10 ἀενάου ποταμοῖο, τὸν εἰσέτι φῦλ᾽ ἀνθρώπων
Γλαῦκον ἐπικλείουσιν ἐΰρροον: ἀλλὰ τὰ μέν που
ἀθάνατοι τεύξαντο γέρας Λυκίων βασιλῆι.
Ἀργεῖοι δ᾽ ἐρίθυμον ἀνεστενάχοντ᾽ Ἀχιλῆα
νηυσὶ παρ᾽ ὠκυπόροισιν: ἔτειρε δὲ πάντας ἀνίη
15 λευγαλέη καὶ πένθος, ἐπεί ῥά μιν ὡς ἐὸν υἷα
δίζοντ᾽ , οὐδέ τις ἦεν ἀνὰ στρατὸν εὐρὺν ἄδακρυς:
Τρῶες δ᾽ αὖτ᾽ ἀλίαστον ἐγήθεον εἰσορόωντες
τοὺς μὲν ἀκηχεμένους, τὸν δ᾽ ἐν πυρὶ δηωθέντα:
καί τις ἐπευχόμενος μῦθον ποτὶ τοῖον ἔειπεν:
20 ‘νῦν πάντεσσιν ἄελπτον ἀπ᾽ Οὐλύμποιο Κρονίων
ἡμῖν ὤπασε χάρμα λιλαιομένοισιν ἰδέσθαι
ἐν Τροίῃ Ἀχιλῆα δεδουπότα: τοῦ γὰρ ὀΐω
βλημένου ἀμπνεύσειν Τρώων ἐρικυδέα φῦλα
αἵματος ἐξ ὀλοοῖο καὶ ἀνδροφόνου ὐσμίνης:
25 αἰεὶ γὰρ φρεσὶν ᾗσιν ἐμήδετο Τρωσὶν ὄλεθρον
αἰνὰ δέ οἱ χείρεσσιν ἐμαίνετο λοίγιον ἔγχος
λύθρῳ ὑπ᾽ ἀργαλέῳ πεπαλαγμένον, οὐδέ τις ἡμέων
κείνῳ ἔναντα κιὼν ἔτ᾽ ἐσέδρακεν Ἠριγένειαν:
νῦν δ᾽ ὀΐω φεύξεσθαι Ἀχαιῶν ὄβριμα τέκνα
νηυσὶν ἐϋπρώροισι δαϊκταμένου Ἀχιλῆος:
30 ὡς ὄφελον μένος ἦεν ἔθ᾽ Ἕκτορος, ὀφρ᾽ ἅμα πάντας
Ἀργείους σφετέρησιν ἐνὶ κλισίῃσιν ὄλεσσεν.’
ὣς ἄρ᾽ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς:
ἄλλος δ᾽ αὖθ᾽ ἑτέρωθι πύκα φρονέων φάτο μῦθον:
‘φῆσθα σὺ μὲν Δαναῶν ὀλοὸν στρατὸν ἔνδοθι νηῶν
35 πόντον ἐπ᾽ ἠερόεντα πεφυζότας αἶψα νέεσθαι:
ἀλλ᾽ οὐ μὰν δείσουσι λιλαιόμενοι μέγα χάρμης:
εἰσὶ γάρ ἦ κρατεροί τε καὶ ὄβριμοι ἀνέρες ἄλλοι,
Τυδείδης Αἴας τε καὶ Ἀτρέος ὄβριμοι υἷες:
τοὺς ἔτ᾽ ἐγὼ δείδοικα κατακταμένου Ἀχιλῆος:
40 τοὺς εἴθ᾽ ἀργυρότοξος ἀναιρήσειεν Ἀπόλλων,
καί κεν ἀνάπνευσις πολέμου καὶ ἀεικέος οἴτου
ἡμῖν εὐχομένοισιν ἐλεύσεται ἤματι κείνῳ.’
ὣς ἔφατ᾽: ἀθάνατοι δὲ κατ᾽ οὐρανὸν ἐστενάχοντο,
ὅσσοι ἔσαν Δαναοῖσιν ἐϋσθενέεσσιν ἀρωγοί,
45 ἀμφὶ δὲ κρᾶτ᾽ ἐκάλυψαν ἀπειρεσίοις νεφέεσσι
θυμὸν ἀκηχέμενοι: ἑτέρωθι δὲ γήθεον ἄλλοι
εὐχόμενοι Τρώεσσι πέρας θυμηδὲς ὀρέξαι.
καὶ τότε δὴ Κρονίωνα κλυτὴ προσεφώνεεν Ἥρη:
‘Ζεῦ πάτερ ἀργικέραυνε, τί ἢ Τρώεσσιν ἀρήγεις
50 κούρης ἠϋκόμοιο λελασμένος, ἥν ῥα πάροιθεν
ἀντιθέῳ Πηλῆι πόρες θυμήρἐ ἄκοιτιν
Πηλίου ἐν βήσσῃσι; γάμον δέ οἱ αὐτὸς ἔτευξας
ἄμβροτον, οἱ δέ νυ πάντες ἐδαινύμεθ᾽ ἤματι κείνῳ
ἀθάνατοι καὶ πολλὰ δόμεν περικαλλέα δῶρα:
55 ἀλλὰ τά γ᾽ ἐξελάθου, μέγα δ᾽ Ἑλλάδι μήσαο πένθος.’
ὣς ἄρ᾽ ἔφη: τὴν δ᾽ οὔτι προσέννεπεν ἀκάματος Ζεύς:
ἧστο γὰρ ἀχνύμενος κραδίην καὶ πολλὰ μενοινῶν,
οὕνεκεν ἤμελλον Πριάμου πόλιν ἐξαλαπάξειν
Ἀργεῖοι, τοῖς αἰνὸν ἐμήδετο λοιγὸν ὀπάσσαι
60 ἐν πολέμῳ στονόεντι καὶ ἐν βαρυηχέϊ πόντῳ:
καὶ τὰ μέν ὣς ὥρμαινε, τὰ δὴ μετόπισθε τέλεσσεν.
Ἠὼς δ᾽ ὠκεανοῖο βαθὺν ῥόον εἰσαφίκανε,
κυανέην δ᾽ ἄρα γαῖαν ἐπήιεν ἄσπετος ὄρφνη,
ἦμος ἀναπνείουσι βροτοὶ βαιὸν καμάτοιο:
65 Ἀργεῖοι δ᾽ ἐπὶ νηυσὶν ἐδόρπεον ἀχνύμενοί περ:
οὐ γάρ νηδύος ἐστὶν ἀπωσέμεναι μεμαυίης
λιμὸν ἀταρτηρόν, ὁπόταν στέρνοισιν ἵκηται.
ἀλλ᾽ εἶθαρ θοὰ γυῖα βαρύνεται, οὐδέ τι μῆχος
γίνεται, ἢν μή τις κορέσῃ θυμαλγέα νηδύν:
70 τοὔνεκα δαῖτ᾽ ἐπάσαντο καὶ ἀχνύμενοι Ἀχιλῆος:
αἰνὴ γὰρ μάλα πάντας ἐποτρύνεσκεν ἀνάγκη.
τοῖσι δὲ πασσαμένοισιν ἐπήλυθε νήδυμος ὕπνος,
λῦσε δ᾽ ἀπὸ μελέων ὀδύνας, ἐπὶ δὲ σθένος ὦρσεν.
ἀλλ᾽ ὅτε δὴ κεφαλὰς μὲν ἐπ᾽ ἀντολίην ἔχον ἄρκτοι,
75 δέγμεναι ἠελίοιο θοὸν φάος, ἔγρετο δ᾽ ἠώς,
δὴ τότ᾽ ἀνέγρετο λαὸς ἐϋσθενέων Ἀργείων
πορφύρων Τρώεσσι φόνον καὶ κῆρ᾽ ἀΐδηλον.
κίνυτο δ᾽ ἠΰτε πόντος ἀπείριτος Ἰκαρίοιο
ἠὲ καὶ αὐαλέου βαθὺ λήιον, ὁππόθ᾽ ἵκηται
80 ῥιπὴ ἀπειρεσίη νεφεληγερέος Ζεφύροιο:
ὣς ἄρα κίνυτο λαὸς ἐπ᾽ ᾐόσιν Ἑλλησπόντου.
καὶ τότε Τυδέος υἱὸς ἐελδομένοισι ἔειπεν:
‘ὦ φίλοι, εἰ ἐτεόν γε μενεπτόλεμοι πελόμεσθα,
νῦν μᾶλλον στυγεροῖσι μαχώμεθα δυσμενέεσσι,
85 μή πως θαρσήσωσιν Ἀχιλλέος οὐκέτ᾽ ἐόντος:
ἀλλ᾽ ἄγε, σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις
ἴομεν ἀμφὶ πόληα: πόνος δ᾽ ἄρα κῦδος ὀρέξει.’
ὣς ἔφατ᾽ ἐν Δαναοῖσιν: ἀμείβετο δ᾽ ὄβριμος Αἴας:
‘Τυδείδη, σὺ μὲν ἐσθλά καὶ οὐκ ἀνεμώλια βάζεις
90 ὀτρύνων Τρώεσσιν ἐϋπτολέμοισι μάχεσθαι
ἀγχεμάχους Δαναούς, οἵπερ μεμάασι καὶ αὐτοί:
ἀλλὰ χρὴ ἐν νήεσσι μένειν, ἄχρις ἐξ ἁλὸς ἔλθῃ
δῖα Θέτις: μάλα γάρ οἱ ἐνὶ φρεσὶ μήδεται ἦτορ
υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα:
95 ὣς χθιζή μοι ἔειπεν, ὅτ᾽ εἰς ἁλὸς ἤιε βένθος,
νόσφ᾽ ἄλλων Δαναῶν: καί ἑ σχεδὸν ἔλπομαι εἶναι
ἐσσυμένην: Τρῶες δέ, καὶ εἰ θάνε Πηλέος υἱός,
οὐ μάλα θαρσήσουσιν ἔτι ζώοντος ἐμεῖο
καὶ σέθεν ἠδὲ καὶ αὐτοῦ ἀμύμονος Ἀτρείδαο.’
100 ὣς ἄρ᾽ ἔφη Τελαμῶνος ἐῢς πάϊς, οὐδέ τι ᾔδη,
ὅττι ῥά οἱ μετ᾽ ἄεθλα κακὸν μόρον ἔντυε δαίμων
ἀργαλέον᾽ τὸν δ᾽ αὖθις ἀμείβετο Τυδέος υἱός:
‘ὦ φίλος, εἰ ἐτεὸν Θέτις ἔρχεται ἤματι τῷδε
υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα,
105 πὰρ νήεσσι μένωμεν ἐρυκανόωντε καὶ ἄλλους:
καὶ γὰρ δὴ μακάρεσσι θεοῖς πείθεσθαι ἔοικε:
καὶ δ᾽ ἄλλως Ἀχιλῆι καὶ ἀθανάτων ἀέκητι
αὐτοὶ φραζώμεσθα δόμεν θυμηδέα τιμήν.’
ὣς φάτο Τυδείδαο δαΐφρονος ὄβριμον ἦτορ.
110 καὶ τότ᾽ ἄρ᾽ ἐκ πόντοιο κίεν Πηλῆος ἄκοιτις
αὔρῃ ὑπηώῃ ἐναλίγκιον: αἶψα δ᾽ ἵκανεν
Ἀργείων ἐς ὅμιλον, ὅπῃ μεμαῶτες ἔμιμνον,
οἱ μὲν ἀεθλεύσοντες ἀπειρεσίῳ ἐν ἀγῶνι,
οἱ δὲ φρένας καὶ θυμὸν ἀεθλητῆρσιν ἰῆναι.
115 τοῖσι δ᾽ ἅμ᾽ ἀγρομένοισι Θέτις κυανοκρήδεμνος
θῆκεν ἄεθλα φέρουσα καὶ ὀτρύνεσκεν Ἀχαιοὺς
αὐτίκ᾽ ἀεθλεύειν: τοὶ δ᾽ ἀθανάτῃ πεπίθοντο.
πρῶτος δ᾽ ἐν μέσσοισιν ἀνίστατο Νηλέος υἱός,
οὐ μὲν πυγμαχίῃσι λιλαιόμενος πονέεσθαι
120 οὔτε παλαισμοσύνῃ πολυτειρέϊ: τοῦ γὰρ ὕπερθε
γυῖα καὶ ἅψεα πάντα λυγρὸν κατεδάμνατο γῆρας:
ἀλλά οἱ ἐν στέρνοισιν ἔτ᾽ ἔμπεδος ἔπλετο θυμὸς
καὶ νόος, οὐδέ τις ἄλλος ἐριδμαίνεσκεν Ἀχαιῶν
κείνῳ, ὅτ᾽ εἰν ἀγορῇ ἐπέων πέρι δῆρις ἐτέχθη:
125 τῷ καὶ Λαέρταο κλυτὸς πάϊς εἵνεκα μύθων
εἰν ἀγορῇ ὑπόεικε, καὶ ὃς βασιλεύτατος ἦεν
πάντων Ἀργείων μέγ᾽ ἐϋμμελίης Ἀγαμέμνων.
τοὔνεκ᾽ ἐνὶ μέσσοισιν ἐΰφρονα Νηρηίνην
ὕμνεεν, ὡς Πάσῃσι μετέπρεπεν εἰναλίῃσιν
130 εἵνεκ᾽ ἐϋφροσύνης τε καὶ εἴδεος: ἡ δ᾽ ἀΐουσα
τέρπεθ᾽: ὁ δ᾽ ἱμερόεντα γάμον Πηλῆος ἔνισπε,
τόν ῥά οἱ ἀθάνατοι μάκαρες συνετεκτήναντο
Πηλίου ἀμφὶ κάρηνα, καὶ ἄμβροτον ὡς ἐπάσαντο
δαῖτα παρ᾽ εἰλαπίνῃσιν, ὅτ᾽ εἴδατα θεῖα φέρουσαι
135 χερσὶν ὑπ᾽ ἀμβροσίῃσι θεαὶ παρενήνεον Ὧραι
χρυσείοις κανέοισι, Θέμις δ᾽ ἄρα καγχαλόωσα
ἀργυρέας ἐτίταινεν ἐπισπέρχουσα τραπέζας,
πῦρ δ᾽ Ἥφαιστος ἔκαιεν ἀκήρατον, ἀμφὶ δὲ Νύμφαι
ἀμβροσίην ἐκέραιον ἐνί χρυσέοισι κυπέλλοις,
140 αἱ δ᾽ ἄρ᾽ ἐς ὀρχηθμὸν Χάριτες τράπεν ἱμερόεντα,
Μοῦσαι δ᾽ ἐς μολπήν, ἐπετέρπετο δ᾽ οὔρεα πάντα
καὶ ποταμοὶ καὶ θῆρες, ἰαίνετο δ᾽ ἄφθιτος αἰθὴρ
ἄντρα τε Χείρωνος περικαλλέα καὶ θεοὶ αὐτοί.
καὶ τὰ μὲν ἂρ Νηλῆος ἐῢς πάϊς Ἀργείοισι
145 πάντα μάλ᾽ ἱεμένοις κατελέξατο: τοὶ δ᾽ ἀΐοντες
τέρπονθ᾽: ὃς δ᾽ Ἀχιλῆος ἀμύμονος ἄφθιτα ἔργα
μέλπε μέσῳ ἐν ἀγῶνι: πολὺς δ᾽ ἀμφίαχε λαὸς
ἀσπασίως. ὁ δ᾽ ἄρ᾽ ἔνθεν ἑλὼν ἐρικυδέα φῶτα
ἐκπάγλως κύδαινεν ἀρηραμένοις ἐπέεσσι,
150 δώδεχ᾽ ὅπως διέπερσε κατὰ πλόον ἄστεα φωτῶν,
ἕνδεκα δ᾽ αὖ κατὰ γαῖαν ἀπείριτον, ὡς δ᾽ ἐδάϊξε
Τήλεφον, ἠδὲ βίην ἐρικυδέος Ἠετίωνος
Θήβης ἐν δαπέδοισι, καὶ ὡς Κύκνον ἔκτανε δουρὶ
υἷα Ποσειδάωνος ἰδ᾽ ἀντίθεον Πολύδωρον
155 καὶ Τρώιλον θηητὸν ἀμύμονά τ᾽ Ἀστεροπαῖον,
αἵματι δ᾽ ὡς ἐρύθηνεν ἄδην ποταμοῖο ῥέεθρα
Ξάνθου καὶ νεκύεσσιν ἀπειρεσίοισι κάλυψε
πάντα ῥόον κελάδοντα, Λυκάονος ὁππότε θυμὸν
νοσφίσατ᾽ ἐκ μελέων ποταμοῦ σχεδὸν ἠχήεντος,
160 Ἕκτορά θ᾽ ὡς ἐδάμασσε, καὶ ὡς ἕλε Πενθεσίλειαν,
ἠδὲ καὶ υἱέα δῖον ἐϋθρόνου Ἠριγενείης.
καὶ τὰ μὲν Ἀργείοισιν ἐπισταμένοισι καὶ αὐτοῖς
μέλπε, καὶ ὡς ἐτέτυκτο πελώριος, ὥς τέ οἱ οὔτις
ἔσθενε δηριάασθαι ἐναντίον, οὔτ᾽ ἐν ἀέθλοις
165 αἰζηῶν, ὅτε ποσσὶ νέοι περιδηριόωνται,
οὐδὲ μὲν ἱππασίῃ, οὐδὲ σταδίῃ ἐνὶ χάρμῃ,
κάλλεΐ θ᾽ ὡς Δαναούς μέγ᾽ ὑπείρεχεν, ὥς τέ οἱ ἀλκὴ
ἔπλετ᾽ ἀπειρεσίη, ὁπότ᾽ Ἄρεος ἔσσυτο δῆρις.
εὔχετο δ᾽ ἀθανάτοισι καὶ υἱέα τοῖον ἰδέσθαι
170 κείνου ἀπὸ Σκύροιο πολυκλύστοιο μολόντα.
Ἀργεῖοι δ᾽ ἄρα πᾶσιν ἐπευφήμησαν ἔπεσσιν
αὐτή τ᾽ ἀργυρόπεζα Θέτις, καί οἱ πόρεν ἵππους
ὠκύποδας, τούς πρόσθεν ἐϋμμελίῃ Ἀχιλῆι
Τήλεφος ὤπασε δῶρον ἐπὶ προχοῇσι Καΐκου,
175 εὖτέ ἑ μοχθίζοντα κακῷ περὶ ἕλκεϊ θυμὸν
ἠκέσατ᾽ ἐγχείῃ, τῇ μιν βάλε δηριόωντα
αὐτὸς ἔσω μηροῖο, διήλασε δ᾽ ὄβριμον αἰχμήν:
καὶ τοὺς μέν Νέστωρ Νηλήιος οἶς ἑτάροισιν
ὤπασεν: οἱ δ᾽ ἐς νῆας ἄγου μέ
γα κυδαίνοντες
180 ἀντίθεον βασιλῆα. Θέτις δ᾽ ἐς μέσσον ἀγῶνα
θῆκεν ἄρ᾽ ἀμφὶ δρόμοιο βόας δέκα: τῇσι δὲ πάσῃς
καλαὶ πόρτιες ᾖσαν ὑπὸ μαζοῖσιν ἰοῦσαι:
τάς ποτε Πηλείδαο θρασὺ σθένος ἀκαμάτοιο
ἤλασεν ἐξ Ἴδης μεγάλῳ ἐπὶ δουρὶ πεποιθώς.
185 τῶν πέρι δοιοὶ ἀνέσταν ἐελδόμενοι μέγα νίκης:
Τεῦκρος μὲν πρῶτος Τελαμώνιος, ἄν δὲ καὶ Αἴας,
Αἴας, ὅς τε Λοκροῖσι μετέπρεπεν ἰοβόλοισιν.
ἀμφὶ δ᾽ ἄρα ζώσαντο θοῶς περὶ μήδεα χερσὶ
φάρεα, πάντα δ᾽ ἔνερθεν, ἅπερ θέμις, ἐκρύψαντο
190 αἰδόμενοι Πηλῆος ἐϋσθενέος παράκοιτιν
ἄλλας τ᾽ εἰναλίας Νηρηίδας, ὅσσαι ἅμ᾽ αὐτῇ
ἤλυθον Ἀργείων κρατεροὺς ἐσιδέσθαι ἀέθλους.
τοῖσι δὲ σημαίνεσκε δρόμου τέλος ὠκυτάτοιο
Ἀτρείδης, ὅς πᾶσι μετ᾽ Ἀργείοισιν ἄνασσε.
195 τοὺς δ᾽ Ἔρις ὀτρύνεσκεν ἐπήρατος: οἱ δ᾽ ἀπὸ νύσσης
καρπαλίμως οἴμησαν ἐοικότες ἰρήκεσσι:
τῶν δὲ καὶ ἀμφήριστος ἔην δρόμος: οἱ δ᾽ ἑκάτερθεν
Ἀργεῖοι λεύσσοντες ἐπίαχον ἄλλυδις ἄλλος.
ἀλλ᾽ ὅτε τέρματ᾽ ἔμελλον ἱκανέμεναι μεμαῶτες,
200 δὴ τότε που Τεύκροιο μένος καὶ γυῖα πέδησαν
ἀθάνατοι: τὸν γάρ ῥα θεὸς βάλεν ἠέ τις ἄτη
ὄζον ἐς ἀλγινόεντα βαθυρρίζοιο μυρίκης:
τῷ δ᾽ ἄρ᾽ ἐνιχριμφθεὶς χαμάδις πέσε: τοῦ δ᾽ ἀλεγεινῶς
Delphi Complete Works of Quintus Smyrnaeus Page 44