Book Read Free

Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86)

Page 75

by Epictetus


  [12] τί οὖν; ἐφ᾽ ἡμῶν μόνων γίνεται ταῦτα; πολλὰ μὲν ἐπὶ μόνων, ὧν ἐξαιρέτως χρείαν εἶχεν τὸ λογικὸν ζῷον, πολλὰ δὲ κοινὰ εὑρήσεις ἡμῖν καὶ πρὸς τὰ ἄλογα. [13] ἆρ᾽ οὖν καὶ παρακολουθεῖ τοῖς γινομένοις ἐκεῖνα; οὐδαμῶς. ἄλλο γάρ ἐστι χρῆσις καὶ ἄλλο παρακολούθησις. ἐκείνων χρείαν εἶχεν ὁ θεὸς χρωμένων ταῖς φαντασίαις, ἡμῶν δὲ παρακολουθούντων τῇ χρήσει. [14] διὰ τοῦτο ἐκείνοις μὲν ἀρκεῖ τὸ ἐσθίειν καὶ πίνειν καὶ τὸ ἀναπαύεσθαι καὶ ὀχεύειν καὶ τἆλλ᾽ ὅσα ἐπιτελεῖ τῶν αὑτῶν ἕκαστον, ἡμῖν δ᾽, οἷς καὶ τὴν παρακολουθητικὴν δύναμιν ἔδωκεν, [15] οὐκέτι ταῦτ᾽ ἀπαρκεῖ, ἀλλ᾽ ἂν μὴ κατὰ τρόπον καὶ τεταγμένως καὶ ἀκολούθως τῇ ἑκάστου φύσει καὶ κατασκευῇ πράττωμεν, οὐκέτι τοῦ τέλους τευξόμεθα τοῦ ἑαυτῶν. [16] ὧν γὰρ αἱ κατασκευαὶ διάφοροι, τούτων καὶ τὰ ἔργα καὶ τὰ τέλη. [17] οὗ τοίνυν ἡ κατασκευὴ μόνον χρηστική, τούτῳ χρῆσθαι ὁπωσοῦν ἀπαρκεῖ: οὗ δὲ καὶ παρακολουθητικὴ τῇ χρήσει, τούτῳ τὸ κατὰ τρόπον ἂν μὴ προσῇ οὐδέποτε τεύξεται τοῦ τέλους. [18] τί οὖν; ἐκείνων ἕκαστον κατασκευάζει τὸ μὲν ὥστ᾽ ἐσθίεσθαι, τὸ δ᾽ ὥστε ὑπηρετεῖν εἰς γεωργίαν, τὸ δ᾽ ὥστε τυρὸν φέρειν, τὸ δ᾽ ἄλλο ἐπ᾽ ἄλλῃ χρείᾳ παραπλησίῳ, πρὸς ἃ τίς χρεία τοῦ παρακολουθεῖν ταῖς φαντασίαις καὶ ταύτας διακρίνειν δύνασθαι; [19] τὸν δ᾽ ἄνθρωπον θεατὴν εἰσήγαγεν αὐτοῦ τε καὶ τῶν ἔργων τῶν αὐτοῦ, καὶ οὐ μόνον θεατήν, ἀλλὰ καὶ ἐξηγητὴν αὐτῶν. [20] διὰ τοῦτο αἰσχρόν ἐστι τῷ ἀνθρώπῳ ἄρχεσθαι καὶ καταλήγειν ὅπου καὶ τὰ ἄλογα, ἀλλὰ μᾶλλον ἔνθεν μὲν ἄρχεσθαι, καταλήγειν δὲ ἐφ᾽ ὃ κατέληξεν ἐφ᾽ ἡμῶν καὶ ἡ φύσις. [21] κατέληξεν δ᾽ ἐπὶ θεωρίαν καὶ παρακολούθησιν καὶ σύμφωνον διεξαγωγὴν τῇ φύσει. ὁρᾶτε οὖν, μὴ ἀθέατοι τούτων ἀποθάνητε. [22]

  [23] ἀλλ᾽ εἰς Ὀλυμπίαν μὲν ἀποδημεῖτε, ἵν᾽ εἴδητε τὸ ἔργον τοῦ Φειδίου, καὶ ἀτύχημα ἕκαστος ὑμῶν οἴεται τὸ ἀνιστόρητος τούτων ἀποθανεῖν: [24] ὅπου δ᾽ οὐδ᾽ ἀποδημῆσαι χρεία ἐστίν, ἀλλ᾽ ἐστὲ ἤδη καὶ πάρεστε τοῖς ἔργοις, ταῦτα δὲ θεάσασθαι καὶ κατανοῆσαι οὐκ ἐπιθυμήσετε; [25] οὐκ αἰσθήσεσθε τοίνυν, οὔτε τίνες ἐστὲ οὔτ᾽ ἐπὶ τί γεγόνατε οὔτε ἐπὶ τί τοῦτό ἐστιν, ἐφ᾽ οὗ τὴν θέαν παρείληφθε; [26] — ἀλλὰ γίνεταί τινα ἀηδῆ καὶ χαλεπὰ ἐν τῷ βίῳ. — ἐν Ὀλυμπίᾳ δ᾽ οὐ γίνεται; οὐ καυματίζεσθε; οὐ στενοχωρεῖσθε; οὐ κακῶς λούεσθε; οὐ καταβρέχεσθε, ὅταν βρέχῃ; θορύβου δὲ καὶ βοῆς καὶ τῶν ἄλλων χαλεπῶν οὐκ ἀπολαύετε; [27] ἀλλ᾽ οἶμαι ὅτι ταῦτα πάντα ἀντιτιθέντες πρὸς τὸ ἀξιόλογον τῆς θέας φέρετε καὶ ἀνέχεσθε. ἄγε δυνάμεις δ᾽ οὐκ εἰλήφατε, [28] καθ᾽ ἃς οἴσετε πᾶν τὸ συμβαῖνον; μεγαλοψυχίαν οὐκ εἰλήφατε; ἀνδρείαν οὐκ εἰλήφατε; [29] καρτερίαν οὐκ εἰλήφατε; καὶ τί ἔτι μοι μέλει μεγαλοψύχῳ ὄντι τῶν ἀποβῆναι δυναμένων; τί μ᾽ ἐκστήσει ἢ ταράξει ἢ τί ὀδυνηρὸν φανεῖται; οὐ χρήσομαι τῇ δυνάμει πρὸς ἃ εἴληφα αὐτήν, ἀλλ᾽ ἐπὶ τοῖς ἀποβαίνουσιν πενθήσω καὶ στενάξω;

  [30] ‘ναί: ἀλλ᾽ αἱ μύξαι μου ῥέουσιν.’ τίνος οὖν ἕνεκα χεῖρας ἔχεις, ἀνδράποδον; οὐχ ἵνα καὶ ἀπομύσσῃς σεαυτόν; [31] — τοῦτο οὖν εὔλογον μύξας γίνεσθαι ἐν τῷ κόσμῳ; [32] — καὶ πόσῳ κρεῖττον ἀπομύξασθαί σε ἢ ἐγκαλεῖν; ἢ τί οἴει ὅτι ὁ Ἡρακλῆς ἂν ἀπέβη, εἰ μὴ λέων τοιοῦτος ἐγένετο καὶ ὕδρα καὶ ἔλαφρος καὶ σῦς καὶ ἄδικοί τινες ἄνθρωποι καὶ θηριώδεις, οὓς ἐκεῖνος ἐξήλαυνεν καὶ ἐκάθαιρεν; [33] καὶ τί ἂν ἐποίει μηδενὸς τοιούτου γεγονότος; ἢ δῆλον ὅτι ἐντετυλιγμένος ἂν ἐκάθευδεν; οὐκοῦν πρῶτον μὲν οὐκ ἂν ἐγένετο Ἡρακλῆς ἐν τρυφῇ τοιαύτῃ καὶ ἡσυχίᾳ νυστάζων ὅλον τὸν βίον: εἰ δ᾽ ἄρα καὶ ἐγένετο, τί ὄφελος αὐτοῦ; [34] τίς δὲ χρῆσις τῶν βραχιόνων τῶν ἐκείνου καὶ τῆς ἄλλης ἀλκῆς καὶ καρτερίας καὶ γενναιότητος, εἰ μὴ τοιαῦταί τινες αὐτὸν περιστάσεις καὶ ὗλαι διέσεισαν καὶ ἐγύμνασαν; [35] τί οὖν; αὑτῷ ταύτας ἔδει κατασκευάζειν καὶ ζητεῖν ποθεν λέοντα εἰσαγαγεῖν εἰς τὴν χώραν τὴν αὑτοῦ καὶ σῦν καὶ ὕδραν; [36] μωρία τοῦτο καὶ μανία. γενόμενα δὲ καὶ εὑρεθέντα εὔχρηστα ἦν πρὸς τὸ δεῖξαι καὶ γυμνάσαι τὸν Ἡρακλέα. [37]

  ἄγε οὖν καὶ σὺ τούτων αἰσθόμενος ἀπόβλεψον εἰς τὰς δυνάμεις ἃς ἔχεις καὶ ἀπιδὼν εἰπὲ ‘φέρε νῦν, ὦ Ζεῦ, ἣν θέλεις περίστασιν: ἔχω γὰρ παρασκευὴν ἐκ σοῦ μοι δεδομένην καὶ ἀφορμὰς πρὸς τὸ κοσμῆσαι διὰ τῶν ἀποβαινόντων ἐμαυτόν’ [38] οὔ: ἀλλὰ κάθησθε τὰ μὲν μὴ συμβῇ τρέμοντες, τῶν δὲ συμβαινόντων ὀδυρόμενοι καὶ πενθοῦντες καὶ στένοντες: εἶτα τοῖς θεοῖς ἐγκαλεῖτε. [39] τί γάρ ἐστιν ἄλλο ἀκόλουθον τῇ τοιαύτῃ ἀγεννείᾳ ἢ καὶ ἀσέβεια; [40] καίτοι ὅ γε θεὸς οὐ μόνον ἔδωκεν ἡμῖν τὰς δυνάμεις ταύτας, καθ᾽ ἃς οἴσομεν πᾶν τὸ ἀποβαῖνον μὴ ταπεινούμενοι μηδὲ συγκλώμενοι ὑπ᾽ αὐτοῦ, ἀλλ᾽ ὃ ἦν ἀγαθοῦ βασιλέως καὶ ταῖς ἀληθείαις πατρός, ἀκώλυτον τοῦτο ἔδωκεν, ἀνανάγκαστον, ἀπαραπόδιστον, ὅλον αὐτὸ ἐφ᾽ ἡμῖν ἐποίησεν οὐδ᾽ αὑτῷ τινα πρὸς τοῦτο ἰσχὺν ἀπολιπών, ὥστε κωλῦσαι ἢ ἐμποδίσαι. [41] ταῦτα ἔχοντες ἐλεύθερα καὶ ὑμέτερα μὴ χρῆσθε αὐτοῖς μηδ᾽ αἰσθάνεσθε τίνα εἰλήφατε καὶ παρὰ τίνος, [42] ἀλλὰ κάθησθε πενθοῦντες καὶ στένοντες οἱ μὲν πρὸς αὐτὸν τὸν δόντα ἀποτετυφλωμέ
νοι μηδ᾽ ἐπιγινώσκοντες τὸν εὐεργέτην, οἱ δ᾽ ὑπ᾽ ἀγεννείας εἰς μέμψεις καὶ τὰ ἐγκλήματα τῷ θεῷ ἐκτρεπόμενοι. [43] καίτοι πρὸς μεγαλοψυχίαν μὲν καὶ ἀνδρείαν ἐγὼ σοὶ δείξω ὅτι ἀφορμὰς καὶ παρασκευὴν ἔχεις, πρὸς δὲ τὸ μέμφεσθαι καὶ ἐγκαλεῖν ποίας ἀφορμὰς ἔχεις σὺ δ᾽ ἐμοὶ δείκνυε.

  περὶ τῆς χρείας τῶν μεταπιπτόντων καὶ ὑποθετικῶν καὶ τῶν ὁμοίων.

  ἡ περὶ τοὺς μεταπίπτοντας καὶ ὑποθετικούς, ἔτι δὲ ἠρωτῆσθαι περαίνοντας καὶ πάντας ἁπλῶς τοὺς τοιούτους λόγους πραγματεία λανθάνει τοὺς πολλοὺς περὶ καθήκοντος οὖσα. [2] ζητοῦμεν γὰρ ἐπὶ πάσης ὕλης πῶς ἂν εὕροοι ὁ καλὸς καὶ ἀγαθὸς τὴν διέξοδον καὶ ἀναστροφὴν τὴν ἐν αὐτῇ καθήκουσαν. [3] οὐκοῦν ἢ τοῦτο λεγέτωσαν, ὅτι οὐ συγκαθήσει εἰς ἐρώτησιν καὶ ἀπόκρισιν ὁ σπουδαῖος ἢ ὅτι συγκαθεὶς οὐκ ἐπιμελήσεται τοῦ μὴ εἰκῇ μηδ᾽ ὡς ἔτυχεν ἐν ἐρωτήσει καὶ ἀποκρίσει ἀναστρέφεσθαι, [4] μἢ τούτων μηδέτερον προσδεχομένοις ἀναγκαῖον ὁμολογεῖν, ὅτι ἐπίσκεψίν τινα ποιητέον τῶν τόπων τούτων, περὶ οὓς μάλιστα στρέφεται ἐρώτησις καὶ ἀπόκρισις. [5] τί γὰρ ἐπαγγέλλεται ἐν λόγῳ; τἀληθῆ τιθέναι, τὰ ψευδῆ αἴρειν, πρὸς τὰ ἄδηλα ἐπέχειν. [6] ἆρ᾽ οὖν ἀρκεῖ τοῦτο μόνον μαθεῖν; — ἀρκεῖ, φησίν. — οὐκοῦν καὶ τῷ βουλομένῳ ἐν χρήσει νομίσματος μὴ διαπίπτειν ἀρκεῖ τοῦτο ἀκοῦσαι, διὰ τί τὰς μὲν δοκίμους δραχμὰς παραδέχῃ, τὰς δ᾽ ἀδοκίμους ἀποδοκιμάζεις; [7] — οὐκ ἀρκεῖ. — τί οὖν δεῖ τούτῳ προσλαβεῖν; τί γὰρ ἄλλο ἢ δύναμιν δοκιμαστικήν τε καὶ διακριτικὴν τῶν δοκίμων τε καὶ ἀδοκίμων δραχμῶν; οὐκοῦν καὶ ἐπὶ λόγου οὐκ ἀρκεῖ τὸ λεχθέν, [8] ἀλλ᾽ ἀνάγκη δοκιμαστικὸν γενέσθαι καὶ διακριτικὸν τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους καὶ τοῦ ἀδήλου; [9] — ἀνάγκη. — ἐπὶ τούτοις τί παραγγέλλεται ἐν λόγῳ; τὸ ἀκόλουθον τοῖς δοθεῖσιν ὑπὸ σοῦ καλῶς παραδέχου. [10] ἄγε ἀρκεῖ οὖν κἀνταῦθα γνῶναι τοῦτο; οὐκ ἀρκεῖ, δεῖ δὲ μαθεῖν πῶς τί τισιν ἀκόλουθον γίνεται καὶ ποτὲ μὲν ἓν ἑνὶ ἀκολουθεῖ, ποτὲ δὲ πλείοσιν κοινῇ. [11] μή ποτε οὖν καὶ τοῦτο ἀνάγκη προσλαβεῖν τὸν μέλλοντα ἐν λόγῳ συνετῶς ἀναστραφήσεσθαι καὶ αὐτόν τ᾽ ἀποδείξειν ἕκαστα ἀποδόντα καὶ τοῖς ἀποδεικνύουσι παρακολουθήσειν μηδ᾽ ὑπὸ τῶν σοφιζομένων διαπλανηθήσεσθαι ὡς ἀποδεικνυόντων; [12] οὐκοῦν ἐλήλυθεν ἡμῖν περὶ τῶν συναγόντων λόγων καὶ τρόπων πραγματεία καὶ γυμνασία καὶ ἀναγκαία πέφηνεν. [13]

  ἀλλὰ δὴ ἔστιν ἐφ᾽ ὧν δεδώκαμεν ὑγιῶς τὰ λήμματα καὶ συμβαίνει τουτὶ ἐξ αὐτῶν: ψεῦδος δὲ ὂν οὐδὲν ἧττον συμβαίνει. [14] τί οὖν μοι καθήκει ποιεῖν; προσδέχεσθαι τὸ ψεῦδος; [15] καὶ πῶς οἷόν τ᾽; ἀλλὰ λέγειν ὅτι ‘οὐχ ὑγιῶς παρεχώρησα τὰ ὡμολογημένα;’ καὶ μὴν οὐδὲ τοῦτο δίδοται. ἀλλ᾽ ὅτι ‘οὐ συμβαίνει διὰ τῶν παρακεχωρημένων;’ ἀλλ᾽ οὐδὲ τοῦτο δίδοται. [16] τί οὖν ἐπὶ τούτων ποιητέον; ἢ μή ποτε ὡς οὐκ ἀρκεῖ τὸ δανείσασθαι πρὸς τὸ ἔτι ὀφείλειν, ἀλλὰ δεῖ προσεῖναι καὶ τὸ ἐπιμένειν ἐπὶ τοῦ δανείου καὶ μὴ διαλελύσθαι αὐτό, οὕτως οὐκ ἀρκεῖ πρὸς τὸ δεῖν παραχωρεῖν τὸ ἐπιφερόμενον τὸ δεδωκέναι τὰ λήμματα, δεῖ δ᾽ ἐπιμένειν ἐπὶ τῆς παραχωρήσεως αὐτῶν. [17] καὶ δὴ μενόντων μὲν αὐτῶν εἰς τέλος ὁποῖα παρεχωρήθη πᾶσα ἀνάγκη ἡμᾶς ἐπὶ τῆς παραχωρήσεως ἐπιμένειν καὶ [19] τὸ ἀκόλουθον αὐτοῖς προσδέχεσθαι ... οὐδὲ γὰρ ἡμῖν ἔτι οὐδὲ καθ᾽ ἡμᾶς συμβαίνει τοῦτο τὸ ἐπιφερόμενον, ἐπειδὴ τῆς συγχωρήσεως τῶν λημμάτων ἀπέστημεν. [20] δεῖ οὖν καὶ τὰ τοιαῦτα τῶν λημμάτων ἱστορῆσαι καὶ τὴν τοιαύτην μεταβολήν τε καὶ μετάπτωσιν αὐτῶν, καθ᾽ ἣν ἐν αὐτῇ τῇ ἐρωτήσει ἢ τῇ ἀποκρίσει ἢ τῷ συλλελογίσθαι ἤ τινι ἄλλῳ τοιούτῳ † λαμβάνοντα τὰς μεταπτώσεις ἀφορμὴν παρέχει τοῖς ἀνοήτοις τοῦ ταράσσεσθαι μὴ βλέπουσι τὸ ἀκόλουθον. τίνος ἕνεκα; ἵν᾽ ἐν τῷ τόπῳ [21] τούτῳ μὴ παρὰ τὸ καθῆκον μηδ᾽ εἰκῇ μηδὲ συγκεχυμένως ἀναστρεφώμεθα. [22]

  καὶ τὸ αὐτὸ ἐπί τε τῶν ὑποθέσεων καὶ τῶν ὑποθετικῶν λόγων. ἀναγκαῖον γὰρ ἔστιν ὅτ᾽ αἰτῆσαί τινα ὑπόθεσιν ὥσπερ ἐπιβάθραν τῷ ἑξῆς λόγῳ. [23] πᾶσαν οὖν τὴν δοθεῖσαν παραχωρητέον ἢ οὐ πᾶσαν; καὶ εἰ οὐ πᾶσαν, τίνα; [24] περὶ τίνος ἡ σκέψις; περὶ καθήκοντος. παραχωρήσαντι δὲ μενετέον εἰς ἅπαν ἐπὶ τῆς τηρήσεως ἢ ἔστιν ὅτε ἀποστατέον, τὰ δ᾽ ἀκόλουθα προσδεκτέον καὶ τὰ μαχόμενα οὐ προσδεκτέον; [25] — ναί. — ἀλλὰ λέγει τις ὅτι ‘ποιήσω σε δυνατοῦ δεξάμενον ὑπόθεσιν ἐπ᾽ ἀδύνατον ἀπαχθῆναι.’ πρὸς τοῦτον οὐ συγκαθήσει ὁ φρόνιμος, ἀλλὰ φεύξεται ἐξέτασιν καὶ κοινολογίαν; [26] καὶ τίς ἔτι ἄλλος ἐστὶ λόγῳ χρηστικὸς καὶ δεινὸς ἐρωτήσει καὶ ἀποκρίσει καὶ νὴ Δία ἀνεξαπάτητός τε καὶ ἀσόφιστος; [27] ἀλλὰ συγκαθήσει μέν, οὐκ ἐπιστραφήσεται δὲ τοῦ μὴ εἰκῇ καὶ ὡς ἔτυχεν ἀναστρέφεσθαι ἐν λόγῳ; καὶ πῶς ἔτι ἔσται τοιοῦτος οἷον αὐτὸν ἐπινοοῦμεν; [28] ἀλλ᾽ ἄνευ τινὸς τοιαύτης γυμνασίας καὶ παρασκευῆς φυλάττειν οἷός τ᾽ ἐστὶ τὸ ἑξῆς; [29] τοῦτο δεικνύτωσαν καὶ παρέλκει τὰ θεωρήματα ταῦτα πάντα, ἄτοπα ἦν καὶ ἀνακόλουθα τῇ προλήψει τοῦ σπουδαίου. [30]

 

‹ Prev