην ἔχει τὴν ἐπαγγελίαν εὐδαιμονίαν ποιῆσαι καὶ ἀπάθειαν καὶ εὔροιαν, πάντως καὶ ἡ προκοπὴ ἡ πρὸς αὐτὴν πρὸς ἕκαστον τούτων ἐστὶ προκοπή. [4] ἀεὶ γὰρ πρὸς ὃ ἂν ἡ τελειότης τινὸς καθάπαξ ἄγῃ, πρὸς αὐτὸ ἡ προκοπὴ συνεγγισμός ἐστιν.

  πῶς οὖν τὴν μὲν ἀρετὴν τοιοῦτόν τι ὁμολογοῦμεν, [5] τὴν προκοπὴν δ᾽ ἐν ἄλλοις ζητοῦμεν καὶ ἐπιδείκνυμεν; τί ἔργον ἀρετῆς; [6] εὔροια. τίς οὖν προκόπτει; ὁ πολλὰς Χρυσίππου συντάξεις ἀνεγνωκώς; [7] μὴ γὰρ ἡ ἀρετὴ τοῦτ᾽ ἔστι Χρύσιππον νενοηκέναι; εἰ γὰρ τοῦτ᾽ ἔστιν, ὁμολογουμένως ἡ προκοπὴ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πολλὰ τῶν Χρυσίππου νοεῖν. [8] νῦν δ᾽ ἄλλο μέν τι τὴν ἀρετὴν ἐπιφέρειν ὁμολογοῦμεν, ἄλλον δὲ τὸν συνεγγισμόν, τὴν προκοπὴν ἀποφαίνομεν. [9] ‘οὗτος,’ φησίν, ‘ἤδη καὶ δι᾽ αὑτοῦ δύναται Χρύσιππον ἀναγιγνώσκειν.’ εὖ, νὴ τοὺς θεούς, προκόπτεις, ἄνθρωπε: ποίαν προκοπήν. [10] ‘τί ἐμπαίζεις αὐτῷ;’ τί δ᾽ ἀπάγεις αὐτὸν τῆς συναισθήσεως τῶν αὑτοῦ κακῶν; οὐ θέλεις δεῖξαι αὐτῷ τὸ ἔργον τῆς ἀρετῆς, ἵνα μάθῃ ποῦ τὴν προκοπὴν ζητῇ; [11] ἐκεῖ ζήτησον αὐτήν, ταλαίπωρε, ὅπου σου τὸ ἔργον. ποῦ δέ σου τὸ ἔργον; ἐν ὀρέξει καὶ ἐκκλίσει, ἵν᾽ ἀναπότευκτος ᾖς καὶ ἀπερίπτωτος, ἐν ὁρμαῖς καὶ ἀφορμαῖς, ἵν᾽ ἀναμάρτητος, ἐν προσθέσει καὶ ἐποχῇ, ἵν᾽ ἀνεξαπάτητος. [12] πρῶτοι δ᾽ εἰσὶν οἱ πρῶτοι τόποι καὶ ἀναγκαιότατοι. ἂν δὲ τρέμων καὶ πενθῶν ζητῇς ἀπερίπτωτος εἶναι, ἄρα πῶς προκόπτεις;

  [13] σὺ οὖν ἐνταῦθά μοι δεῖξόν σου τὴν προκοπήν. καθάπερ εἰ
ἀθλητῇ διελεγόμην ‘δεῖξόν μοι τοὺς ὤμους,’ εἶτα ἔλεγεν ἐκεῖνος ‘ἴδε μου τοὺς ἁλτῆρας.’ ὄψει σὺ καὶ οἱ ἁλτῆρες, ἐγὼ τὸ ἀποτέλεσμα τῶν ἁλτήρων ἰδεῖν βούλομαι. [14] ‘λάβε τὴν περὶ ὁρμῆς σύνταξιν καὶ γνῶθι πῶς αὐτὴν ἀνέγνωκα.’ ἀνδράποδον, οὐ τοῦτο ζητῶ, ἀλλὰ πῶς ὁρμᾷς καὶ ἀφορμᾷς, πῶς ὀρέγῃ καὶ ἐκκλίνεις, πῶς ἐπιβάλλῃ καὶ προστίθεσαι καὶ παρασκευάζῃ, πότερα συμφώνως τῇ φύσει ἢ ἀσυμφώνως. [15] εἰ γὰρ συμφώνως, τοῦτό μοι δείκνυε καὶ ἐρῶ σοι ὅτι προκόπτεις: εἰ δ᾽ ἀσυμφώνως, ἄπελθε καὶ μὴ μόνον ἐξηγοῦ τὰ βιβλία, ἀλλὰ καὶ γράφε αὐτὸς τοιαῦτα. [16] καὶ τί σοι ὄφελος; οὐκ οἶδας ὅτι ὅλον τὸ βιβλίον πέντε δηναρίων ἐστίν; ὁ οὖν ἐξηγούμενος αὐτὸ δοκεῖ ὅτι πλείονος ἄξιός ἐστιν ἢ πέντε δηναρίων; [17] μηδέποτε οὖν ἀλλαχοῦ τὸ ἔργον ζητεῖτε, ἀλλαχοῦ τὴν προκοπήν.

  [18] ποῦ οὖν προκοπή; εἴ τις ὑμῶν ἀποστὰς τῶν ἐκτὸς ἐπὶ τὴν προαίρεσιν ἐπέστραπται τὴν αὑτοῦ, ταύτην ἐξεργάζεσθαι καὶ ἐκπονεῖν, ὥστε σύμφωνον ἀποτελέσαι τῇ φύσει, ὑψηλὴν ἐλευθέραν ἀκώλυτον ἀνεμπόδιστον πιστὴν αἰδήμονα: [19] μεμάθηκέν τε, ὅτι ὁ τὰ μὴ ἐφ᾽ αὑτῷ ποθῶν ἢ φεύγων οὔτε πιστὸς εἶναι δύναται οὔτ᾽ ἐλεύθερος, ἀλλ᾽ ἀνάγκη μεταπίπτειν καὶ μεταρριπίζεσθαι ἅμα ἐκείνοις καὶ αὐτόν, ἀνάγκη δὲ καὶ ὑποτεταχέναι ἄλλοις ἑαυτόν, τοῖς ἐκεῖνα περιποιεῖν ἢ κωλύειν δυναμένοις: [20] καὶ λοιπὸν ἕωθεν ἀνιστάμενος ταῦτα τηρεῖ καὶ φυλάσσει, λούεται ὡς πιστός, ὡς αἰδήμων ἐσθίει, ὡσαύτως ἐπὶ τῆς ἀεὶ παραπιπτούσης ὕλης τὰ προηγούμενα ἐκπονῶν, ὡς ὁ δρομεὺς δρομικῶς καὶ ὁ φώνασκος φωνασκικῶς: [21] οὗτός ἐστιν ὁ προκόπτων ταῖς ἀληθείαις καὶ ὁ μὴ εἰκῇ ἀποδεδημηκὼς οὗτός ἐστιν. [22] εἰ δ᾽ ἐπὶ τὴν ἐν τοῖς βιβλίοις ἕξιν τέταται καὶ ταύτην ἐκπονεῖ καὶ ἐπὶ τοῦτο ἐκδεδήμηκε, λέγω αὐτῷ αὐτόθεν πορεύεσθαι εἰς οἶκον καὶ μὴ ἀμελεῖν τῶν ἐκεῖ: [23] τοῦτο γὰρ ἐφ᾽ ὃ ἀποδεδήμηκεν οὐδέν ἐστιν: ἀλλ᾽ ἐκεῖνο, μελετᾶν ἐξελεῖν τοῦ αὑτοῦ βίου πένθη καὶ οἰμωγὰς καὶ τὸ ‘οἴμοι’ καὶ τὸ ‘τάλας ἐγὼ’ καὶ δυστυχίαν καὶ ἀτυχίαν καὶ μαθεῖν, [24] τί ἐστι θάνατος, τί φυγή, τί δεσμωτήριον, τί νοσκώνειον, ἵνα δύνηται λέγειν ἐν τῇ φυλακῇ ‘ὦ φίλε Κρίτων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γινέσθω’ καὶ μὴ ἐκεῖνα ‘τάλας ἐγώ, γέρων ἄνθρωπος, ἐπὶ ταῦτά μου τὰς πολιὰς ἐτήρησα.’ [25] τίς λέγει ταῦτα; δοκεῖτε ὅτι ὑμῖν ἄδοξόν τινα ἐρῶ καὶ ταπεινόν; Πρίαμος αὐτὰ οὐ λέγει; Οἰδίπους οὐ λέγει; ἀλλ᾽ ὁπόσοι βασιλεῖς λέγουσιν; [26] τί γάρ εἰσιν ἄλλο τραγῳδίαι ἢ ἀνθρώπων πάθη τεθαυμακότων τὰ ἐκτὸς διὰ μέτρου τοιοῦδ᾽ ἐπιδεικνύμενα; [27] εἰ γὰρ ἐξαπατηθέντα τινὰ ἔδει μαθεῖν, ὅτι τῶν ἐκτὸς καὶ ἀπροαιρέτων οὐδέν ἐστι πρὸς ἡμᾶς, ἐγὼ μὲν ἤθελον τὴν ἀπάτην ταύτην, ἐξ ἧς ἤμελλον εὐρόως καὶ ἀταράχως βιώσεσθαι, ὑμεῖς δ᾽ ὄψεσθ᾽ αὐτοὶ τί θέλετε.

  [28] τί οὖν ἡμῖν παρέχει Χρύσιππος; ἵνα γνῷς, φησίν, ὅτι οὐ ψευδῆ ταῦτά ἐστιν, ἐξ ὧν ἡ εὔροιά ἐστι καὶ ἀπάθεια ἀπαντᾷ, [29] λάβε μου τὰ βιβλία καὶ γνώσῃ ὡς ... τε καὶ σύμφωνά ἐστι τῇ φύσει τὰ ἀπαθῆ με ποιοῦντα. ὦ μεγάλης εὐτυχίας, ὦ μεγάλου εὐεργέτου τοῦ δεικνύοντος τὴν ὁδόν. [30] εἶτα Τριπτολέμῳ μὲν ἱερὰ καὶ βωμοὺς πάντες ἄνθρωποι ἀνεστάκασιν, [31] ὅτι τὰς ἡμέρους τροφὰς ἡμῖν ἔδωκεν, τῷ δὲ τὴν ἀλήθειαν εὑρόντι καὶ φωτίσαντι καὶ εἰς πάντας ἀνθρώπους ἐξενεγκόντι, οὐ τὴν περὶ τὸ ζῆν, ἀλλὰ τὴν πρὸς τὸ εὖ ζῆν, τίς ὑμῶν ἐπὶ τούτῳ βωμὸν ἱδρύσατο ἢ ναὸν ἢ ἄγαλμα ἀνέθηκεν ἢ τὸν θεὸν ἐπὶ τούτῳ προσκυνεῖ; [32] ἀλλ᾽ ὅτι μὲν ἄμπελον ἔδωκαν ἢ πυρούς, ἐπιθύομεν τούτου ἕνεκα, ὅτι δὲ τοιοῦτον ἐξήνεγκαν καρπὸν ἐν ἀνθρωπίνῃ διανοίᾳ, δι᾽ οὗ τὴν ἀλήθειαν τὴν περὶ εὐδαιμονίας δείξειν ἡμῖν ἤμελλον, τούτου δ᾽ ἕνεκα οὐκ εὐχαριστήσωμεν τῷ θεῷ;

  πρὸς τοὺς Ἀκαδημαικούς.

  ἄν τις, φησίν, ἐνίστηται πρὸς τὰ ἄγαν ἐκφανῆ, πρὸς τοῦτον οὐ ῥᾴδιόν ἐστιν εὑρεῖν λόγον, δι᾽ οὗ μεταπείσει τις αὐτόν. [2] τοῦτο δ᾽ οὔτε παρὰ τὴν ἐκείνου γίνεται δύναμιν οὔτε παρὰ τὴν τοῦ διδάσκοντος ἀσθένειαν, ἀλλ᾽ ὅταν ἀπαχθεὶς ἀπολιθωθῇ, πῶς ἔτι χρήσηταί τις αὐτῷ διὰ λόγου;

  [3] Ἀπολιθώσεις δ᾽ εἰσὶ διτταί: ἡ μὲν τοῦ νοητικοῦ ἀπολίθωσις, ἡ δὲ τοῦ ἐντρεπτικοῦ, ὅταν τις παρατεταγμένος ᾖ μὴ ἐπινεύειν τοῖς ἐναργέσι μηδ᾽ ἀπὸ τῶν μαχομένων ἀφίστασθαι. [4] οἱ δὲ πολλοὶ τὴν μὲν σωματικὴν ἀπονέκρωσιν φοβούμεθα καὶ πάντ᾽ ἂν μηχανησαίμεθα ὑπὲρ τοῦ μὴ περιπεσεῖν τοιούτῳ τινί, τῆς ψυχῆς δ᾽ ἀπονεκρουμένης οὐδὲν ἡμῖν μέλει. [5] καὶ νὴ Δία ἐπὶ αὐτῆς τῆς ψυχῆς ἂν μὲν ᾖ οὕτως διακείμενος, ὥστε μηδενὶ παρακολουθεῖν μηδὲ συνιέναι μηδέν, καὶ τοῦτον κακῶς ἔχειν οἰόμεθα: ἂν δέ τινος τὸ ἐντρεπτικὸν καὶ αἰδῆμον ἀπονεκρωθῇ, τοῦτο ἔτι καὶ δύναμιν καλοῦμεν.

  Καταλαμβάνεις ὅτι ἐγρήγορας; [6] ‘οὔ,’ φησίν: ‘οὐδὲ γάρ, ὅταν ἐν τοῖς ὕπνοις φαντάζωμαι, ὅτι ἐγρήγορα.’ οὐδὲν οὖν διαφέρει αὕτη ἡ φαντασία ἐκείνης; ‘οὐδέν.’ ἔτι τούτῳ διαλέγομαι; [7] καὶ ποῖον αὐτῷ πῦρ ἢ ποῖον σίδηρον προσαγάγω, ἵν᾽ αἴσθηται ὅτι νενέκρωται; αἰσθανόμενος οὐ προσποιεῖται: ἔτι χείρων ἐστὶ τοῦ νεκροῦ. μάχην οὗτος οὐ συνορᾷ: κα
κῶς ἔχει. [8] συνορῶν οὗτος οὐ κινεῖται οὐδὲ προκόπτει: ἔτι ἀθλιώτερον ἔχει. [9] ἐκτέτμηται τὸ αἰδῆμον αὐτοῦ καὶ ἐντρεπτικὸν καὶ τὸ λογικὸν οὐκ ἀποτέτμηται, ἀλλ᾽ ἀποτεθηρίωται. [10] ταύτην ἐγὼ δύναμιν εἴπω; μὴ γένοιτο, εἰ μὴ καὶ τὴν τῶν κιναίδων, καθ᾽ ἣν πᾶν τὸ ἐπελθὸν ἐν μέσῳ καὶ ποιοῦσι καὶ λέγουσι.

  περὶ προνοίας.

  ἀφ᾽ ἑκάστου τῶν ἐν τῷ κόσμῳ γινομένων ῥᾴδιόν ἐστιν ἐγκωμιάσαι τὴν πρόνοιαν, ἂν δύο ἔχῃ τις ταῦτα ἐν ἑαυτῷ, δύναμίν τε συνορατικὴν τῶν γεγονότων ἑκάστῳ καὶ τὸ εὐχάριστον. [2] εἰ δὲ μή, ὁ μὲν οὐκ ὄψεται τὴν εὐχρηστίαν τῶν γεγονότων, ὁ δ᾽ οὐκ εὐχαριστήσει ἐπ᾽ αὐτοῖς οὐδ᾽ ἂν [3] ἴδῃ. χρώματα ὁ θεὸς εἰ πεποιήκει, δύναμιν δὲ θεατικὴν αὐτῶν μὴ πεποιήκει, τί ἂν ἦν ὄφελος; [4] — οὐδ᾽ ὁτιοῦν. — ἀλλ᾽ ἀνάπαλιν εἰ τὴν μὲν δύναμιν πεποιήκει, τὰ ὄντα δὲ μὴ τοιαῦτα οἷα ὑποπίπτειν τῇ δυνάμει τῇ ὁρατικῇ, καὶ οὕτως τί ὄφελος; [5] — οὐδ᾽ ὁτιοῦν. [6] — τί δ᾽, εἰ καὶ ἀμφότερα ταῦτα πεποιήκει, φῶς δὲ μὴ πεποιήκει; — οὐδ᾽ οὕτως τι ὄφελος. — τίς οὖν ὁ ἁρμόσας τοῦτο πρὸς ἐκεῖνο κἀκεῖνο πρὸς τοῦτο; τίς δ᾽ ὁ ἁρμόσας τὴν μάχαιραν πρὸς τὸ κολεὸν καὶ τὸ κολεὸν πρὸς τὴν μάχαιραν; [7] οὐδείς; καὶ μὴν ἐξ αὐτῆς τῆς κατασκευῆς τῶν ἐπιτετελεσμένων ἀποφαίνεσθαι εἰώθαμεν, ὅτι τεχνίτου τινὸς πάντως τὸ ἔργον, οὐχὶ δ᾽ εἰκῇ κατεσκευασμένον. [8] ἆρ᾽ οὖν τούτων μὲν ἕκαστον ἐμφαίνει τὸν τεχνίτην, τὰ δ᾽ ὁρατὰ καὶ ὅρασεις καὶ φῶς οὐκ ἐμφαίνει; [9] τὸ δ᾽ ἄρρεν καὶ τὸ θῆλυ καὶ ἡ προθυμία ἡ πρὸς τὴν συνουσίαν ἑκατέρου καὶ δύναμις ἡ χρηστικὴ τοῖς μορίοις τοῖς κατεσκευασμένοις οὐδὲ ταῦτα ἐμφαίνει τὸν τεχνίτην; [10] ἀλλὰ ταῦτα μέν: ἡ δὲ τοιαύτη τῆς διανοίας κατασκευή, καθ᾽ ἣν οὐχ ἁπλῶς ὑποπίπτοντες τοῖς αἰσθητοῖς τυπούμεθα ὑπ᾽ αὐτῶν, ἀλλὰ καὶ ἐκλαμβάνομέν τι καὶ ἀφαιροῦμεν καὶ προστίθεμεν καὶ συντίθεμεν τάδε τινὰ δι᾽ αὐτῶν καὶ νὴ Δία μεταβαίνομεν ἀπ᾽ ἄλλων ἐπ᾽ ἄλλα τινὰ οὕτω πως παρακείμενα, οὐδὲ ταῦτα ἱκανὰ κινῆσαί τινας καὶ διατρέψαι πρὸς τὸ ἀπολιπεῖν τὸν τεχνίτην; [11] ἢ ἐξηγησάσθωσαν ἡμῖν τί τὸ ποιοῦν ἐστιν ἕκαστον τούτων ἢ πῶς οἷόν τε τὰ οὕτω θαυμαστὰ καὶ τεχνικὰ εἰκῇ καὶ ἀπὸ ταὐτομάτου γίνεσθαι.

 

‹ Prev