Delphi Complete Works of Quintus Smyrnaeus
Page 40
αἶψα δ᾽ ἄρ᾽ ἀμφοτέρωθε συνήλυθον εἰς ἕνα χῶρον
Τρώων ἔθνεα πολλὰ μενεπτολέμων τ᾽ Ἀργείων
20 μαιμώωντ᾽ ἐς Ἄρηα διεγρομένου πολέμοιο.
Πηλείδης δ᾽ ἐν τοῖσι πολὺν περιδάμνατο λαὸν
δυσμενέων: πάντῃ δὲ φερέσβιος αἵματι γαῖα
δεύετο, καὶ νεκύεσσι περιστείνοντο ῥέεθρα
Ξάνθου καὶ Σιμόεντος: ὁ δ᾽ ἑσπόμενος κεράϊζε
25 μέχρις ἐπὶ πτολίεθρον, ἐπεὶ φόβος ἄμφεχε λαούς.
καί νύ κε πάντας ὄλεσσε, πύλας δ᾽ εἰς οὖδας ἔρεισε
θαιρῶν ἐξερύσας, ἢ καὶ συνέαξεν ὀχῆας
δόχμιος ἐγχριμφθείς, Δαναοῖσι δὲ θῆκε κέλευθον
ἐς Πριάμοιο πόληα, διέπραθε δ᾽ ὄλβιον ἄστυ,
30 εἰ μή οἱ μέγα Φοῖβος ἀνηλέϊ χώσατο θυμῷ,
ὡς ἴδεν ἄσπετα φῦλα δαϊκταμένων ἡρώων.
αἶψα δ᾽ ἀπ᾽ Οὐλύμποιο κατήλυθε θηρὶ ἐοικὼς
ἰοδόκην ὤμοισιν ἔχων καὶ ἀναλθέας ἰούς:
ἔστη δ᾽ Αἰακίδαο καταντίον: ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
35 γωρυὸς καὶ τόξα μὲγ᾽ ἴαχεν: ἐκ δέ οἱ ὄσσων
πῦρ ἄμοτον μάρμαιρε: ποσὶν δ᾽ ὑπεκίνυτο γαῖα.
σμερδαλέον δ᾽ ἤϋσε μέγας θεός, ὄφρ᾽ Ἀχιλῆα
τρέψῃ ἀπὸ πτολέμοιο θεοῦ ὄπα ταρβήσαντα
θεσπεσίην, καὶ Τρῶας ὑπὲκ θανάτοιο σαώσῃ:
40 ‘χάζεο, Πηλείδη, Τρώων ἑκάς, οὐ γὰρ ἔοικεν
οὔ σ᾽ ἔτι δυσμενέεσσι κακὰς ἐπὶ κῆρας ἰάλλειν,
μή σε καὶ ἀθανάτων τις ἀπ᾽ Οὐλύμποιο χαλέψῃ.’
ὣς ἄρ᾽ ἔφη: ὁ δ᾽ ἄρ᾽ οὔτι θεοῦ τρέσεν ἄμβροτον αὐδήν:
ἤδη γάρ οἱ Κῆρες ἀμείλιχοι ἀμφεποτῶντο:
45 τοὔνεκ᾽ ἄρ᾽ οὐκ ἀλέγιζε θεοῦ, μέγα δ᾽ ἴαχεν ἄντην:
‘Φοῖβε, τί ἤ με θεοῖσι καὶ οὐ μεμαῶτα μάχεσθαι
ὀτρύνεις Τρώεσσιν ὑπερφιάλοισιν ἀμύνων;
ἤδη γὰρ καὶ πρόσθε μ᾽ ἀποστρέψας ὀρυμαγδοῦ
ἤπαφες, ὁππότε πρῶτον ὑπεξεσάωσας ὀλέθρου
50 Ἕκτορα, τῷ μέγα Τρῶες ἀνὰ πτόλιν εὐχετόωντο.
ἀλλ᾽ ἀναχάζεο τῆλε καὶ ἐς μακάρων ἕδος ἄλλων
ἔρχεο, μή σε βάλοιμι καὶ ἀθάνατόν περ ἐόντα.’
ὣς εἰπὼν ἀπάτερθε θεὸν λίπε, βῆ δ᾽ ἐπὶ Τρῶας,
οἵ ῥ᾽ ἔτι που φεύγεσκον ἀεὶ προπάροιθε πόληος,
55 καὶ τοὺς μὲν σεύεσκεν: ὁ δ᾽ ἀσχαλόων ἐνὶ θυμῷ
Φοῖβος ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν:
‘ὦ πόποι, ὡς ὅ γε μαίνετ᾽ ἀνὰ φρένας: ἀλλά οἱ οὔτι
οὐδ᾽ αὐτὸς Κρονίδης ἔτ᾽ ἀλέξεται οὔτε τις ἄλλος
οὕτω μαργαίνοντι καὶ ἀντιόωντι θεοῖσιν.’
60 ὣς ἄρ᾽ ἔφη, καὶ ἄϊστος ὁμοῦ νεφέεσσιν ἐτύχθη:
ἠέρα δ᾽ ἐσσάμενος στυγερὸν προέηκε Βέλεμνον,
καί ἑ θοῶς οὔτησε κατὰ σφυρόν: αἶψα δ᾽ ἀνῖαι
δῦσαν ὑπὸ κραδίην: ὁ δ᾽ ἀνετράπετ᾽ ἠΰτε πύργος,
ὅν τε βίη τυφῶνος ὑποχθονίῃ στροφάλιγγι
65 ῥήξῃ ὑπὲρ δαπέδοιο κραδαινομένης βαθὺ γαίης:
ὣς ἐκλίθη δέμας ἠῢ κατ᾽ οὔδεος Αἰακίδαο.
ἀμφὶ δὲ παπτήνας ὀλοὸν καὶ † ἔπος ἀκράαντον ὁμόκλα:
‘τίς νύ μοι αἰνὸν ὀϊστὸν ἐπιπροέηκε κρυφηδόν;
τλήτω μευ κατέναντα καὶ εἰς ἀναφανδὸν ἱκέσθαι,
70 ὄφρα δέ οἱ μέλαν αἷμα καὶ ἔγκατα πάντα χυθείη
ἡμετέρῳ περὶ δουρὶ καὶ Ἄϊδα λυγρὸν ἵκηται:
οἶδα γὰρ ὡς οὔτις με δυνήσεται ἐγγύθεν ἐλθὼν
ἐγχείῃ δαμάσασθαι ἐπιχθονίων ἡρώων,
οὐδ᾽ εἴπερ στέρνοισι μάλ᾽ ἄτρομον ἦτορ ἔχῃσιν,
75 ἄτρομον ἦτορ ἔχῃσι λίην καὶ χάλκεος εἴη:
κρύβδα δ᾽ ἀνάλκιδες αἰὲν ἀγαυοτέρους λοχόωσι.
τῷ μευ ἴτω κατέναντα, καὶ εἰ θεὸς εὔχεται εἶναι
χωόμενος Δαναοῖς, ἐπεὶ ἦ νύ μοι ἦτορ ἔολπεν
ἔμμεναι Ἀπόλλωνα λυγρῇ κεκαλυμμένον ὄρφνῃ.
80 ὣς γάρ μοι τὸ πάροιθε φίλη διεπέφραδε μήτηρ
κείνου ὑπαὶ βελέεσσιν ὀϊζυρῶς ἀπολέσθαι
Σκαιῇς ἀμφὶ πύλῃσι: τὸ δ᾽ οὐκ ἀνεμώλιον ἦεν.’
ἦ καὶ λυγρὸν ὀϊστὸν ἀμειλίκτοισι χέρεσσιν
ἕλκεος ἐξείρυσσεν ἀναλθέος: ἐκ δέ οἱ αἷμα
85 ἔσσυτο τειρομένοιο: πότμος δέ οἱ ἦτορ ἐδάμνα.
ἀσχαλόων δ᾽ ἔρριψε βέλος: τὸ δ᾽ ἄρ᾽ αἶψα κιοῦσαι
πνοιαὶ ἀνηρείψαντο, δόσαν δέ μιν Ἀπόλλωνι
ἐς Διὸς οἰχομένῳ ζάθεον πέδον: οὐ γὰρ ἐῴκει
ἄμβροτον ἰὸν ὀλέσθαι ἀπ᾽ ἀθανάτοιο μολόντα.
90 δεξάμενος δ᾽ ὅ γε κραιπνὸς ἀφίκετο μακρὸν Ὄλυμπον
ἄλλων ἀθανάτων ἐς ὁμήγυριν, ᾗχι μάλιστα
πανσυδίῃ ἀγέροντο μάχην ἐσορώμενοι ἀνδρῶν:
οἱ μὲν γὰρ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι
οἱ δ᾽ αὖτ᾽ Ἀργείοις, διὰ δ᾽ ἄνδιχα μητιόωντες
95 δέρκοντο κτείνοντας ἀνὰ μόθον ὀλλυμένους τε.
τὸν δ᾽ ὁπότ᾽ εἰσενόησε Διὸς πινυτὴ παράκοιτις,
αὐτίκα μιν νείκεσσεν ἀνιηροῖς ἐπέεσσιν:
‘Φοῖβε, τί ἢ τόδ᾽ ἔρεξας ἀτάσθαλον ἤματι τῷδε,
λησάμενος κείνοιο, τὸν ἀθάνατοι γάμον αὐτοὶ
100 ἀντιθέῳ Πηλῆι συνήρσαμεν; ἐν δὲ σὺ μέσσοις
δαινυμένοις ἤειδες, ὅπως Θέτιν ἀργυρόπεζαν
Πηλεὺς ἤγετ᾽ ἄκοιτ�
�ν ἁλὸς μέγα λαῖτμα λιποῦσαν,
καί σευ φορμίζοντος ἐπήιεν ἀθρόα φῦλα,
θῆρές τ᾽ οἰωνοί τε βαθυσκόπελοί τε κολῶναι
105 καὶ ποταμοὶ καὶ πᾶσα βαθύσκιος ἤιεν ὕλη.
ἀλλὰ τά γ᾽ ἐξελάθου, καὶ ἀμείλιχον ἔργον ἔρξας
κτείνας ἀνέρα δῖον, ὃν ἀθανάτοισι σὺν ἄλλοίς
νέκταρ ἀποσπένδων ἠρήσαο παῖδα γενέσθαι
ἐκ Θέτιδος Πηλῆι: τεῆς δ᾽ ἐπελήσαο ἀρῆς
110 ἦρα φέρων λαοῖσι κραταιοῦ Λαομέδοντος,
ᾧ πάρα βουκολέεσκες: ὁ δ᾽ ἀθάνατόν περ ἐόντα
θνητὸς ἐὼν ἀκάχιζε: σὺ δ᾽ ἀφρονέων ἐνὶ θυμῷ
ἦρα φέρεις Τρώεσσι λελασμένος ὅσσ᾽ ἐμόγησας.
σχέτλιος, οὔ νύ τι οἶδας ἐνὶ φρεσὶ λευγαλέῃσιν,
115 οὔθ᾽ ὅτις ἀργαλέος καὶ ἐπάξιος ἄλγεα πάσχειν,
οὔθ᾽ ὅτις ἀθανάτοισι τετιμένος: ἦ γὰρ Ἀχιλλεὺς
ἤπιος ἄμμι τέτυκτο καὶ ἐξ ἡμέων γένος ἦεν.
ἀλλ᾽ οὐ μὰν Τρώεσσιν ἐλαφρότερον πόνον οἴω
ἔσσεσθ᾽ Αἰακίδαο δεδουπότος, οὕνεκ᾽ ἄρ᾽ αὐτοῦ
120 υἱὸς ἀπὸ Σκύροιο θοῶς ἐς ἀπηνέα δῆριν
Ἀργείοις ἐπαρωγὸς ἐλεύσεται εἴκελος ἀλκὴν
πατρὶ ἑῷ: πολέσιν δὲ κακὸν δηίοισι πελάσσει.
ἦ νυ σοὶ οὐ Τρώων ἐπιμέμβλεται, ἀλλ᾽ Ἀχιλῆι
ἀμφ᾽ ἀρετῆς ἐμέγηρας, ἐπεὶ πέλε φἐρτατος ἀνδρῶν;
125 νήπιε, πῶς ἔτι σοῖσιν ἐν ὄμμασι Νηρηίνην
ὄψει ἐν ἀθανάτοισι Διὸς ποτὶ δώματ᾽ ἰοῦσαν,
ἥ σε πάρος κύδαινε καὶ ὡς φίλον ἔδρακεν υἷα;’
ἦ μέγα νεικείουσα πολυσθενέος Διὸς υἷα
Ἥρη ἀκηχεμένη: ὁ δ᾽ ἄρ᾽ οὐκ ἀπαμείβετο μύθῳ:
130 ἅζετο γὰρ παράκοιτιν ἑοῦ πατρὸς ἀκαμάτοιο:
οὐδέ οἱ ὀφθαλμοῖαι καταντίον εἰσοράασθαι
ἔσθενεν, ἀλλ᾽ ἀπάνευθε θεῶν ἄλληκτον ἐόντων
ἧστο κατωπιόων: ἄμοτον δέ οἱ ἐακύζοντο
ἀθάνατοι κατ᾽ Ὄλυμπον ὅσοι Δαναοῖσιν ἄμυνον:
135 ὅσσοι δ᾽ αὖ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι,
κεῖνοί μιν κύδαινον ἐνὶ φρεσὶ καγχαλόωντες
κρύβδ᾽ Ἥρης: πάντες γὰρ ἐναντίον Οὐρανίωνες
ἅζοντ᾽ ἀσχαλόωσαν. ὁ δ᾽ οὔπω λήθετο θυμοῦ
Πηλείδης: ἔτι γάρ οἱ ἀμαιμακέτοις ἐνὶ γυίοις
140 ἔζεεν αἷμα κελαινὸν ἐελδομένοιο μάχεσθαι.
οὐδ᾽ ἄρα οἱ Τρώων τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
βλημένου, ἀλλ᾽ ἀπάνευθεν ἀφέστασαν, εὖτε λέοντος
ἀγρόται ἐν ξυλόχοισι τεθηπότες, ὅν τε βάλῃσι
θηρητήρ, ὁ δ᾽ ἄρ᾽ οὔτι πεπαρμένος ἦτορ ἄκοντι
145 λήθεται ἠνορέης, ἀλλὴ στρέφετ᾽ ἄγριον ὄμμα
σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς.
ὣς ἄρα Πηλείδαο χόλος καὶ λοίγιον ἕλκος
θυμὸν ἄδην ὀρόθυνε: θεοῦ δέ μιν ἰὸς ἐδάμνα.
ἀλλὰ καὶ ὣς ἀνόρουσε καὶ ἔνθορε δυσμενέεσσι
150 πάλλων ὄβριμον ἔγχος: ἕλεν δ᾽ Ὀρυθάονα δῖον,
Ἕκτορος ἐσθλὸν ἑταῖρον, ἔσω κροτάφοιο τυχήσας:
οὐ γάρ οἱ κόρυς ἔσχε μακρὸν δόρυ, μαιμώωντος
ἀλλὰ δι᾽ αὐτῆς αἶψα καὶ ὀστέου ἔνδον ἵκανεν
ἶνας ἐς ἐγκεφάλοιο, κέδασσε δέ οἱ θαλερὸν κῆρ.
155 Ἱππόνοον δ᾽ ἐδάμασσε κατ᾽ ὀφρύος ἔγχος ἐρείσας
ἐς θέμεθλ᾽ ὀφθαλμοῖο: χαμαὶ δέ οἱ ἔκπεσε γλήνη
ἐκ βλεφάρων: ψυχὴ δὲ κατ᾽ Ἄϊδος ἐξεποτήθη.
Ἀλκαθόου δ᾽ ἄρ᾽ ἔπειτα διὰ γναθμοῖο περήσας
γλῶσσαν ὅλην ἀνέκερσεν: ὁ δ᾽ ἐς πέδον ἤριπε γαίης
160 ἐκπνείων, αἰχμὴ δὲ δι᾽ οὔατος ἐξεφαάνθη.
καὶ τοὺς μὲν κατέπεφνε καταντίον ἀΐσσοντας
δῖος ἀνήρ: πολλῶν δὲ καὶ ἄλλων θυμὸν ἔλυσε
φευγόντων: ἔτι γάρ οἱ ἐνὶ φρεσὶν ἔζεεν αἷμα.
ἀλλ᾽ ὅτε οἱ ψύχοντο μέλη καὶ ἀπήιε θυμός,
165 ἔστη ἐρεισάμενος μελίῃ ἔπι: τοὶ δ᾽ ἐπέτοντο
πανσυδίῃ τρομέοντες, ὁ δέ σφισι τοῖον ὁμόκλα:
‘ἆ δειλοὶ Τρῶες καὶ Δάρδανοι, οὐδὲ θανόντος
ἔγχος ἐμὸν φεύξεσθε ἀμείλιχον, ἀλλ᾽ ἅμα πάντες
τίσετ᾽ ἄρ᾽ αἰνὸν ὄλεθρον Ἐριννύσιν ἡμετέρῃσιν.’
170 ὣς φάτο: τοὶ δ᾽ ἀΐοντες ὑπέτρεσαν, εὖτ᾽ ἐν ὄρεσσι ὄρεσσι
φθόγγον ἐριβρύχοιο νεβροὶ τρομέωσι λέοντος
δείλαιοι μέγα θῆρα πεφυζότες: ὣς ἄρα λαοὶ
Τρώων ἱπποπόλων ἠδ᾽ ἀλλοδαπῶν ἐπικούρων
ὑστατίην Ἀχιλῆος ὑποτρομέεσκον ὁμοκλήν,
175 ἐλπόμενοί μιν ἔτ᾽ ἔμμεν ἀνούτατον. ὃς δ᾽ ὑπὸ πότμῳ
θυμὸν τολμήεντα καὶ ὄβριμα γυῖα βαρυνθεὶς
ἤριπεν ἀμφὶ νέκυσσιν ἀλίγκιος οὔρεϊ μακρῷ:
γαῖα δ᾽ ὑπεπλατάγησε, καὶ ἄσπετον ἔβραχε τεύχη
Πηλείδαο πεσόντος ἀμύμονος. οἱ δ᾽ ἔτι θυμῷ
180 δήιοι εἰσορόωντες ἀπειρέσιον τρομέεσκον:
ὡς δ᾽ ὅτε θῆρα δαφοινὸν ὑπ᾽ αἰζηοῖσι δαμέντα
μῆλα περιτρομέουσι παρὰ σταθμὸν ἀθρήσαντα
βλήμενον, οὐδέ οἱ ἄγχι παρελθέμεναι μεμάασιν,
ἀλλά μιν ὡς ζώοντα νέκυν περιπεφρίκασιν:
185 ὣς Τρῶες φοβέοντο καὶ οὐκέτ᾽ ἐόντ᾽ Ἀχιλῆα.
ἀλλὰ καὶ ὣς ἐπέεσσι Πάρις μέγα θαρσύνεσκε
λαόν, �
�πεὶ φρεαὶν ᾗσιν ἐγήθεεν: ἦ γὰρ ἐώλπει
Ἀργείους παύσασθαι ἀμαιμακέτοιο κυδοιμοῦ
Πηλείδαο πεσόντος: ὁ γὰρ Δαναοῖς πέλεν ἀλκή:
190 ‘ὦ φίλοι, εἰ ἐτεόν μοι ἀρήγετε εὐμενέοντες,
σήμερον ἠὲ θάνωμεν ὑπ᾽ Ἀργείοισι δαμέντες,
ἠὲ σαωθέντες ποτὶ Ἴλιον εἰρύσσωμεν
ἵπποις Ἑκτορέοισι δεδουπότα Πηλείωνα,
οἵ μ᾽ ἐς δηιοτῆτα κασιγνήτοιο θανόντος
195 ἀχνύμενοι φορέουσιν ἑὸν ποθέοντες ἄνακτα:
τοῖς εἴ πως ἐρύσαιμεν Ἀχιλλέα δῃωθέντα,
ἵπποις μὲν μέγα κῦδος ὀρέξομεν ἠδὲ καὶ αὐτῷ
Ἕκτορι, εἴ γέ τίς ἐστι κατ᾽ Ἄϊδος ἀνθρώποισιν
ἢ νόος ἠὲ θέμιστες: ὁ γὰρ κακὰ μήσατο Τρῶας.
200 καί μιν Τρωιάδες μεγάλα φρεσὶ καγχαλόωσαι
ἀμφιπεριστήσονται ἀνὰ πτόλιν, ἠΰτε λυγραὶ
πορδάλιες τεκέων κεχολωμέναι ἠὲ λέαιναι
ἀνδρὶ πολυκμήτῳ μογερῆς ἐπιίστορι θήρης:
ὣς Τρῳαὶ περὶ νεκρὸν ἀποκταμένου Ἀχιλῆος
205 ἀθρόαι ἀΐξουσιν ἀπειρέσιον κοτέουσαι,
αἱ μὲν ὑπὲρ τοκέων κεχολωμέναι, αἱ δὲ καὶ ἀνδρῶν,
αἱ δ᾽ ἄρ᾽ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.
γηθήσει δὲ μάλιστα πατὴρ ἐμὸς ἠδὲ γέροντες,
ὅσσους οὐκ ἐθέλοντας ἐν ἅστεϊ γῆρας ἐρύκει,
210 τόνδ᾽ ἡμεῖς εἴπερ τε ποτὶ πτόλιν εἰρύσσαντες
θήσομεν οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.’