Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86)

Home > Nonfiction > Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86) > Page 103
Delphi Complete Works of Epictetus (Illustrated) (Delphi Ancient Classics Book 86) Page 103

by Epictetus


  [17] ἄλλον τρόπον δεῖ ἐπὶ ταῦτα ἐλθεῖν: μέγα ἐστὶ τὸ πρᾶγμα, μυστικόν ἐστιν, οὐχ ὡς ἔτυχεν οὐδὲ τῷ τυχόντι δεδομένον. [18] ἀλλ᾽ οὐδὲ σοφὸν εἶναι τυχὸν ἐξαρκεῖ πρὸς τὸ ἐπιμεληθῆναι νέων: δεῖ δὲ καὶ προχειρότητά τινα εἶναι καὶ ἐπιτηδειότητα πρὸς τοῦτο, νὴ τὸν Δία, καὶ σῶμα ποιὸν καὶ πρὸ πάντων τὸν θεὸν συμβουλεύειν ταύτην τὴν χώραν κατασχεῖν, [19] ὡς Σωκράτει συνεβούλευεν τὴν ἐλεγκτικὴν χώραν ἔχειν, ὡς Διογένει τὴν βασιλικὴν καὶ ἐπιπληκτικήν, ὡς Ζήνωνι τὴν διδασκαλικὴν καὶ δογματικήν. [20] σὺ δ᾽ ἰατρεῖον ἀνοίγεις ἄλλο οὐδὲν ἔχων ἢ φάρμακα, ποῦ δὲ ἢ πῶς ἐπιτίθεται ταῦτα, μήτε εἰδὼς μήτε πολυπραγμονήσας. [21] ‘ἰδοὺ ἐκεῖνος ταῦτα, κολλύρια: κἀγὼ ἔχω.’ μή τι οὖν καὶ τὴν δύναμιν τὴν χρηστικὴν αὐτοῖς; μή τι οἶδας καὶ πότε καὶ πῶς ὠφελήσει καὶ τίνα; [22] τί οὖν κυβεύεις ἐν τοῖς μεγίστοις, τί ῥᾳδιουργεῖς, τί ἐπιχειρεῖς πράγματι μηδέν σοι προσήκοντι; ἄφες αὐτὸ τοῖς δυναμένοις, τοῖς κοσμοῦσι. μὴ προστρίβου καὶ αὐτὸς αἶσχος φιλοσοφίᾳ διὰ σαυτοῦ, μηδὲ γίνου μέρος τῶν διαβαλλόντων τὸ ἔργον. [23] ἀλλὰ εἴ σε ψυχαγωγεῖ τὰ θεωρήματα, καθήμενος αὐτὰ στρέφε αὐτὸς ἐπὶ σεαυτοῦ: φιλόσοφον δὲ μηδέποτ᾽ εἴπῃς σεαυτὸν μηδ᾽ ἄλλου ἀνάσχῃ λέγοντος, ἀλλὰ λέγε ‘πεπλάνηται: ἐγὼ γὰρ οὔτ᾽ ὀρέγομαι ἄλλως ἢ πρότερον οὐδ᾽ ὁρμῶ ἐπ᾽ ἄλλα οὐδὲ συγκατατίθεμαι ἄλλοις οὐδ᾽ ὅλως ἐν χρήσει φαντασιῶν παρήλλαχά τι ἀπὸ τῆς πρότερον καταστάσεως.’ [24] ταῦτα φρόνει καὶ λέγε περὶ σεαυτοῦ, εἰ θέλεις τὰ κατ᾽ ἀξίαν φρονεῖν: εἰ δὲ μή, κύβευε καὶ ποίει ἃ ποιεῖς. ταῦτα γάρ σοι πρέπει.

  περὶ Κυνισμοῦ.

  πυθομένου δὲ τῶν γνωρίμων τινὸς αὐτοῦ, ὃς ἐφαίνετο ἐπιρρεπῶς ἔχων πρὸς τὸ κυνίσαι, Ποῖόν τινα εἶναι δεῖ τὸν κυνίζοντα καὶ τίς ἡ πρόληψις ἡ τοῦ πράγματος, Σκεψόμεθα κατὰ σχολήν. [2] τοσοῦτον δ᾽ ἔχω σοι εἰπεῖν, ὅτι ὁ δίχα θεοῦ τηλικούτῳ πράγματι ἐπιβαλλόμενος θεοχόλωτός ἐστι καὶ οὐδὲν ἄλλο ἢ δημοσίᾳ θέλει ἀσχημονεῖν. [3] οὐδὲ γὰρ ἐν οἰκίᾳ καλῶς οἰκουμένῃ παρελθών τις αὐτὸς ἑαυτῷ λέγει ‘ἐμὲ δεῖ οἰκονόμον εἶναι:’ εἰ δὲ μή, ἐπιστραφεὶς ὁ κύριος καὶ ἰδὼν αὐτὸν σοβαρῶς διατασσόμενον, ἑλκύσας ἔτεμεν. [4] οὕτως γίνεται καὶ ἐν τῇ μεγάλῃ ταύτῃ πόλει. ἔστι γάρ τις καὶ ἐνθάδ᾽ οἰκοδεσπότης ἕκαστα ὁ διατάσσων. [5] ‘σὺ ἥλιος εἶ: δύνασαι περιερχόμενος ἐνιαυτὸν ποιεῖν καὶ ὥρας καὶ τοὺς καρποὺς αὔξειν καὶ τρέφειν καὶ ἀνέμους κινεῖν καὶ ἀνιέναι καὶ τὰ σώματα τῶν ἀνθρώπων θερμαίνειν συμμέτρως: ὕπαγε, περιέρχου καὶ οὕτως διακίνει ἀπὸ τῶν μεγίστων ἐπὶ τὰ μικρότατα. [6] σὺ μοσχάριον εἶ: ὅταν ἐπιφανῇ λέων, τὰ σαυτοῦ πρᾶσσε: εἰ δὲ μή, οἰμώξεις. σὺ ταῦρος εἶ, προσελθὼν μάχου: σοὶ γὰρ τοῦτο ἐπιβάλλει καὶ πρέπει καὶ δύνασαι αὐτὸ ποιεῖν. [7] σὺ δύνασαι ἡγεῖσθαι τοῦ στρατεύματος ἐπὶ Ἴλιον: ἴσθι Ἀγαμέμνων. σὺ δύνασαι τῷ Ἕκτορι μονομαχῆσαι: ἴσθι Ἀχιλλεύς.’ [8] εἰ δὲ Θερσίτης παρελθὼν ἀντεποιεῖτο τῆς ἀρχῆς, ἢ οὐκ ἂν ἔτυχεν ἢ τυχὼν ἂν ἠσχημόνησεν ἐν πλείοσι μάρτυσι.

  [9] καὶ σὺμβούλευσαι περὶ πράγματος ἐπιμελῶς: οὐκ ἔστιν οἷον δοκεῖ σοι. [10] ‘τριβώνιον καὶ νῦν φορῶ καὶ τόθ᾽ ἕξω, κοιμῶμαι καὶ νῦν σκληρῶς καὶ τότε κοιμήσομαι, πηρίδιον προσλήψομαι καὶ ξύλον καὶ περιερχόμενος αἰτεῖν ἄρξομαι τοὺς ἀπαντῶντας, λοιδορεῖν: κἂν ἴδω τινὰ δρωπακιζόμενον, ἐπιτιμήσω αὐτῷ, κἂν τὸ κόμιον πεπλακότα ἢ ἐν κοκκίνοις περιπατοῦντα.’ [11] εἰ τοιοῦτόν τι φαντάζῃ τὸ πρᾶγμα, μακρὰν ἀπ᾽ αὐτοῦ: μὴ προσέλθῃς, οὐδέν ἐστι πρὸς σέ. [12] εἰ δ᾽ οἷόν ἐστι φανταζόμενος οὐκ ἀπαξιοῖς σεαυτόν, σκέψαι ἡλίκῳ πράγματι ἐπιχειρεῖς. [13]

  πρῶτον ἐν τοῖς κατὰ σαυτὸν οὐκέτι δεῖ σε ὅμοιον ἐν οὐδενὶ φαίνεσθαι οἷς νῦν ποιεῖς, οὐ θεῷ ἐγκαλοῦντα, οὐκ ἀνθρώπῳ: ὄρεξιν ἆραί σε δεῖ παντελῶς, ἔκκλισιν ἐπὶ μόνα μεταθεῖναι τὰ προαιρετικά: σοὶ μὴ ὀργὴν εἶναι, μὴ μῆνιν, μὴ φθόνον, μὴ ἔλεον: μὴ κοράσιόν σοι φαίνεσθαι καλόν, μὴ δοξάριον, μὴ παιδάριον, μὴ πλακουντάριον. [14] ἐκεῖνο γὰρ εἰδέναι σε δεῖ, ὅτι οἱ ἄλλοι ἄνθρωποι τοὺς τοίχους προβέβληνται καὶ τὰς οἰκίας καὶ τὸ σκότος, ὅταν τι τῶν τοιούτων ποιῶσιν, καὶ τὰ κρύψοντα πολλὰ ἔχουσιν. κέκλεικε τὴν θύραν, ἕστακέν τινα πρὸ τοῦ κοιτῶνος: ‘ἄν τις ἔλθῃ, λέγε ὅτι ἔξω ἐστίν, οὐ σχολάζει.’ [15] ὁ Κυνικὸς δ᾽ ἀντὶ πάντων τούτων ὀφείλει τὴν αἰδῶ προβεβλῆσθαι: εἰ δὲ μή, γυμνὸς καὶ ἐν ὑπαίθρῳ ἀσχημονήσει. τοῦτο οἰκία ἐστὶν αὐτῷ, τοῦτο θύρα, τοῦτο οἱ ἐπὶ τοῦ κοιτῶνος, τοῦτο σκότος. [16] οὔτε γὰρ θέλειν τι δεῖ ἀποκρύπτειν αὐτὸν τῶν ἑαυτοῦ (εἰ δὲ μή, ἀπῆλθεν, ἀπώλεσε τὸν Κυνικόν, τὸν ὕπαιθρον, τὸν ἐλεύθερον, ἦρκταί τι τῶν ἐντὸς φοβεῖσθαι, ἦρκται χρείαν ἔχειν τοῦ ἀποκρύψοντος) οὔτε ὅταν θέλῃ δύναται. ποῦ γὰρ αὑτὸν ἀποκρύψῃ ἢ πῶς; [17] ἂν δ᾽ ἀπὸ τύχης ἐμπέσῃ ὁ παιδευτὴς ὁ κοινός, ὁ παιδαγωγός, οἷα πάσχειν ἀνάγκη; [18] ταῦτ᾽ οὖν δεδοικότα ἐπιθαρρεῖν οἷόν τ᾽ ἔτι ἐξ ὅλης ψυχῆς ἐπιστατεῖν τοῖς ἄλλοις ἀνθρώποις; [19] ἀμήχανον, ἀδύνατον. πρῶτον οὖν τὸ ἡγεμονικόν σε δεῖ τὸ σαυτοῦ καθαρὸν ποιῆσαι καὶ τὴν ἔνστασιν ταύτην: [20] ‘νῦν ἐμοὶ ὕλη ἐστὶν ἡ ἐμὴ διάνοια, ὡ
ς τῷ τέκτονι τὰ ξύλα, ὡς τῷ σκυτεῖ τὰ δέρματα: ἔργον δ᾽ ὀρθὴ χρῆσις τῶν φαντασιῶν. [21] τὸ σωμάτιον δὲ οὐδὲν πρὸς ἐμέ: τὰ τούτου μέρη οὐδὲν πρὸς ἐμέ. θάνατος; ἐρχέσθω, ὅταν θέλῃ, εἴτε ὅλου εἴτε μέρους τινός. [22] φυγή; καὶ ποῦ δύναταί τις ἐκβαλεῖν; ἔξω τοῦ κόσμου οὐ δύναται. ὅπου δ᾽ ἂν ἀπέλθω, ἐκεῖ ἥλιος, ἐκεῖ σελήνη, ἐκεῖ ἄστρα, ἐνύπνια, οἰωνοί, ἡ πρὸς θεοὺς ὁμιλία.’ [23]

  εἶθ᾽ οὕτως παρασκευασάμενον οὐκ ἔστι τούτοις ἀρκεῖσθαι τὸν ταῖς ἀληθείαις Κυνικόν, ἀλλ᾽ εἰδέναι δεῖ, ὅτι ἄγγελος ἀπὸ τοῦ Διὸς ἀπέσταλται καὶ πρὸς τοὺς ἀνθρώπους περὶ ἀγαθῶν καὶ κακῶν ὑποδείξων αὐτοῖς, ὅτι πεπλάνηνται καὶ ἀλλαχοῦ ζητοῦσι τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὅπου οὐκ ἔστιν, ὅπου δ᾽ ἔστιν, οὐκ ἐνθυμοῦνται, [24] καὶ ὡς ὁ Διογένης ἀπαχθεὶς πρὸς Φίλιππον μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην κατάσκοπος εἶναι. τῷ γὰρ ὄντι κατάσκοπός ἐστιν ὁ Κυνικὸς τοῦ τίνα ἐστὶ τοῖς ἀνθρώποις φίλα καὶ τίνα πολέμια. [25] καὶ δεῖ αὐτὸν ἀκριβῶς κατασκεψάμενον ἐλθόντ᾽ ἀπαγγεῖλαι τἀληθῆ μήθ᾽ ὑπὸ φόβου ἐκπλαγέντα, ὥστε τοὺς μὴ ὄντας πολεμίους δεῖξαι, μήτε τινὰ ἄλλον τρόπον ὑπὸ τῶν φαντασιῶν παραταραχθέντα ἢ συγχυθέντα.

  [26] δεῖ οὖν αὐτὸν δύνασθαι ἀνατεινάμενον, ἂν οὕτως τύχῃ, καὶ ἐπὶ σκηνὴν τραγικὴν ἀνερχόμενον λέγειν τὸ τοῦ Σωκράτους: ἰὼ ἄνθρωποι, ποῖ φέρεσθε; τί ποιεῖτε, ὦ ταλαίπωροι; ὡς τυφλοὶ ἄνω καὶ κάτω κυλίεσθε: ἄλλην ὁδὸν ἀπέρχεσθε τὴν οὖσαν ἀπολελοιπότες, ἀλλαχοῦ ζητεῖτε τὸ εὔρουν καὶ τὸ εὐδαιμονικόν, ὅπου οὐκ ἔστιν, οὐδ᾽ ἄλλου δεικνύοντος πιστεύετε. [27] τί αὐτὸ ἔξω ζητεῖτε; ἐν σώματι οὐκ ἔστιν. εἰ ἀπιστεῖτε, ἴδετε Μύρωνα, ἴδετε Ὀφέλλιον. ἐν κτήσει οὐκ ἔστιν. εἰ δ᾽ ἀπιστεῖτε, ἴδετε Κροῖσον, ἴδετε τοὺς νῦν πλουσίους, ὅσης οἰμωγῆς ὁ βίος αὐτῶν μεστός ἐστιν. ἐν ἀρχῇ οὐκ ἔστιν. εἰ δὲ μή γε, ἔδει τοὺς δὶς καὶ τρὶς ὑπάτους εὐδαίμονας εἶναι: οὐκ εἰσὶ δέ. [28] τίσιν περὶ τούτου πιστεύσομεν; ὑμῖν τοῖς ἔξωθεν τὰ ἐκείνων βλέπουσιν καὶ ὑπὸ τῆς φαντασίας περιλαμπομένοις ἢ αὐτοῖς ἐκείνοις; [29] τί λέγουσιν; ἀκούσατε αὐτῶν, ὅταν οἰμώζωσιν, ὅταν στένωσιν, ὅταν δι᾽ αὐτὰς τὰς ὑπατείας καὶ τὴν δόξαν καὶ τὴν ἐπιφάνειαν ἀθλιώτερον οἴωνται καὶ ἐπικινδυνότερον ἔχειν. [30] ἐν βασιλείᾳ οὐκ ἔστιν. εἰ δὲ μή, Νέρων ἂν εὐδαίμων ἐγένετο καὶ Σαρδανάπαλλος. ἀλλ᾽ οὐδ᾽ Ἀγαμέμνων εὐδαίμων ἦν καίτοι κομψότερος ὢν Σαρδαναπάλλου καὶ Νέρωνος, ἀλλὰ τῶν ἄλλων ῥεγκόντων ἐκεῖνος τί ποιεῖ;

  πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας.

  καὶ αὐτὸς τί λέγει;

  πλάζομαι ὧδε,

  φησίν, καὶ

  ἀλαλύκτημαι: κραδίη δέ μοι ἔξω

  στηθέων ἐκθρῴσκει.

  τάλας, τί τῶν σῶν ἔχει κακῶς; [31] ἡ κτῆσις; οὐκ ἔχει. τὸ σῶμα; οὐκ ἔχει. ἀλλὰ πολύχρυσος εἶ καὶ πολύχαλκος: τί οὖν σοι κακόν ἐστιν; ἐκεῖνο, ὅ τι ποτὲ ἠμέληταί σου καὶ κατέφθαρται, ᾧ ὀρεγόμεθα, ᾧ ἐκκλίνομεν, ᾧ ὁρμῶμεν καὶ ἀφορμῶμεν. [32] πῶς ἠμέληται; ἀγνοεῖ τὴν οὐσίαν τοῦ ἀγαθοῦ πρὸς ἣν πέφυκε καὶ τὴν τοῦ κακοῦ καὶ τί ἴδιον ἔχει καὶ τί ἀλλότριον. καὶ ὅταν τι τῶν ἀλλοτρίων κακῶς ἔχῃ, λέγει ‘οὐαί μοι, οἱ γὰρ Ἕλληνες κινδυνεύουσι.’ [33] ταλαίπωρον ἡγεμονικὸν καὶ μόνον ἀτημέλητον καὶ ἀθεράπευτον. ‘μέλλουσιν ἀποθνῄσκειν ὑπὸ τῶν Τρώων ἀναιρεθέντες.’ ἂν δ᾽ αὐτοὺς οἱ Τρῶες μὴ ἀποκτείνωσιν, οὐ μὴ ἀποθάνωσιν; ‘ναί, ἀλλ᾽ οὐχ᾽ ὑφ᾽ ἓν πάντες.’ τί οὖν διαφέρει; εἰ γὰρ κακόν ἐστι τὸ ἀποθανεῖν, ἄν τε ὁμοῦ ἄν τε καθ᾽ ἕνα ὁμοίως κακόν ἐστιν. μή τι ἄλλο τι μέλλει γίνεσθαι ἢ τὸ σωμάτιον χωρίζεσθαι καὶ ἡ ψυχή; [34] οὐδέν. σοὶ δὲ ἀπολλυμένων τῶν Ἑλλήνων ἡ θύρα κέκλεισται; οὐκ ἔξεστιν ἀποθανεῖν; ‘ἔξεστιν.’ τί οὖν πενθεῖς; ‘οὐᾶ, βασιλεὺς καὶ τὸ τοῦ Διὸς σκῆπτρον ἔχων.’ ἀτυχὴς βασιλεὺς οὐ γίνεται: οὐ μᾶλλον ἢ ἀτυχὴς θεός. [35] τί οὖν εἶ; ποιμὴν ταῖς ἀληθείαις: οὕτως γὰρ κλάεις ὡς οἱ ποιμένες, ὅταν λύκος ἁρπάσῃ τι τῶν προβάτων αὐτῶν: καὶ οὗτοι δὲ πρόβατά εἰσιν οἱ ὑπὸ σοῦ ἀρχόμενοι. [36] τί δὲ καὶ ἤρχου; μή τι ὄρεξις ὑμῖν ἐκινδυνεύετο, μή τι ἔκκλισις, μή τι ὁρμή, μή τι ἀφορμή; ‘οὔ,’ φησίν, ‘ἀλλὰ τοῦ ἀδελφοῦ μου τὸ γυναικάριον ἡρπάγη.’ [37] οὐκ οὖν κέρδος μέγα στερηθῆναι μοιχικοῦ γυναικαρίου; ‘καταφρονηθῶμεν οὖν ὑπὸ τῶν Τρώων;’ τίνων ὄντων; φρονίμων ἢ ἀφρόνων; εἰ φρονίμων, τί αὐτοῖς πολεμεῖτε; εἰ ἀφρόνων, τί ὑμῖν μέλει;

  [38] ‘ἐν τίνι οὖν ἔστι τὸ ἀγαθόν, ἐπειδὴ ἐν τούτοις οὐκ ἔστιν; εἰπὲ ἡμῖν, κύριε ἄγγελε καὶ κατάσκοπε.’ ‘ὅπου οὐ δοκεῖτε οὐδὲ θέλετε ζητῆσαι αὐτό. εἰ γὰρ ἠθέλετε, εὕρετε ἂν αὐτὸ ἐν ὑμῖν ὂν οὐδ᾽ ἂν ἔξω ἐπλάζεσθε οὐδ᾽ ἂν ἐζητεῖτε τὰ ἀλλότρια ὡς ἴδια. [39] ἐπιστρέψατε αὐτοὶ ἐφ᾽ ἑαυτούς, καταμάθετε τὰς προλήψεις ἃς ἔχετε. ποῖόν τι φαντάζεσθε τὸ ἀγαθόν; τὸ εὔρουν, τὸ εὐδαιμονικόν, τὸ ἀπαραπόδιστον. ἄγε, μέγα δ᾽ αὐτὸ φυσικῶς οὐ φαντάζεσθε; ἀξιόλογον οὐ φαντάζεσθε; ἀβλαβὲς οὐ φαντάζεσθε; [40] ἐν ποίᾳ οὖν ὕλῃ δεῖ ζητεῖν τὸ εὔρουν καὶ ἀπαραπόδιστον; ἐν τῇ δούλῃ ἢ ἐν τῇ ἐλευθέρᾳ;’ ‘ἐν τῇ ἐλευθέρᾳ.’ ‘τὸ σωμάτιον οὖν ἐλεύθερον ἔχετε ἢ δοῦλον;’ ‘οὐκ ἴσμεν.’ ‘
οὐκ ἴστε ὅτι πυρετοῦ δοῦλόν ἐστιν, ποδάγρας, ὀφθαλμίας, δυσεντερίας, τυράννου, πυρός, σιδήρου, παντὸς τοῦ ἰσχυροτέρου;’ [41] ‘ναὶ δοῦλον.’ ‘πῶς οὖν ἔτι ἀνεμπόδιστον εἶναί τι δύναται τῶν τοῦ σώματος; πῶς δὲ μέγα ἢ ἀξιόλογον τὸ φύσει νεκρόν, ἡ γῆ, ὁ πηλός; τί οὖν; οὐδὲν ἔχετε ἐλεύθερον;’ ‘μήποτε οὐδέν.’ [42] ‘καὶ τίς ὑμᾶς ἀναγκάσαι δύναται συγκαταθέσθαι τῷ ψευδεῖ φαινομένῳ;’ ‘οὐδείς.’ ‘τίς δὲ μὴ συγκαταθέσθαι τῷ φαινομένῳ ἀληθεῖ;’ ‘οὐδείς.’ ‘ἐνθάδ᾽ οὖν ὁρᾶτε, ὅτι ἔστι τι ἐν ὑμῖν ἐλεύθερον φύσει. [43] ὀρέγεσθαι δ᾽ ἢ ἐκκλίνειν ἢ ὁρμᾶν ἢ ἀφορμᾶν ἢ παρασκευάζεσθαι ἢ προτίθεσθαι τίς ὑμῶν δύναται μὴ λαβὼν φαντασίαν λυσιτελοῦς ἢ μὴ καθήκοντος;’ ‘οὐδείς.’ ‘ἔχετε οὖν καὶ ἐν τούτοις ἀκώλυτον καὶ ἐλεύθερον. [44] ταλαίπωροι, τοῦτο ἐξεργάζεσθε, τούτου ἐπιμέλεσθε, ἐνταῦθα ζητεῖτε τὸ ἀγαθόν.’

  [45] καὶ πῶς ἐνδέχεται μηδὲν ἔχοντα, γυμνόν, ἄοικον, ἀνέστιον, αὐχμῶντα, ἄδουλον, ἄπολιν διεξάγειν εὐρόως; [46] ἰδοὺ ἀπέσταλκεν ὑμῖν ὁ θεὸς τὸν δείξοντα ἔργῳ, ὅτι ἐνδέχεται. [47] ‘ἴδετέ με, ἄοικός εἰμι, ἄπολις, ἀκτήμων, ἄδουλος: χαμαὶ κοιμῶμαι: οὐ γυνή, οὐ παιδία, οὐ πραιτωρίδιον, ἀλλὰ γῆ μόνον καὶ οὐρανὸς καὶ ἓν τριβωνάριον. [48] καὶ τί μοι λείπειν; οὐκ εἰμὶ ἄλυπος, οὐκ εἰμὶ ἄφοβος, οὐκ εἰμὶ ἐλεύθερος; πότε ὑμῶν εἶδέν μέ τις ἐν ὀρέξει με ἀποτυγχάνοντα, πότ᾽ ἐν ἐκκλίσει περιπίπτοντα; πότ᾽ ἐμεμψάμην ἢ θεὸν ἢ ἄνθρωπον, πότ᾽ ἐνεκάλεσά τινι; μή τις ὑμῶν ἐσκυθρωπακότα με εἶδεν; πῶς δ᾽ ἐντυγχάνω τούτοις, [49] οὓς ὑμεῖς φοβεῖσθε καὶ θαυμάζετε; οὐχ ὡς ἀνδραπόδοις; τίς με ἰδὼν οὐχὶ τὸν βασιλέα τὸν ἑαυτοῦ ὁρᾶν οἴεται καὶ δεσπότην;’

 

‹ Prev