by Epictetus
πῶς ἔχειν δεῖ πρὸς τοὺς τυράννους.
ὅτι ἄν τινι προσῇ τι πλεονέκτημα ἢ δοκῇ γε προσεῖναι μὴ προσόν, τοῦτον πᾶσα ἀνάγκη, ἐὰν ἀπαίδευτος ᾖ, πεφυσῆσθαι δι᾽ αὐτό. [2] εὐθὺς ὁ τύραννος λέγει ‘ἐγώ εἰμι ὁ πάντων κράτιστος.’ καὶ τί μοι δύνασαι παρασχεῖν; ὄρεξίν μοι δύνασαι περιποιῆσαι ἀκώλυτον; πόθεν σοι; σὺ γὰρ ἔχεις; ἔκκλισιν ἀπερίπτωτον; σὺ γὰρ ἔχεις; ὁρμὴν ἀναμάρτητον; [3] καὶ ποῦ σοι μέτεστιν; ἄγε, ἐν νηὶ δὲ σαυτῷ θαρρεῖς ἢ τῷ εἰδότι; ἐπὶ δ᾽ ἅρματος τίνι ἢ τῷ εἰδότι; [4] τί δ᾽ ἐν ταῖς ἄλλαις τέχναις; ὡσαύτως. τί οὖν δύνασαι; ‘πάντες με θεραπεύουσιν.’ καὶ γὰρ ἐγὼ τὸ πινάκιον θεραπεύω καὶ πλύνω αὐτὸ καὶ ἐκμάσσω καὶ τῆς ληκύθου ἕνεκα πάσσαλον πήσσω. τί οὖν; ταῦτά μου κρείττονά ἐστιν; οὔ: ἀλλὰ χρείαν μοι παρέχει τινά. ταύτης οὖν ἕνεκα θεραπεύω αὐτά. τί δέ; τὸν ὄνον οὐ θεραπεύω; [5] οὐ νίπτω αὐτοῦ τοὺς πόδας; οὐ περικαθαίρω; οὐκ οἶδας ὅτι πᾶς ἄνθρωπος ἑαυτὸν θεραπεύει, σὲ δ᾽ οὕτως ὡς τὸν ὄνον; ἐπεὶ τίς σε θεραπεύει ὡς ἄνθρωπον; δείκνυε. [6] τίς σοι θέλει ὅμοιος γενέσθαι, τίς σου ζηλωτὴς γίνεται ὡς Σωκράτους; ‘ἀλλὰ δύναμαί σε τραχηλοκοπῆσαι.’ καλῶς λέγεις. ἐξελαθόμην ὅτι σε δεῖ θεραπεύειν καὶ ὡς πυρετὸν καὶ ὡς χολέραν καὶ βωμὸν στῆσαι, ὡς ἐν Ῥώμῃ Πυρετοῦ βωμός ἐστιν. [7]
τί οὖν ἐστι τὸ ταράσσον καὶ καταπλῆττον τοὺς πολλούς; ὁ τύραννος καὶ οἱ δορυφόροι; πόθεν; μὴ γένοιτο: οὐκ ἐνδέχεται τὸ φύσει ἐλεύθερον ὑπ᾽ ἄλλου τινὸς ταραχθῆναι ἢ κωλυθῆναι πλὴν ὑφ᾽ ἑαυτοῦ. [8] ἀλλὰ τὰ δόγματα αὐτὸν ταράσσει. ὅταν γὰρ ὁ τύραννος εἴπῃ τινὶ ‘δήσω σου τὸ σκέλος,’ ὁ μὲν τὸ σκέλος τετιμηκὼς λέγει ‘μή: ἐλέησον,’ ὁ δὲ τὴν προαίρεσιν τὴν ἑαυτοῦ λέγει ‘εἴ σοι λυσιτελέστερον φαίνεται, δῆσον.’ ‘οὐκ ἐπιστρέφῃ;’ [9] ‘οὐκ ἐπιστρέφομαι.’ ‘ἐγώ σοι δείξω ὅτι κύριός εἰμι.’ ‘πόθεν σύ; ἐμὲ ὁ Ζεὺς ἐλεύθερον ἀφῆκεν. ἢ δοκεῖς ὅτι ἔμελλεν τὸν ἴδιον υἱὸν ἐᾶν καταδουλοῦσθαι; τοῦ νεκροῦ δέ μου κύριος εἶ, λάβε αὐτόν.’ [10] ‘ὥσθ᾽ ὅταν μοι προσίῃς, ἐμὲ οὐ θεραπεύεις;’ ‘οὐ: ἀλλ᾽ ἐμαυτόν. εἰ δὲ θέλεις με λέγειν ὅτι καὶ σέ, λέγω σοι οὕτως ὡς τὴν χύτραν.’
[11] τοῦτο οὐκ ἔστιν φίλαυτον: γέγονε γὰρ οὕτως τὸ ζῷον: αὑτοῦ ἕνεκα πάντα ποιεῖ. καὶ γὰρ ὁ ἥλιος αὑτοῦ ἕνεκα πάντα ποιεῖ καὶ τὸ λοιπὸν αὐτὸς ὁ Ζεύς. [12] ἀλλ᾽ ὅταν θέλῃ εἶναι Ὑέτιος καὶ Ἐπικάρπιος καὶ πατὴρ ἀνδρῶν τε θεῶν τε, ὁρᾷς ὅτι τούτων τῶν ἔργων καὶ τῶν προσηγοριῶν οὐ δύναται τυχεῖν, ἂν μὴ εἰς τὸ κοινὸν ὠφέλιμος ᾖ. [13] καθόλου τε τοιαύτην τὴν φύσιν τοῦ λογικοῦ ζῴου κατεσκεύασεν, ἵνα μηδενὸς τῶν ἰδίων ἀγαθῶν δύνηται τυγχάνειν, ἂν μή τι εἰς τὸ κοινὸν ὠφέλιμον προσφέρηται. [14] οὕτως οὐκέτι ἀκοινώνητον γίνεται τὸ πάντα αὑτοῦ ἕνεκα ποιεῖν. [15] ἐπεὶ τί ἐκδέχῃ; ἵνα τις ἀποστῇ αὑτοῦ καὶ τοῦ ἰδίου συμφέροντος; καὶ πῶς ἔτι μία καὶ ἡ αὐτὴ ἀρχὴ πᾶσιν ἔσται ἡ πρὸς αὐτὰ οἰκείωσις;
[16] τί οὖν; ὅταν ὑπῇ δόγματα ἀλλόκοτα περὶ τῶν ἀπροαιρέτων πὡς ὄντων ἀγαθῶν καὶ κακῶν, πᾶσα ἀνάγκη θεραπεύει [17] ν τοὺς τυράννους. ὤφελον γὰρ τοὺς τυράννους μόνον, τοὺς κοιτωνίτας δ᾽ οὔ. πῶς δὲ καὶ φρόνιμος γίνεται ἐξαίφνης ὁ ἄνθρωπος, ὅταν Καῖσαρ αὐτὸν ἐπὶ τοῦ λασάνου ποιήσῃ: πῶς εὐθὺς λέγομεν ‘φρονίμως μοι λελάληκεν Φηλικίων.’ [18] ἤθελον αὐτὸν ἀποβληθῆναι τοῦ κοπρῶνος, ἵνα πάλιν ἄφρων σοι δοκῇ. [19] εἶχέν τινα Ἐπαφρόδιτος σκυτέα, ὃν διὰ τὸ ἄχρηστον εἶναι ἐπώλησεν. εἶτα ἐκεῖνος κατά τινα δαίμονα ἀγορασθεὶς ὑπό τινος τῶν Καισαριανῶν τοῦ Καίσαρος σκυτεὺς ἐγένετο. εἶδες ἂν πῶς αὐτὸν ἐτίμα ὁ Ἐπαφρόδιτος: ‘ [20] ‘τί πράσσει Φηλικίων ὁ ἀγαθός; [21] φιλῶ σε.’ εἶτα εἴ τις ἡμῶν ἐπύθετο ‘τί ποιεῖ αὐτός;’ ἐλέγετο ὅτι ‘μετὰ Φηλικίωνος βουλεύεται περί τινος.’ [22] οὐχὶ γὰρ πεπράκει αὐτὸν ὡς ἄχρηστον; τίς οὖν αὐτὸν ἄφνω φρόνιμον ἐποίησεν; [23] τοῦτ᾽ ἔστι τὸ τιμᾶν ἄλλο τι ἢ τὰ προαιρετικά.’
[24] ‘ἠξίωται δημαρχίας.’ πάντες οἱ ἀπαντῶντες συνήδονται: ἄλλος τοὺς ὀφθαλμοὺς καταφιλεῖ, ἄλλος τὸν τράχηλον, οἱ δοῦλοι τὰς χεῖρας. ἔρχεται εἰς οἶκον, εὑρίσκει λύχνους ἁπτομένους. ἀναβαίνει εἰς τὸ Καπιτώλιον, ἐπιθύει. [25] τίς οὖν πώποτε ὑπὲρ τοῦ ὀρεχθῆναι καλῶς ἔθυσεν; ὑπὲρ τοῦ ὁρμῆσαι κατὰ φύσιν; ἐκεῖ γὰρ καὶ θεοῖς εὐχαριστοῦμεν, ὅπου τὸ ἀγαθὸν τιθέμεθα. [26]
σήμερόν τις ὑπὲρ ἱερωσύνης ἐλάλει μοι τοῦ Αὐγούστου. λέγω αὐτῷ ‘ἄνθρωπε, ἄφες τὸ πρᾶγμα: δαπανήσεις πολλὰ εἰς οὐδέν.’ [27]—’ἀλλ᾽ οἱ τὰς φὠνάς,’ φησί, ‘γράφοντες γράψουσι τὸ ἐμὸν ὄνομα.’—’μή τι οὖν σὺ τοῖς ἀναγιγνώσκουσι λέγεις παρών: ἐμὲ γεγράφασιν; [28] εἰ δὲ καὶ νῦν δύνασαι παρεῖναι πᾶσιν, ἐὰν ἀποθάνῃς, τί ποιήσεις;’—’μενεῖ μου τὸ ὄνομα.’—’γράψον αὐτὸ εἰς λίθον καὶ μενεῖ. ἄγε ἔξω δὲ Νικοπόλεως τίς σου μνεία;’ [29]—’ἀλλὰ χρυσοῦν στέφανον φορήσω.’—’εἰ ἅπαξ ἐπιθυμεῖς στεφάνου, ῥόδινον λαβὼν περίθου: ὄψει γὰρ κομψότερον.’
περὶ τοῦ λόγου πῶς αὑτοῦ θεωρητικός ἐστιν.
πᾶσα τέχνη καὶ δύναμις προηγουμένων τινῶν ἐστι θεωρητική. [2] ὅταν μὲν οὖν ὁμοειδὴς τοῖς θεωρουμένοις καὶ αὐτή, ἀναγκαίως καὶ αὑτῆς γίνεται θεωρη�
�ική: ὅταν δ᾽ ἀνομογενής, οὐ δύναται θεωρεῖν ἑαυτήν. [3] οἷον σκυτικὴ περὶ δέρματα ἀναστρέφεται, αὐτὴ δὲ παντελῶς ἀπήλλακται τῆς ὕλης τῶν δερμάτων: διὰ τοῦτο οὐκ ἔστιν αὑτῆς θεωρητική. [4] γραμματικὴ πάλιν περὶ τὴν ἐγγράμματον φωνήν: μή τι οὖν ἐστι καὶ αὐτὴ ἐγγράμματος φωνή; οὐδαμῶς. διὰ τοῦτο οὐ δύναται θεωρεῖν ἑαυτήν. ὁ οὖν λόγος πρὸς τί ποτε ὑπὸ τῆς φύσεως παρείληπται; [5] πρὸς χρῆσιν φαντασιῶν οἵαν δεῖ. αὐτὸς οὖν τί ἐστιν; σύστημα ἐκ ποιῶν φαντασιῶν. οὕτως γίνεται φύσει καὶ αὑτοῦ θεωρητικός. [6] πάλιν ἡ φρόνησις τίνα θεωρήσουσα παρελήλυθεν; ἀγαθὰ καὶ κακὰ καὶ οὐδέτερα. αὐτὴ οὖν τί ἐστιν; ἀγαθόν. ἡ δ᾽ ἀφροσύνη τί ἐστιν; κακόν. ὁρᾷς οὖν ὅτι ἀναγκαίως καὶ αὑτῆς γίνεται καὶ τῆς ἐναντίας θεωρητική; [7] διὰ τοῦτο ἔργον τοῦ φιλοσόφου τὸ μέγιστον καὶ πρῶτον δοκιμάζειν τὰς φαντασίας καὶ διακρίνειν καὶ μηδεμίαν ἀδοκίμαστον προσφέρεσθαι. [8] ὁρᾶτε ἐπὶ τοῦ νομίσματος, ὅπου δοκεῖ τι εἶναι πρὸς ἡμᾶς, πῶς καὶ τέχνην ἐξευρήκαμεν καὶ ὅσοις ὁ ἀργυρογνώμων προσχρῆται πρὸς δοκιμασίαν τοῦ νομίσματος, τῇ ὄψει, τῇ ἁφῇ, τῇ ὀσφρασίᾳ, τὰ τελευταῖα τῇ ἀκοῇ: [9] ῥήξας τὸ δηνάριον τῷ ψόφῳ προσέχει καὶ οὐχ ἅπαξ ἀρκεῖται ψοφήσαντος, ἀλλ᾽ ὑπὸ τῆς πολλῆς προσοχῆς μουσικὸς γίνεται. [10] οὕτως ὅπου διαφέρειν οἰόμεθα τὸ πλανᾶσθαι τοῦ μὴ πλανᾶσθαι, ἐνταῦθα πολλὴν προσοχὴν εἰσφέρομεν εἰς διάκρισιν τῶν διαπλανᾶν δυναμένων, [11] ἐπὶ δὲ ταλαιπώρου ἡγεμονικοῦ χάσκοντες καὶ καθεύδοντες, πᾶσαν φαντασίαν παραπροσδεχόμεθα: ἡ γὰρ ζημία οὐ προσπίπτει.
[12] ὅταν οὖν θέλῃς γνῶναι, πῶς ἔχεις περὶ μὲν τἀγαθὰ καὶ κακὰ ἀνειμένως, περὶ τἀδιάφορα δ᾽ ἐσπευσμένως, ἐπίστησον πῶς ἔχεις πρὸς τὸ ἐκτυφλωθῆναι καὶ πῶς πρὸς τὸ ἐξαπατηθῆναι καὶ γνώσῃ ὅτι μακρὰν εἶ τοῦ ὡς δεῖ πεπονθέναι περὶ ἀγαθῶν καὶ κακῶν. [13] ‘ἀλλὰ πολλῆς ἔχει χρείαν παρασκευῆς καὶ πόνου πολλοῦ καὶ μαθημάτων.’ τί οὖν; ἐλπίζεις ὅτι τὴν μεγίστην τέχνην ἀπὸ ὀλίγων ἔστιν ἀναλαβεῖν; [14] καίτοι αὐτὸς μὲν ὁ προηγούμενος λόγος τῶν φιλοσόφων λίαν ἐστὶν ὀλίγος. εἰ θέλεις γνῶναι, ἀνάγνωθι τὰ Ζήνωνος καὶ ὄψει. [15] τί γὰρ ἔχει μακρὸν εἰπεῖν ὅτι τέλος ἐστὶ τὸ ἕπεσθαι θεοῖς, οὐσία δ᾽ ἀγαθοῦ χρῆσις οἵα δεῖ φαντασιῶν; [16] λέγε ‘τί οὖν ἐστι θεὸς καὶ τί φαντασία; καὶ τί ἐστι φύσις ἡ ἐπὶ μέρους καὶ τί ἐστι φύσις ἡ τῶν ὅλων;’ [17] ἤδη μακρόν. ἂν οὖν ἐλθὼν Ἐπίκουρος εἴπῃ, ὅτι ἐν σαρκὶ δεῖ εἶναι τὸ ἀγαθόν, πάλιν μακρὸν γίνεται καὶ ἀνάγκη ἀκοῦσαι τί τὸ προηγούμενόν ἐστιν ἐφ᾽ ἡμῶν, τί τὸ ὑποστατικὸν καὶ οὐσιῶδες. ὅτι τὸ κοχλίου ἀγαθὸν οὐκ εἰκὸς εἶναι ἐν τῷ κελύφει, τὸ οὖν τοῦ ἀνθρώπου εἰκός; [18] σὺ δ᾽ αὐτὸς τί κυριώτερον ἔχεις, Ἐπίκουρε; τί ἐστιν ἐν σοὶ τὸ βουλευόμενον, τὸ ἐπισκεπτόμενον ἕκαστα, τὸ περὶ τῆς σαρκὸς αὐτῆς ὅτι τὸ προηγούμενόν ἐστιν τὸ ἐπικρῖνον; [19] τί δὲ καὶ λύχνον ἅπτεις καὶ πονεῖς ὑπὲρ ἡμῶν καὶ τηλικαῦτα βιβλία γράφεις; ἵνα μὴ ἀγνοήσωμεν ἡμεῖς τὴν ἀλήθειαν; τίνες ἡμεῖς; τί πρὸς σὲ ὄντες; οὕτω μακρὸς ὁ λόγος γίνεται.
πρὸς τοὺς θαυμάζεσθαι θέλοντας.
[2] ὅταν τις ἣν δεῖ στάσιν ἔχῃ ἐν τῷ βίῳ, ἔξω οὐ κέχηνεν. ἄνθρωπε, τί θέλεις σοι γενέσθαι; ἐγὼ μὲν ἀρκοῦμαι, ἂν ὀρέγωμαι καὶ ἐκκλίνω κατὰ φύσιν, ἂν ὁρμῇ καὶ ἀφορμῇ χρῶμαι ὡς πέφυκα, ἂν προσθέσει, ἂν ἐπιβολῇ, ἂν συγκαταθέσει. τί οὖν ἡμῖν ὀβελίσκον καταπιὼν περιπατεῖς; [3] ‘ἤθελον, ἵνα με καὶ οἱ ἀπαντῶντες θαυμάζωσιν καὶ ἐπακολουθοῦντες ἐπικραυγάζωσιν: ὦ μεγάλου φιλοσόφου.’ [4] τίνες εἰσὶν οὗτοι, ὑφ᾽ ὧν θαυμάζεσθαι θέλεις; οὐχ οὗτοί εἰσι, περὶ ὧν εἴωθας λέγειν ὅτι μαίνονται; τί οὖν; ὑπὸ τῶν μαινομένων θαυμάζεσθαι θέλεις;
περὶ τῶν προλήψεων.
προλήψεις κοιναὶ πᾶσιν ἀνθρώποις εἰσίν: καὶ πρόληψις προλήψει οὐ μάχεται. τίς γὰρ ἡμῶν οὐ τίθησιν, ὅτι τὸ ἀγαθὸν συμφέρον ἐστὶ † ἐστι καὶ αἱρετὸν καὶ ἐκ πάσης αὐτὸ περιστάσεως δεῖ μετιέναι καὶ διώκειν; τίς δ᾽ ἡμῶν οὐ τίθησιν, ὅτι τὸ δίκαιον καλόν ἐστι καὶ πρέπον; [2] πότ᾽ οὖν ἡ μάχη γίνεται; περὶ τὴν ἐφαρμογὴν τῶν προλήψεων ταῖς ἐπὶ μέρους οὐσίαις, [3] ὅταν ὁ μὲν εἴπῃ ‘καλῶς ἐποίησεν, ἀνδρεῖός ἐστιν:’ ‘οὔ, ἀλλ᾽ ἀπονενοημένος.’ ἔνθεν ἡ μάχη γίνεται τοῖς ἀνθρώποις πρὸς ἀλλήλους. [4] αὕτη ἐστὶν ἡ Ἰουδαίων καὶ Σύρων καὶ Αἰγυπτίων καὶ Ῥωμαίων μάχη, οὐ περὶ τοῦ ὅτι τὸ ὅσιον πάντων προτιμητέον καὶ ἐν παντὶ μεταδιωκτέον, ἀλλὰ πότερόν ἐστιν ὅσιον τοῦτο τὸ χοιρείου φαγεῖν ἢ ἀνόσιον. [5] ταύτην τὴν μάχην εὑρήσετε καὶ Ἀγαμέμνονος καὶ Ἀχιλλέως. κάλει γὰρ αὐτοὺς εἰς τὸ μέσον. τί λέγεις σύ, ὦ Ἀγάμεμνον; οὐ δεῖ γενέσθαι τὰ δέοντα καὶ τὰ καλῶς ἔχοντα; [6] ‘δεῖ μὲν οὖν.’ σὺ δὲ τί λέγεις, ὦ Ἀχιλλεῦ; οὐκ ἀρέσκει σοι γίνεσθαι τὰ καλῶς ἔχοντα; ‘ἐμοὶ μὲν οὖν πάντων μάλιστα ἀρέσκει.’ ἐφαρμόσατε οὖν τὰς προλήψεις. ἐντεῦθεν ἡ ἀρχὴ μάχης. [7] ὁ μὲν λέγει ‘οὐ χρὴ ἀποδιδόναι με τὴν Χρυσηίδα τῷ πατρί,’ ὁ δὲ λέγει ‘δεῖ μὲν οὖν.’ πάντως ὁ ἕτερος αὐτῶν κακῶς ἐφαρμόζει τὴν πρόληψιν τοῦ δέοντος. [8] πάλιν ὁ μὲν λέγει ‘οὐκοῦν, εἴ με δεῖ ἀποδοῦναι τὴν Χρυσηίδα, δεῖ με λαβεῖν ὑμῶν τι
νος τὸ γέρας,’ ὁ δέ ‘τὴν ἐμὴν οὖν λάβῃς ἐρωμένην;.’ ‘τὴν σήν’ φησίν. ‘ἐγὼ οὖν μόνος—’ ‘ἀλλ᾽ ἐγὼ μόνος μὴ ἔχω;’ οὕτως μάχη γίνεται.
[9] τί οὖν ἐστι τὸ παιδεύεσθαι; μανθάνειν τὰς φυσικὰς προλήψεις ἐφαρμόζειν ταῖς ἐπὶ μέρους οὐσίαις καταλλήλως τῇ φύσει καὶ λοιπὸν διελεῖν, [10] ὅτι τῶν ὄντων τὰ μέν ἐστιν ἐφ᾽ ἡμῖν, τὰ δὲ οὐκ ἐφ᾽ ἡμῖν: ἐφ᾽ ἡμῖν μὲν προαίρεσις καὶ πάντα τὰ προαιρετικὰ ἔργα, οὐκ ἐφ᾽ ἡμῖν δὲ τὸ σῶμα, τὰ μέρη τοῦ σώματος, κτήσεις, γονεῖς, ἀδελφοὶ, τέκνα, πατρίς, ἁπλῶς οἱ κοινωνοί. [11] ποῦ οὖν θῶμεν τὸ ἀγαθόν; ποίᾳ οὐσίᾳ αὐτὸ ἐφαρμόσομεν; τῇ ἐφ᾽ ἡμῖν; [12] — εἶτα οὐκ ἔστιν ἀγαθὸν ὑγίεια καὶ ἀρτιότης καὶ ζωή, ἀλλ᾽ οὐδὲ τέκνα οὐδὲ γονεῖς οὐδὲ πατρίς; — καὶ τίς σου ἀνέξεται; [13] μεταθῶμεν οὖν αὐτὸ πάλιν ἐνθάδε. ἐνδέχεται οὖν βλαπτόμενον καὶ ἀποτυγχάνοντα τῶν ἀγαθῶν εὐδαιμονεῖν; — οὐκ ἐνδέχεται. — καὶ τὴν πρὸς τοὺς κοινωνοὺς οἵαν δεῖ ... ἀναστροφήν; καὶ πῶς ἐνδέχεται; [14] ἐγὼ γὰρ πέφυκα πρὸς τὸ ἐμὸν συμφέρον. εἰ συμφέρει μοι ἀγρὸν ἔχειν, συμφέρει μοι καὶ ἀφελέσθαι αὐτὸν τοῦ πλησίον: εἰ συμφέρει μοι ἱμάτιον ἔχειν, συμφέρει μοι καὶ κλέψαι αὐτὸ ἐκ βαλανείου. ἔνθεν πόλεμοι, στάσεις, τυραννίδες, ἐπιβουλαί. [15] πῶς δ᾽ ἔτι δυνήσομαι τὸ πρὸς τὸν Δία καθῆκον; εἰ γὰρ βλάπτομαι καὶ ἀτυχῶ, οὐκ ἐπιστρέφεταί μου. καὶ ‘τί μοι καὶ αὐτῷ, εἰ οὐ δύναταί μοι βοηθῆσαι;’ καὶ πάλιν ‘τί μοι καὶ αὐτῷ, εἰ θέλει μ᾽ ἐν τοιούτοις εἶναι ἐν οἷς εἰμι;’ ἄρχομαι λοιπὸν μισεῖν αὐτόν. [16] τί οὖν ναοὺς ποιοῦμεν, τί οὖν ἀγάλματα, ὡς κακοῖς δαίμοσιν, ὡς πυρετῷ τῷ Διί; καὶ πῶς ἔτι Σωτὴρ καὶ πῶς Ὑέτιος καὶ πῶς Ἐπικάρπιος; καὶ μήν, ἂν ἐνταῦθά που θῶμεν τὴν οὐσίαν τοῦ ἀγαθοῦ, πάντα ταῦτα ἐξακολουθεῖ.