Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86)

Home > Nonfiction > Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86) > Page 88
Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86) Page 88

by Epictetus


  [24] τί οὖν; μὴ βλάψω τὸν βλάψαντα; — πρῶτον μὲν ἰδού, τί ἐστι βλάβη καὶ μνήσθητι ὧν ἤκουσας παρὰ τῶν φιλοσόφων. [25] εἰ γὰρ τὸ ἀγαθὸν ἐν προαιρέσει καὶ τὸ κακὸν ὡσαύτως ἐν προαιρέσει, βλέπε μὴ τοιοῦτ᾽ ἐστιν ὃ λέγεις [26] ‘τί οὖν; ἐπειδὴ ἐκεῖνος ἑαυτὸν ἔβλαψεν πρὸς ἐμέ τι ἄδικον ποιήσας, ἐγὼ ἐμαυτὸν μὴ βλάψω πρὸς ἐκεῖνον ἄδικόν τι ποιήσας;’ [27] τί οὖν οὐ τοιοῦτόν τι φανταζόμεθα, ἀλλ᾽ ὅπου τι σωματικὸν ἐλάττωμα ἢ εἰς κτῆσιν, ἐκεῖ ἡ βλάβη, ὅπου εἰς τὴν προαίρεσιν, οὐδεμία βλάβη; [28] οὔτε γὰρ τὴν κεφαλὴν ἀλγεῖ ὁ ἐξαπατηθεὶς ἢ ἀδικήσας οὔτε τὸν ὀφθαλμὸν οὔτε τὸ ἰσχίον οὔτε τὸν ἀγρὸν ἀπολλύει. [29] ἡμεῖς δ᾽ ἄλλο οὐδὲν ἐθέλομεν ἢ ταῦτα: τὴν προαίρεσιν δὲ πρότερον αἰδήμονα καὶ πιστὴν ἕξομεν ἢ ἀναίσχυντον καὶ ἄπιστον, οὐδ᾽ ἐγγὺς διαφερόμεθα πλὴν μόνον ἐν τῇ σχολῇ μέχρι τῶν λογαρίων. [30] τοιγαροῦν μέχρι τῶν λογαρίων προκόπτομεν, ἔξω δ᾽ αὐτῶν οὐδὲ τὸ ἐλάχιστον.

  τίς ἀρχὴ φιλοσοφίας.

  ἀρχὴ φιλοσοφίας παρά γε τοῖς ὡς δεῖ καὶ κατὰ θύραν ἁπτομένοις αὐτῆς συναίσθησις τῆς αὑτοῦ ἀσθενείας καὶ ἀδυναμίας περὶ τὰ ἀναγκαῖα. [2] ὀρθογωνίου μὲν γὰρ τριγώνου ἢ διέσεως ἡμιτονίου οὐδεμίαν φύσει ἔννοιαν ἥκομεν ἔχοντες, ἀλλ᾽ ἔκ τινος τεχνικῆς παραλήψεως διδασκόμεθα ἕκαστον αὐτῶν καὶ διὰ τοῦτο οἱ μὴ εἰδότες αὐτὰ οὐδ᾽ οἴονται εἰδέναι. [3] ἀγαθοῦ δὲ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ καὶ πρέποντος καὶ ἀπρεποῦς καὶ εὐδαιμονίας καὶ προσήκοντος καὶ ἐπιβάλλοντος καὶ ὅ τι δεῖ ποιῆσαι καὶ ὅ τι οὐ δεῖ ποιῆσαι τίς οὐκ ἔχων ἔμφυτον ἔννοιαν ἐλήλυθεν; [4] διὰ τοῦτο πάντες χρώμεθα τοῖς ὀνόμασιν καὶ ἐφαρμόζειν πειρώμεθα τὰς προλήψεις ταῖς ἐπὶ μέρους οὐσίαις. [5] καλῶς ἐποίησεν, δεόντως, οὐ δεόντως: ἠτύχησεν, εὐτύχησεν: ἄδικός ἐστιν, δίκαιός ἐστιν. τίς ἡμῶν φείδεται τούτων τῶν ὀνομάτων; τίς ἡμῶν ἀναβάλλεται τὴν χρῆσιν αὐτῶν μέχρι μάθῃ καθάπερ τῶν περὶ τὰς γραμμὰς ἢ τοὺς φθόγγους οἱ οὐκ εἰδότες; [6] τούτου δ᾽ αἴτιον τὸ ἥκειν ἤδη τινὰ ὑπὸ τῆς φύσεως κατὰ τὸν τόπον ὥσπερ δεδιδαγμένους, ἀφ᾽ ὧν ὁρμώμενοι καὶ τὴν οἴησιν προσειλήφαμεν. [7] — † διὰ γάρ, φησίν, οὐκ οἶδα ἐγὼ τὸ καλὸν καὶ τὸ αἰσχρόν; οὐκ ἔχω ἔννοιαν αὐτοῦ; — ἔχεις. — οὐκ ἐφαρμόζω τοῖς ἐπὶ μέρους; — ἐφαρμόζεις. — οὐ καλῶς οὖν ἐφαρμόζω; [8] — ἐνταῦθά ἐστι τὸ ζήτημα πᾶν καὶ οἴησις ἐνταῦθα προσγίνεται. ἀφ᾽ ὁμολογουμένων γὰρ ὁρμώμενοι τούτων ἐπὶ τὸ ἀμφισβητούμενον προάγουσιν ὑπὸ τῆς ἀκαταλλήλου ἐφαρμογῆς. [9] ὡς εἴ γε καὶ τοῦτο ἔτι πρὸς ἐκείνοις ἐκέκτηντο, τί ἐκώλυεν αὐτοὺς εἶναι τελείους; [10] νῦν δ᾽ ἐπεὶ δοκεῖς ὅτι καὶ καταλλήλως ἐφαρμόζεις τὰς προλήψεις τοῖς ἐπὶ μέρους, εἰπέ μοι, πόθεν τοῦτο λαμβάνεις; — ὅτι δοκεῖ μοι. — τουτὶ οὖν ᾧτινι οὐ δοκεῖ, καὶ οἴεται καὶ αὐτὸς ἐφαρμόζειν καλῶς: ἢ οὐκ οἴεται; [11] — οἴεται. — δύνασθε οὖν περὶ ὧν τὰ μαχόμενα δοξάζετε ἀμφότεροι καταλλήλως ἐφαρμόζειν τὰς προλήψεις; [12] — οὐ δυνάμεθα. — ἔχεις οὖν δεῖξαί τι ἡμῖν πρὸς τὸ αὐτὰς ἐφαρμόζειν ἄμεινον ἀνωτέρω τοῦ δοκεῖν σοι; ὁ δὲ μαινόμενος ἄλλα τινὰ ποιεῖ ἢ τὰ δοκοῦντά οἱ καλά; κἀκείνῳ οὖν ἀρκεῖ τοῦτο τὸ κριτήριον; — οὐκ ἀρκεῖ. — ἐλθὼν οὖν ἐπί τι ἀνωτέρω τοῦ δοκεῖν τί τοῦτό ἐστιν †

  [13] ἴδ᾽ ἀρχὴ φιλοσοφίας: αἴσθησις μάχης τῆς πρὸς ἀλλήλους τῶν ἀνθρώπων καὶ ζήτησις τοῦ παρ᾽ ὃ γίνεται ἡ μάχη καὶ κατάγνωσις καὶ ἀπιστία πρὸς τὸ ψιλῶς δοκοῦν, ἔρευνα δέ τις περὶ τὸ δοκοῦν εἰ ὀρθῶς δοκεῖ καὶ εὕρεσις κανόνος τινός, οἷον ἐπὶ βαρῶν τὸν ζυγὸν εὕρομεν, οἷον ἐπὶ εὐθέων καὶ στρεβλῶν τὴν στάθμην. [14] — τοῦτ᾽ ἔστιν ἀρχὴ φιλοσοφίας; πάντα καλῶς ἔχει τὰ δοκοῦντα ἅπασι; — καὶ πῶς δυνατὸν τὰ μαχόμενα καλῶς ἔχειν; οὐκοῦν οὐ πάντα, ἀλλὰ τὰ ἡμῖν δοκοῦντα. [15] τί μᾶλλον ἢ τὰ Σύροις, τί μᾶλλον ἢ τὰ Αἰγυπτίοις, τί μᾶλλον ἢ τὰ ἐμοὶ φαινόμενα ἢ τὰ τῷ δεῖνι; — οὐδὲν μᾶλλον. — οὐκ ἄρα ἀρκεῖ τὸ δοκοῦν ἑκάστῳ πρὸς τὸ εἶναι: οὐδὲ γὰρ ἐπὶ βαρῶν ἢ μέτρων ψιλῇ τῇ ἐμφάσει ἀρκούμεθα, ἀλλὰ κανόνα τινὰ ἐφ᾽ ἑκάστου εὕρομεν. [16] ἐνταῦθ᾽ οὖν οὐδεὶς κανὼν ἀνωτέρω τοῦ δοκεῖν; καὶ πῶς οἷόν τε ἀτέκμαρτα εἶναι καὶ ἀνεύρετα τὰ ἀναγκαιότατα ἐν ἀνθρώποις; — ἔστιν οὖν. [17] — καὶ διὰ τί οὐ ζητοῦμεν αὐτὸν καὶ ἀνευρίσκομεν καὶ ἀνευρόντες λοιπὸν ἀπαραβάτως χρώμεθα δίχα αὐτοῦ μηδὲ τὸν δάκτυλον ἐκτείνοντες; [18] τοῦτο γάρ, οἶμαι, ἐστὶν ὃ εὑρεθὲν ἀπαλλάσσει μανίας τοὺς μόνῳ τῷ δοκεῖν μέτρῳ πάντων χρωμένους, ἵνα λοιπὸν ἀπό τινων γνωρίμων καὶ διευκρινημένων ὁρμώμενοι χρώμεθα ἐπὶ τῶν ἐπὶ μέρους διηρθρωμέναις ταῖς προλήψεσι.

  τίς ὑποπέπτωκεν οὐσία περὶ ἧς ζητοῦμεν; [19] — ἡδονή. [20] — ὕπαγε αὐτὴν τῷ κανόνι, βάλε εἰς τὸν ζυγόν. τὸ ἀγαθὸν δεῖ εἶναι τοιοῦτον, ἐφ᾽ ᾧ θαρρεῖν ἄξιον καὶ ᾧ πεποιθέναι; — δεῖ. — ἀβεβαίῳ οὖν τινι θαρρεῖν ἄξιον; [21] — οὔ. — μή τι οὖν βέβαιον ἡ ἡδονή; — οὔ. — ἆρον οὖν καὶ βάλε ἔξω ἐκ τοῦ ζυγοῦ καὶ ἀπέλασον τῆς χώρας τῶν ἀγαθῶν μακράν. [22] εἰ δ᾽ οὐκ ὀξυβλεπτεῖς καὶ ἕν σοι ζυγὸν οὐκ ἀρκεῖ, φέρε ἄλλο. ἐπὶ τῷ ἀγαθῷ ἄξιον ἐπαίρεσθαι; — ναί. — ἐφ᾽ ἡδονῇ οὖν παρούσῃ �
�ξιον ἐπαίρεσθαι; βλέπε μὴ εἴπῃς ὅτι ἄξιον: εἰ δὲ μή, οὐκέτι σε οὐδὲ τοῦ ζυγοῦ ἄξιον ἡγήσομαι. [23] οὕτως κρίνεται τὰ πράγματα καὶ ἵσταται τῶν κανόνων ἡτοιμασμένων: [24] καὶ τὸ φιλοσοφεῖν τοῦτό ἐστιν, ἐπισκέπτεσθαι καὶ βεβαιοῦν τοὺς κανόνας, [25] τὸ δ᾽ ἤδη χρῆσθαι τοῖς ἐγνωσμένοις τοῦτο τοῦ καλοῦ καὶ ἀγαθοῦ ἔργον ἐστίν.

  περὶ τοῦ διαλέγεσθαι.

  ἃ μὲν δεῖ μαθόντα εἰδέναι χρῆσθαι λόγῳ, ἠκρίβωται ὑπὸ τῶν ἡμετέρων. περὶ δὲ τὴν χρῆσιν αὐτῶν τὴν προσήκουσαν τελέως ἀγύμναστοί ἐσμεν. [2] δὸς γοῦν ᾧ θέλεις ἡμῶν ἰδιώτην τινὰ τὸν προσδιαλεγόμενον: καὶ οὐχ εὑρίσκει χρήσασθαι αὐτῷ, ἀλλὰ μικρὰ κινήσας τὸν ἄνθρωπον, ἂν παρὰ σκέλος ἀπαντᾷ ἐκεῖνος, οὐκέτι δύναται μεταχειρίσασθαι, ἀλλ᾽ ἢ λοιδορεῖ λοιπὸν ἢ καταγελᾷ καὶ λέγει ‘ἰδιώτης ἐστίν: οὐκ ἔστιν αὐτῷ χρήσασθαι.’ [3] ὁ δ᾽ ὁδηγός, ὅταν λάβῃ τινὰ πλανώμενον, ἤγαγεν ἐπὶ τὴν ὁδὸν τὴν δέουσαν, οὐχὶ καταγελάσας ἢ λοιδορησάμενος ἀπῆλθεν. [4] καὶ σὺ δεῖξον αὐτῷ τὴν ἀλήθειαν καὶ ὄψει ὅτι ἀκολουθεῖ. μέχρι δ᾽ ἂν οὗ μὴ δεικνύῃς, μὴ ἐκείνου καταγέλα, ἀλλὰ μᾶλλον αἰσθάνου τῆς ἀδυναμίας τῆς αὑτοῦ.

  [5] πῶς οὖν ἐποίει Σωκράτης; αὐτὸν ἠνάγκαζεν τὸν προσδιαλεγόμενον αὐτῷ μαρτυρεῖν, ἄλλου δ᾽ οὐδενὸς ἐδεῖτο μάρτυρος. τοιγαροῦν ἐξῆν αὐτῷ λέγειν ὅτι ‘τοὺς μὲν ἄλλους ἐῶ χαίρειν, ἀεὶ δὲ τῷ ἀντιλέγοντι ἀρκοῦμαι μάρτυρι: καὶ τοὺς μὲν ἄλλους οὐκ ἐπιψηφίζω, τὸν δὲ προσδιαλεγόμενον μόνον.’ [6] οὕτω γὰρ ἐναργῆ ἐτίθει τὰ ἀπὸ τῶν ἐννοιῶν, ὥστε πάνθ᾽ ὁντιναοῦν συναισθανόμενον τῆς μάχης ἀναχωρεῖν ἀπ᾽ αὐτῆς. [7] ‘ἆρά γε ὁ φθονῶν χαίρει;’—’οὐδαμῶς, ἀλλὰ μᾶλλον λυπεῖται.’ ἀπὸ τοῦ ἐναντίου ἐκίνησε τὸν πλησίον. ‘τί δ᾽; ἐπὶ κακοῖς δοκεῖ σοι εἶναι λύπη ὁ φθόνος; καὶ τί ὁ φθόνος ἐστὶ κακῶν;’ [8] οὐκοῦν ἐκεῖνον ἐποίησεν εἰπεῖν ὅτι λύπη ἐστὶν ἐπ᾽ ἀγαθοῖς ὁ φθόνος. ‘τί δέ; φθονοίη ἄν τις τοῖς οὐδὲν πρὸς αὐτόν;’ [9]—’οὐδαμῶς.’ καὶ οὕτως ἐκπεπληρωκὼς τὴν ἔννοιαν καὶ διηρθρωκὼς ἀπηλλάσσετο, οὐ λέγων ὅτι ‘ὅρισαί μοι τὸν φθόνον,’ εἶτα ὁρισαμένου ‘κακῶς ὡρίσω: οὐ γὰρ ἀντακολουθεῖ τῷ κεφαλαιώδει τὸ ὁρικόν:’ [10] ῥήματα τεχνικὰ καὶ διὰ τοῦτο τοῖς ἰδιώταις φορτικὰ καὶ δυσπαρακολούθητα, ὧν ἡμεῖς ἀποστῆναι οὐ δυνάμεθα. [11] ἐξ ὧν δ᾽ αὐτὸς ὁ ἰδιώτης ἐπακολουθῶν ταῖς αὑτοῦ φαντασίαις παραχωρῆσαι δύναιτ᾽ ἄν τι ἢ ἀθετῆσαι, οὐδαμῶς διὰ τούτων αὐτὸν κινῆσαι δυνάμεθα. [12] καὶ λοιπὸν εἰκότως συναισθανόμενοι ταύτης ἡμῶν τῆς ἀδυναμίας ἀπεχόμεθα τοῦ πράγματος, ὅσοις γ᾽ ἐστί τι εὐλαβείας. [13] οἱ δὲ πολλοὶ καὶ εἰκαῖοι συγκαθέντες εἴς τι τοιοῦτον φύρονται καὶ φύρουσι καὶ τὰ τελευταῖα λοιδορήσαντες καὶ λοιδορηθέντες ἀπέρχονται. [14]

  τὸ πρῶτον δὲ τοῦτο καὶ μάλιστα ἴδιον Σωκράτους μηδέποτε παροξυνθῆναι ἐν λόγῳ, μηδέποτε λοίδορον προενέγκασθαι μηδέν, μηδέποθ᾽ ὑβριστικόν, ἀλλὰ τῶν λοιδορούντων ἀνέχεσθαι καὶ παύειν μάχην. [15] εἰ θέλετε γνῶναι, πόσην ἐν τούτῳ δύναμιν εἶχεν, ἀνάγνωτε τὸ Ξενοφῶντος Συμπόσιον καὶ ὄψεσθε πόσας μάχας διαλέλυκεν. [16] διὰ τοῦτο εἰκότως καὶ παρὰ τοῖς ποιηταῖς ἐν μεγίστῳ ἐπαίνῳ λέλεκται τὸ αἶψά τε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν.

  [17] τί οὖν; οὐ λίαν ἐστὶ νῦν ἀσφαλὲς τὸ πρᾶγμα καὶ μάλιστα ἐν Ῥώμῃ. τὸν γὰρ ποιοῦντα αὐτὸ οὐκ ἐν γωνίᾳ δηλονότι δεήσει ποιεῖν, ἀλλὰ προσελθόντα ὑπατικῷ τινι, ἂν οὕτως τύχῃ, πλουσίῳ πυθέσθαι αὐτοῦ [18] ‘ἔχεις μοι εἰπεῖν, ὦ οὗτος, ᾧ τινι τοὺς ἵππους τοὺς σεαυτοῦ παρέδωκας;’ ‘ἔγωγε.’ ‘ἆρα τῷ τυχόντι καὶ ἀπείρῳ ἱππικῆς;’ ‘οὐδαμῶς.’ ‘τί δ᾽; ᾧ τινι τὸ χρυσίον ἢ τὸ ἀργύριον ἢ τὴν ἐσθῆτα;’ ‘οὐδὲ ταῦτα τῷ τυχόντι.’ [19] ‘τὸ σῶμα δὲ τὸ σαυτοῦ ἤδη τινὶ ἔσκεψαι ἐπιτρέψαι εἰς ἐπιμέλειαν αὐτοῦ;’ ‘πῶς γὰρ οὔ;’ ‘ἐμπείρῳ δηλονότι καὶ τούτῳ ἀλειπτικῆς ἢ ἰατρικῆς;’ ‘πάνυ μὲν οὖν.’ [20] ‘πότερον ταῦτά σοι τὰ κράτιστά ἐστιν ἢ καὶ ἄλλο τι ἐκτήσω πάντων ἄμεινον;’ ‘ποῖον καὶ λέγεις;’ ‘τὸ αὐτοῖς νὴ Δία τούτοις χρώμενον καὶ δοκιμάζον ἕκαστον καὶ βουλευόμενον.’ [21] ‘ἆρά γε τὴν ψυχὴν λέγεις;’ ‘ὀρθῶς ὑπέλαβες: ταύτην γάρ τοι καὶ λέγω.’ ‘πολὺ νὴ Δία τῶν ἄλλων τοῦτο ἄμεινον δοκῶ μοι κεκτῆσθαι.’ [22] ‘ἔχεις οὖν εἰπεῖν, ὅτῳ τρόπῳ τῆς ψυχῆς ἐπιμεμέλησαι; οὐ γὰρ εἰκῇ χὠς ἔτυχεν εἰκός σε οὕτως σοφὸν ὄντα καὶ ἐν τῇ πόλει δόκιμον τὸ κράτιστον τῶν σεαυτοῦ περιορᾶν ἀμελούμενον καὶ ἀπολλύμενον.’ [23] ‘οὐδαμῶς.’ ‘ἀλλ᾽ αὐτὸς ἐπιμεμέλησαι αὐτοῦ; πότερον μαθὼν παρά του ἢ εὑρὼν αὐτός;’ ὧδε λοιπὸν ὁ κίνδυνος, μὴ πρῶτον μὲν εἴπῃ [24] ‘τί δέ σοι μέλει, βέλτιστε; κύριός μου εἶ;’ εἶτ᾽ ἂν ἐπιμείνῃς πράγματα παρέχων, διαράμενος κονδύλους σοι δῷ. [25] τούτου τοῦ πράγματος ἤμην ποτὲ ζηλωτὴς καὶ αὐτός, πρὶν εἰς ταῦτα ἐμπεσεῖν.

  περὶ τοῦ ἀγωνιᾶν.

  ὅταν ἀγωνιῶντα ἴδω ἄνθρωπον, λέγω: οὗτος τί ποτε θέλει; εἰ μὴ τῶν οὐκ ἐφ᾽ αὑτῷ τι ἤθελεν, πῶς ἂν ἔτι ἠγωνία; [2] διὰ τοῦτο καὶ ὁ κιθαρῳδὸς μόνος μὲν ᾁδων οὐκ ἀγωνιᾷ, εἰς θέατρον δ᾽ εἰσερχόμενος, κἂν λίαν εὔφωνος ᾖ καὶ καλῶς κιθαρίζῃ: οὐ γὰρ ᾆσαι μόνον θέλει καλῶς, ἀλλ�
�� καὶ εὐδοκιμῆσαι, τοῦτο δ᾽ οὐκέτι ἐστὶν ἐπ᾽ αὐτῷ. [3] λοιπὸν οὗ μὲν ἡ ἐπιστήμη αὐτῷ πρόσεστιν, ἐκεῖ τὸ θάρσος: φέρε ὃν θέλεις ἰδιώτην καὶ οὐκ ἐπιστρέφεται: ὅπου δ᾽ οὐκ οἶδεν οὐδὲ μεμελέτηκεν, ἐκεῖ ἀγωνιᾷ. [4] τί δ᾽ ἔστι τοῦτο; οὐκ οἶδεν, τί ἐστιν ὄχλος οὐδὲ τί ὄχλου ἔπαινος: ἀλλὰ τὴν νήτην μὲν τύπτειν ἔμαθεν καὶ τὴν ὑπάτην, ἔπαινος δ᾽ ὁ παρὰ τῶν πολλῶν τί ἐστι καὶ τίνα δύναμιν ἔχει ἐν βίῳ οὔτε οἶδεν οὔτε μεμελέτηκεν αὐτό. [5] ἀνάγκη λοιπὸν τρέμειν καὶ ὠχριᾶν. κιθαρῳδὸν μὲν οὖν οὐ δύναμαι εἰπεῖν μὴ εἶναι, ὅταν ἴδω τινὰ φοβούμενον, ἄλλο δέ τι δύναμαι εἰπεῖν καὶ οὐδὲ ἕν, ἀλλὰ πολλά. [6] καὶ πρῶτον πάντων ξένον αὐτὸν καλῶ καὶ λέγω: οὗτος ὁ ἄνθρωπος οὐκ οἶδεν ποῦ τῆς γῆς ἐστιν, ἀλλ᾽ ἐκ τοσούτου χρόνου ἐπιδημῶν ἀγνοεῖ τοὺς νόμους τῆς πόλεως καὶ τὰ ἔθη καὶ τί ἔξεστι καὶ τί οὐκ ἔξεστιν. ἀλλ᾽ οὐδὲ νομικόν τινα παρέλαβεν πώποτε τὸν ἐροῦντα αὐτῷ καὶ ἐξηγησόμενον τὰ νόμιμα: [7] ἀλλὰ διαθήκην μὲν οὐ γράφει μὴ εἰδὼς πῶς δεῖ γράφειν ἢ παραλαβὼν τὸν εἰδότα οὐδ᾽ ἐγγύην ἄλλως σφραγίζεται ἢ ἀσφάλειαν γράφει, ὀρέξει δὲ χρῆται δίχα νομικοῦ καὶ ἐκκλίσει καὶ ὁρμῇ καὶ ἐπιβολῇ καὶ προθέσει. [8] πῶς δίχα νομικοῦ; οὐκ οἶδεν ὅτι θέλει τὰ μὴ διδόμενα καὶ οὐ θέλει τὰ ἀναγκαῖα καὶ οὐκ οἶδεν οὔτε τὰ ἴδια οὔτε τὰ ἀλλότρια. εἰ δέ γ᾽ ᾔδει, οὐδέποτ᾽ ἂν ἐνεποδίζετο, οὐδέποτ᾽ ἐκωλύετο, οὐκ ἂν ἠγωνία. [9] πῶς γὰρ οὔ; φοβεῖταί τις οὖν ὑπὲρ τῶν μὴ κακῶν; — οὔ. — τί δ᾽; ὑπὲρ τῶν κακῶν μέν, ἐπ᾽ αὐτῷ δ᾽ ὄντων ὥστε μὴ συμβῆναι; [10] — οὐδαμῶς. — εἰ οὖν τὰ μὲν ἀπροαίρετα οὔτ᾽ ἀγαθὰ οὔτε κακά, τὰ προαιρετικὰ δὲ πάντα ἐφ᾽ ἡμῖν καὶ οὔτ᾽ ἀφελέσθαι τις ἡμῶν αὐτὰ δύναται οὔτε περιποιῆσαι ἃ οὐ θέλομεν αὐτῶν, ποῦ ἔτι τόπος ἀγωνίας; [11] ἀλλὰ περὶ τοῦ σωματίου ἀγωνιῶμεν, ὑπὲρ τοῦ κτησιδίου, περὶ τοῦ τί δόξει τῷ Καίσαρι, περὶ τῶν ἔσω δ᾽ οὐδενός. μή τι περὶ τοῦ μὴ ψεῦδος ὑπολαβεῖν; — οὔ: ἐπ᾽ ἐμοὶ γάρ ἐστιν. — μή τι τοῦ ὁρμῆσαι παρὰ φύσιν; — οὐδὲ περὶ τούτου. — ὅταν οὖν ἴδῃς τινὰ ὠχριῶντα, [12] ὡς ὁ ἰατρὸς ἀπὸ τοῦ χρώματος λέγει ‘τούτου ὁ σπλὴν πέπονθε, τούτου δὲ τὸ ἧπαρ,’ οὕτως καὶ σὺ λέγε ‘τούτου ὄρεξις καὶ ἔκκλισις πέπονθεν, οὐκ εὐοδεῖ, φλεγμαίνει.’ [13] χρῶμα γὰρ οὐ μεταβάλλει οὐδὲν ἄλλο οὐδὲ τρόμον ποιεῖ οὐδὲ ψόφον τῶν ὀδόντων οὐδὲ

 

‹ Prev