ῥάψεν ἐπισταμένως, καθύπερθε δὲ φάρμακ᾽ ἔθηκε
400 κεῖνα, τά οἱ τὸ πάροιθε πατὴρ ἑὸς ἐγγυάλιξε:
τοῖσι δ᾽ ἄρ᾽ ἐσσυμένως καὶ ἀναλθέα τύμματα φωτῶν
αὐτῆμαρ μορόεντος ὑπὲκ κακοῦ ἰαίνονται:
τῶν δ᾽ ἄφαρ ἀμφὶ πρόσωπα καὶ εὐκομόωντα κάρηνα
τύμματ᾽ ἀπαλθαίνοντο, κατηπιόωντο δ᾽ ἀνῖαι.
405 ἀμφὶ δὲ τοξοσύνης Τεῦκρος καὶ Ὀϊλέος υἱὸς
ἕστασαν, οἳ καὶ πρόσθε δρόμου πέρι πειρήσαντο.
τῶν δ ἄρα τηλόσε θῆκεν ἐϋμμελίης Ἀγαμέμνων
ἱππόκομον τρυφάλειαν, ἔφη δέ τε: ‘πολλὸν ἀμείνων
ἔσσεται, ὂς κέρσειεν ἄπο τρίχας ὀξέϊ χαλκῷ.’
410 Αἴας δ᾽ αὐτίκα πρῶτος ἑὸν προέηκε βέλεμνον,
πλῆξε δ᾽ ἄρα τρυφάλειαν, ἐπηΰτησε δὲ χαλκὸς
ὀξύτατον. Τεῦκρος δὲ μέγ᾽ ἐγκονέων ἐνὶ θυμῷ,
δεύτερος ἧκεν ὀϊστόν, ἄφαρ δ᾽ ἀπέκερσεν ἐθείρας
ὀξὺ βέλος: λαοὶ δὲ μέγ᾽ ἴαχον ἀθρήσαντες,
415 καί μιν κυδαίνεσκον ἀπείριτον, οὕνεκ᾽ ἄρ᾽ αὐτὸν
πληγὴ ἔτ᾽ ἀλγύνεσκε θοοῦ ποδός, ἀλλά μιν οὔτι
βλάψεν ὑπαὶ παλάμῃσι θοὸν βέλος ἰθύνοντα.
καί οἱ τευχεα καλὰ πόρεν Πηλῆος ἄκοιτις
ἀντιθέου Τρωίλοιο, τὸν ἠιθέων μέγ᾽ ἄριστον
420 Τροίῃ ἐν ἠγαθέῃ Ἑκάβη τέκετ᾽, οὐδ᾽ ἀπόνητο
ἀγλαΐης: δὴ γάρ μιν ἀταρτηροῦ Ἀχιλῆος
ἔγχος ὁμοῦ καὶ κάτος ἀπήμερσαν βιότοιο:
ὡς δ᾽ ὁπόθ᾽ ἑρσήεντα καὶ εὐθαλέοντ᾽ ἀνὰ κῆπον
ὑδρηλῆς καπέτοιο μάλ᾽ ἀγχόθι τηλεθἅ̣̣̓ντα
425 ἢ στάχυν ἢ μήκωνα, πάρος καρποῖο τυχῆσαι,
κέρσῃ τις δρεπάνῳ νεοθηγέϊ, μηδ᾽ ἄρ᾽ ἐάσῃ
ἐς τέλος ἡδὺ μολεῖν μηδ᾽ ἐς σπόρον ἄλλον ἱκέσθαι,
ἀμήσας κενεόν τε καὶ ἄσπορον ἐσσομένοισι
μέλλονθ᾽ ἑρσήεντος ὑπ᾽ εἴαρος ἀλδαίνεσθαι:
430 ὣς υἱὸν Πριάμοιο θεοῖς ἐναλίγκιον εἶδος
Πηλείδης κατέπεφνεν, ἔτ᾽ ἄχνοον, εἰσέτι νύμφης
νηίδα, νηπιάχοισιν ὁμῶς ἔτι κουρίζοντα:
ἀλλά μιν ἐς πόλεμον φθισίμβροτον ἤγαγε Μοῖρα
ἥβης ἀρχόμενον πολυγηθέος, ὁππότε φῶτες
435 θαρσαλέοι τελέθουσιν, ὅτ᾽ οὐκέτι δεύεται ἦτορ.
αὐτίκα δ᾽ αὖτε σόλον περιμήκεά τε βριαρόν τε
πολλοὶ πειρήσαντο θοῆς ἀπὸ χειρὸς ἰῆλαι:
τὸν δ᾽ οὔτις βαλέειν δύνατο στιβαρὸν μάλ᾽ ἐόντα
Ἀργείων: οἶος δ᾽ ἔβαλεν μενεδήιος Αἴας
440 χειρὸς ἀπὸ κρατερῆς, ὡς εἰ δρυὸς ἀγρονόμοιο
ὄζον ἀπαυανθέντα θέρευς εὐθαλπέος ὥρῃ,
ὁππότε λήια πάντα κατὰ χθονὸς αὐαίνηται.
θάμβησαν δ᾽ ἄρα πάντες, ὅσον χερὸς ἐξεποτήθη
χαλκός, ὂν ἀνέρε χερσὶ δύω μογέοντες ἄειραν:
445 τόν ῥα μὲν Ἀνταίοιο βίη ῥίπτασκε πάροιθε
ῥηιδίως ἀπὸ χειρὸς ἑῆς πειρώμενος ἀλκῆς,
πρὶν κρατερῇσι χέρεσσι δαμήμεναι Ἡρακλῆος:
Ἡρακλέης δέ μιν ἠῢς ἑλὼν σὺν ληίδι πολλῇ
ἀκαμάτης ἔχε χειρὸς ἀέθλιον, ἀλλά μιν ἐσθλῷ
450 ὕστερον Αἰακίδῃ δῶρον πόρεν, ὁππότ᾽ ἄρ᾽ αὐτῷ
Ἰλίου εὐπύργοιο συνέπραθε κύδιμον ἄστυ,
κεῖνος δ᾽ υἱέϊ δῶκεν, ὁ δ ὠκυπόροις ἐνὶ νηυσὶν
ἐς Τροίην μιν ἔνεικεν, ἵνα σφετέροιο τοκῆος
μνωόμενος Τρώεσσιν ἐϋσθενέεσσι μάχηται
455 προφρονέως, εἴη δὲ πόνος πειρωμένῳ ἀλκῆς:
τόν ῥ᾽ Αἴας μάλα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρός.
καὶ τότε οἱ Νηρηὶς ἀγακλυτὰ τεύχεα δῶκε
Μέμνονος ἀντιθέοιο, τὰ καὶ μέγα θηήσαντο
Ἀργεῖοι: λίην γὰρ ἔσαν περιμήκεα πάντα:
460 καὶ τά γε καγχαλόων ὑπεδέξατο κύδιμος ἀνήρ:
οἴῳ γὰρ κείνῳ γε περὶ βριαροῖσι μέλεσσιν
ἥρμοσεν ἀπλήτοιο κατὰ χροὸς ἀμφιτεθέντα:
αὐτὸς δ᾽ αὖτ᾽ ἀνάειρε μέγαν σόλον, ὄφρα οἱ εἴη
τερπωλὴ μένος ἠῢ λιλαιομένῳ πονέεσθαι.
465 οἱ δ᾽ ἄρα δηριόωντες ἐφ᾽ ἅλματι πολλοὶ ἀνέσταν.
τῶν δ᾽ ἄρ᾽ ὑπέρθορε πολλὸν ἐϋμμελίης Ἀγαπήνωρ
σήματα: τοὶ δ᾽ ὁμάδησαν ἑπ᾽ ἀνέρι μακρὰ θορόντι:
καί οἱ τεύχεα καλὰ πόρεν μεγάλοιο Κύκνοιο
δῖα Θέτις: τὸν γάρ ῥα φόνῳ ἔπι Πρωτεσιλάου
470 πολλῶν θυμὸν ἑλόντα κατέκτανε Πηλέος υἱὸς
πρῶτον ἀριστήων: Τρῶας δ᾽ ἄχος ἀμφεκάλυψεν.
αἰγανέῃ δ᾽ ἄρα πολλὸν ὑπέρβαλε δῃριόωντας
Εὐρύαλος: λαοὶ δὲ μέγ᾽ ἴαχον: οὐ γὰρ ἔφαντο
κεῖνον ὑπερβαλέειν οὐδὲ πτερόεντι βελέμνῳ.
475 τοὔνεκά οἱ φιάλην πολυχανδέα δῶκε φέρεσθαι
μήτηρ Αἰακίδαο δαΐφρονος, ἥν ποτ᾽ Ἀχιλλεὺς
ἀργυρέην κτεάτισσε βαλὼν ὑπὸ δουρὶ Μύνητα,
ὁππότε Λυρνησσοῖο διέπραθεν ὄλβιον ἄστυ.
Αἴας δ᾽ ὀβριμόθυμος ἐελδόμενος πονέεσθαι
480 χερσὶν ὁμῶς καὶ ποσσὶν ἀνιστάμενος καλέεσκεν
ἐς μέσον ἡρώων τὸν ὑπέρτατον. οἱ δ᾽ ὁρόωντες
θάμβεον ὄβριμον ἄνδρα καὶ ἄλκιμον: οὐδέ τις ἔτλη
ἄντα μολεῖν: πάντων γὰρ ὑπέκλασε δεῖμ᾽ ἀλεγεινὸν
ἠνορέην, φοβέοντο δ᾽ ἀνὰ
φρένα, μή τινα χερσὶ
485 τύψας ἀκαμάτῃσιν ὑπὸ πληγῇσι πρόσωπον
συγχέῃ ἐσσυμένως, μέγα δ᾽ ἀνέρι πῆμα γένηται.
ὀψὲ δὲ πάντες ἔνευσαν ἐπ᾽ Εὐρυάλῳ μενεχάρμῃ
ἴδμονα πυγμαχίης εὖ εἰδότες: ὃς δ᾽ ἐνὶ μέσσοις
τοῖον ἔπος προέηκεν ὑποτρομέων θρασὺν ἄνδρα:
490 ‘ ὦ φίλοι, ἄλλον μέν τιν᾽ Ἀχαιῶν, ὅν κ᾽ ἐθέλητε,
τλήσομαι ἀντιόωντα, μέγαν δ᾽ Αἴαντα τέθηπα:
πολλὸν γὰρ προβέβηκε: διαρραίσει δέ μοι ἦτορ,
ἤν μιν ἐπιβρίσαντα λάβῃ χόλος: οὐ γὰρ ὀΐω
ἀνδρὸς ἀπ᾽ ἀκαμάτοιο σόος ποτὶ νῆας ἱκέσθαι.’
495 ὣς φαμένοιο γέλασσαν: ὁ δ᾽ ἐν φρεσὶ πάμπαν ἰάνθη
Αἴας ὀβριμόθυμος: ἄειρε δὲ δοιὰ τάλαντα
ἀργύρου αἰγλήεντος, ἅ οἱ Θέτις εἵνεκ᾽ ἀέθλου
δῶκεν ἄτερ καμάτοιο: φίλου δ᾽ ἐμνήσατο παιδὸς
Αἴαντ᾽ εἰσορόωσα: γόος δέ οἱ ἔμπεσε θυμῷ.
500 οἱ δ᾽ αὖθ᾽ ἱππασίῃ μεμελημένον ἦτορ ἔχοντες
ἐσσυμένως ἀνόρουσαν ἐποτρύνοντος ἀέθλου:
πρῶτος μὲν Μενέλαος ἰδ᾽ Εὐρύπυλος θρασυχάρμης
Εὔμηλος δὲ Θόας τε καὶ ἰσόθεος Πολυποίτης.
ἵπποις δ᾽ ἀμφὶ λέπαδνα βάλον καὶ ὑφ᾽ ἅρματ᾽ ἔρυσσαν
505 πάντες ἐπειγόμενοι πολυγηθέος εἵνεκα νίκης:
αἶψα δ᾽ ἄρ᾽ εἰς ἓν ἅμα ξύνισαν δίφροις βεβαῶτες
χῶρον ἀν᾽ ἠμαθόεντ᾽: ἐπὶ νύσσης δ᾽ ἔσταν ἕκαστοι:
καρπαλίμως δ᾽ εὔληρα λάβον κρατερῇς παλάμῃσιν.
ἵπποι δ᾽ ἐγχριμφθέντες ἐν ἅρμασι ποιπνύεσκον
510 ὅππως τις προάλοιτο, πόδας δ᾽ ὑπεκίνυον αὕτως,
οὔατα δ᾽ ὠρθώσαντο καὶ ἄμπυκας ἀφρῷ ἔδευσαν.
οἱ δ᾽ ἄφαρ ἐγκονέοντες ἐλαφροπόδων μένος ἵππων
μάστιον: οἱ δὲ θοῇσιν ἐοικότες Ἁρπυίῃσι
καρπαλίμως ζεύγλῃσι μέγ᾽ ἔκθορον ἀσχαλόωντες,
515 ἅρματα δ᾽ ὦκα φέρεσκον ἀπὸ χθονὸς ἀΐσσοντα:
οὐδ᾽ ἁρματροχιὰς ἰδέειν ἦν οὐδὲ ποδοῖιν
ἐν χθονὶ σήματα, τόσσον ὑπεξέφερον δρόμον ἵπποι.
πουλὺς δ᾽ αἰθέρ᾽ ἵκανε κονίσαλος ἐκ πεδίοιο,
καπνῷ ἢ ὀμίχλῃ ἐναλίγκιος, ἥν τ᾽ ἐν ὄρεσσιν
520 ἀμφιχέῃ πρώνεσσι Νότου μένος ἤ Ζεφύροιο
χείματος ἐγρομένου, ὁπότ᾽ οὔρεα δεύεται ὄμβρῳ.
ἵπποι δ᾽ Εὐμήλοιο μέγ᾽ ἔκθορον, οἱ δ᾽ ἐφέποντο
ἀντιθέοιο Θόαντος: ἐπ᾽ ἄλλῳ δ᾽ ἄλλος ἀΰτει
ἅρματι: τοὶ δ᾽ ἐφέροντο δι᾽ εὐρυχόρου πεδίοιο
525 ‘ ...
Ἤλιδος ἐκ δίης, ἐπεὶ ἦ μέγα ἔργον ἔρεξε
παρφθάμενος θοὸν ἅρμα κακόφρονος Οἰνομάοιο,
ὅς ῥα τότ᾽ ἠιθέοισιν ἀνηλέα τεῦχεν ὄλεθρον
κούρης ἀμφὶ γάμοιο περίφρονος Ἱπποδαμείης:
530 ἀλλ᾽ οὐ μὰν κεῖνός γε καὶ ἱππασίῃσι μεμηλὼς
ἵππους ὠκύποδας τοίους ἔχεν, ἀλλ᾽ ἄρα πολλὸν
ποσσὶν ἀφαυροτέρους: οἱ γάρ ῥ᾽ εἴδοντ᾽ ἀνέμοισιν.’
ἦ μέγα κυδαίνων ἵππων μένος ἠδὲ καὶ αὐτὸν
Ἀτρείδην: ὁ γὰρ ἧσι περὶ φρεσὶ γήθεε θυμῷ.
535 τοὺς δὲ μέγ᾽ ἀσθμαίνοντας ἄφαρ θεράποντες ἔλυσαν
ζεύγλης: οἱ δὲ καὶ αὐτοὶ ἀελλόποδας λύον ἵππους
πάντες, ὅσοις ἐν ἀγῶνι δρόμου πέρι δῆρις ἐτύχθη.
ἀντίθεον δὲ Θόαντα καὶ Εὐρύπυλον μενεχάρμην
ἠκέσατ᾽ ἐσσυμένως Ποδαλείριος ἕλκεα πάντα,
540 ὅσσα περιδρύφθησαν ἀπὲκ δίφροιο πεσόντες.
Ἀτρείδης δ᾽ ἀλίαστον ἐγήθεεν εἵνεκα νίκης:
καί οἱ ἐϋπλόκαμος Θέτις ὤπασε καλὸν ἄλεισον
χρύσεον, ἀντιθέοιο μέγα κτέαρ Ἠετίωνος,
πρὶν Θήβης κλυτὸν ἄστυ διαπραθέειν Ἀχιλῆα.
545 ἄλλοι δ᾽ αὖθ᾽ ἑτέρωθι μονάμπυκας ἔντυον ἵππους
ἐς δρόμον ἰθύνοντες, ἕλοντο δὲ χερσὶ βοείας
μάστιγας, καὶ πάντες ἀναΐξαντες ἐφ᾽ ἵππων
ἕζονθ᾽: οἱ δὲ χαλινὰ γενειάσιν ἀφρίζοντες
δάπτον, καὶ ποσὶ γαῖαν ἐπέκτυπον ἐγκονέοντες
550 ἐκθορέειν. τοῖς δ᾽ αἶψα τάθη δρόμος: οἱ δ᾽ ἀπὸ νύσσης
καρπαλίμως οἴμησαν ἐριδμαίνειν μεμαῶτες,
εἴκελοι ἢ Βορέαο μέγα πνείοντος ἀέλλαις
ἠὲ Νότου κελάδοντος, ὅτ᾽ εὐρέα πόντον ὀρίνει
λαίλαπι καὶ ῥιπῇσι, Θυτήριον εὖτ᾽ ἀλεγεινὸν
555 ἀντέλλῃ ναύτῃσι φέρον πολύδακρυν ὀϊζύν:
ὥς οἵ γ᾽ ἐσσεύοντο κόνιν ποσὶ καρπαλίμοισιν
ἐν πεδίῳ κλονέοντες ἀπείριτον: οἱ δ᾽ ἐλατῆρες
ἵπποις οἷσιν ἕκαστος ἐκέκλετο, τῇ μὲν ἱμάσθλην
ταρφέα πεπληγώς, ἑτέρῃ δ᾽ ἐνὶ χειρὶ τινάσσων
560 νωλεμὲς ἀμφὶ γένυσσι μέγα κτυπέοντα χαλινόν.
ἵπποι δ᾽ ἐρρώοντο: βοὴ δ᾽ ἀνὰ λαὸν ὀρώρει
ἄσπετος: οἱ δ᾽ ἐπέτοντο διὰ πλατέος πεδίοιο.
καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἴππος
νίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο,
565 εἰ μὴ ἄρ᾽ ἐξήρπαξε δρόμου, πεδίον δ᾽ ἀφίκανε
πολλάκις: οὐδέ μιν ἐσθλὸς ἐὼν Καπανήιος υἱὸς
κάμψαι ἐπέσθενε χερσίν, ἐπεί ῥ᾽ ἔτι νῆις ἀέθλων
ἵππος ἔην: γενεῇ γε μὲν οὐ κακός, ἀλλὰ θοοῖο
θεσπέσιο�
� γένος ἔσκεν Ἀρίονος, ὃν τέκεν ἵππων
570 Ἅρπυια Ζεφύρῳ πολυηχέϊ φέρτατον ἄλλων
πολλόν, ἐπεὶ ταχέεσσιν ἐριδμαίνεσκε πόδεσσι
πατρὸς ἑοῖο θοῇσι καταιγίσι, καί μιν Ἄδρηστος
ἐκ μακάρων ἔχε δῶρον, ὅθεν γένος ἔπλετο κείνου:
καί μιν Τυδέος υἱὸς ἑῷ πόρε δῶρον ἑταίρῳ
575 Τροίῃ ἐνὶ ξαθέῃ: ὁ δέ οἱ μέγα ποσσὶ πεποιθὼς
ὠκὺν ἐόντ᾽ ἐς ἀγῶνα καὶ εἰς ἔριν ἤγαγεν ἵππων
αὐτὸς ἐνὶ πρώτοισιν ὀϊόμενος μέγα κῦδος
ἱππασίης ἀνελέσθαι: ὁ δ᾽ οὔτι οἱ ἦτορ ἴηνεν
ἀμφ᾽ Ἀχιλῆος ἄεθλα πονεύμενος: ἦ γὰρ ἔμιμνε
580 δεύτερος, Ἀτρείδης δὲ παρήλασεν ὠκὺν ἐόντα
ἰδρείῃ. λαοὶ δ᾽ Ἀγαμέμνονα κυδαίνεσκον,
ἵππον τε Σθενελοῖο θρασύφρονος ἠδὲ καὶ αὐτόν,
οὕνεκα δεύτερος ἦλθε, καὶ εἰ μάλα πολλάκι νύσσης
ἐξέθορεν, μεγάλῳ περὶ κάρτεϊ οἷς ποσὶ θύων.
585 καὶ τότ᾽ ἄρ᾽ Ἀτρείδῃ Θέτις ὤπασε καγχαλόωντι
ἀργύρεον θώρηκα θεηγενέος Πολυδώρου:
δῶκε δ᾽ ἄρα Σθενέλῳ βριαρὴν κόρυν Ἀστεροπαίου
χαλκείην καὶ δοῦρε δύω καὶ ἀτειρέα μίτρην.
ἄλλοις δ᾽ ἱππήεσσι καὶ ὁππόσοι ἤματι κείνῳ
590 ἦλθον ἀεθλεύσοντες Ἀχιλλῆος ποτὶ τύμβον,
δῶρα πόρεν πάντεσσιν. ἐπὶ σφίσι δ᾽ ἄχνυτο θυμὸν
υἱὸς Λαέρταο δαΐφρονος, οὕνεκ᾽ ἄρ᾽ αὐτὸν
ἀλκῆς ἱέμενον κρατερῶν ἀπέρυξεν ἀέθλων
Delphi Complete Works of Quintus Smyrnaeus Page 46