Delphi Complete Works of Quintus Smyrnaeus

Home > Other > Delphi Complete Works of Quintus Smyrnaeus > Page 52
Delphi Complete Works of Quintus Smyrnaeus Page 52

by Quintus Smyrnaeus

τεύχεά τ᾽ ἠδέ καί ἄνδρα θεῶν ἐπιειμένον εἶδος:

  τὸν δὲ Πάρις ποτὶ δῆριν ἐποτρύνων προσέειπε:

  ‘χαίρω σεῖο κιόντος, ἐπεί νύ μοι. ἦτορ ἔολπεν

  Ἀργείους μάλα πάντας ὀϊζυρῶς ἀπολέσθαι

  300 αὐτῇς σὺν νήεσσιν, ἐπεὶ βροτὸν οὔποτε τοῖον

  ἔδρακον ἐν Τρώεσσιν ἐϋπτολέμοισί τ᾽ Ἀχαιοῖς.

  ἀλλὰ σύ, πρὸς μεγάλοιο καὶ ὀβρίμου Ἡρακλῆος,

  τῷ μέγεθός τε βίην τε καὶ ἀγλαὸν εἶδος ἔοικας,

  κείνου μνωόμενος φρονέων τ᾽ ἀντάξια ἔργα

  305 θαρσαλέως Τρώεσσι δαϊζομένοις ἐπάμυνον,

  ἤν πως ἀμπνεύσωμεν: ἐπεὶ σέγε μοῦνον όΐω

  ἄστεος ὀλλυμένοιο κακὰς ἀπό κῆρας ἀλέξαι.’

  ἦ μέγ᾽ ἐποτρύνων: ὁ δέ μιν προσεφώνεε μύθῳ:

  ‘Πριαμίδη μεγάθυμε, δέμας μακάρεσσιν ἐοικώς,

  310 ταῦτα μὲν ἀθανάτων ἐνὶ γούνασιν ἐστήρικται,

  ὅς τε θάνῃ κατὰ δῆριν ὑπέρβιον ἠὲ σαωθῇ:

  ἡμεῖς δ᾽, ὥσπερ ἔοικε καὶ ὡς σθένος ἐστὶ μάχεσθαι,

  στησόμεθα πρὸ πόληος: ἔπειτα δέ καὶ τόδ᾽ ὀμοῦμαι,

  μὴ πρὶν ὑποστρέψειν, πρὶν ἢ κτάμεν ἢ ἀπολέσθαι.’

  315 ὣς φάτο θαρσαλέως: Τρῶες δ᾽ ἐπὶ μακρὰ χάροντο.

  καὶ τότ᾽ Ἀλέξανδρόν τε καὶ Αἰνείαν ἐρίθυμον

  Πουλυδάμαντά τ᾽ ἐϋμμελίην καὶ Πάμμονα δῖον

  Δηίφοβόν τ᾽ ἐπὶ τοῖσι καὶ Αἴθικον, ὃς περὶ πάντων

  Παφλαγόνων ἐκέκαστο μάχῃ ἔνι τλῆναι ὅμιλον,

  320 τοὺς ἅμα λέξατο πάντας ἐπισταμένους πονέεσθαι,

  ὅππως δυσμενέεσσιν ἐπὶ πρώτοισι μάχωνται

  ἐν πολέμῳ: μάλα δ᾽ ὦκα κίον προπάροιθεν ὁμίλου:

  προφρονέως δ᾽ οἴμησαν ἀπ᾽ ἄστεος: ἀμφὶ δέ λαοὶ

  πολλοὶ ἕπονθ᾽, ὡς εἴ τε μελισσάων κλυτὰ φῦλα

  325 ἡγεμόνεσσιν ἑοῖσι κατηρεφέος σίμβλοιο

  ἐκχύμεναι καναχηδόν, ὅτ᾽ εἴαρος ἦμαρ ἵκηται:

  ὥς ἄρα τοῖσιν ἕποντο βροτοὶ ποτὶ δῆριν ἰοῦσι:

  τῶν δ᾽ ἄρα νισσομένων πολὺς αἰθέρα δοῦπος ἵκανεν

  αὐτῶν ἠδ᾽ ἵππων: περὶ δ᾽ ἔβρεμεν ἄσπετα τεύχη.

  330 ὡς δ᾽ ὁπόταν μεγάλοιο βίη ἀνέμοιο θοροῦσα

  κινήσῃ προθέλυμνον ἁλὸς βυθὸν ἀτρυγέτοιο,

  κύματα δ᾽ ὦκα κελαινὰ πρὸς ἠιόνας βοόωντα

  φῦκος ἀποπτύωσιν ἐρευγομένοιο κλύδωνος,

  ἠχὴ δ᾽ ἀτρυγέτοισι παρ᾽ αἰγιαλοῖσιν ὄρωρεν:

  335 ὣς τῶν ἐσσυμένων μέγ᾽ ὑπέβραχε γαῖα πελώρη.

  Ἀργεῖοι δ᾽ ἀπάνευθε πρὸ τείχεος ἐξεχέοντο

  ἀμφ᾽ Ἀγαμέμνονα δῖον: ἀϋτὴ δ᾽ ἔπλετο λαῶν

  ἀλλήλοις ἐπικεκλομένων, ὀλοοῦ πολέμοιο

  ἀντιάαν καὶ μή τι καταπτώσσοντας ἐνιπὴν

  340 μίμνειν πὰρ νήεσσιν: ἐπειγομένων μαχέσασθαι.

  Τρωσὶ δ᾽ ἄρ᾽ ἐσσυμένοισι συνήντεον, εὖτε βόεσσι

  πόρτιες ἐκ ξυλόχοιο ποτὶ σταθμὸν ἐρχομένῃσιν

  ἐκ νομοῦ εἰαρινοῖο κατ᾽ οὔρεος, ὁππότ᾽ ἄρουραι

  πυκνὸν τηλεθάουσι, βρύει δ̓ἅλις ἄνθεσι γαῖα,

  345 πλήθει δ᾽ αὖτε κύπελλα βοῶν γλάγος ἠδὲ καὶ οἰῶν,

  μυκηθμὸς δ᾽ ἄρα πουλὺς ὀρίνεται ἔνθα καὶ ἔνθα

  μισγομένων, γάνυται δὲ μετὰ σφίσι, βουκόλος ἀνήρ:

  ὣς τῶν ἀλλήλοισι μετεσσυμένων ὀρυμαγδὸς

  ὠρώρει: δεινὸν γὰρ ἀΰτεον ἀμφοτέρωθεν.

  350 οὺν δὲ μάχην ἐτάνυσσαν ἀπείριτον: ἐν δέ Κυδοιμὸς

  στρωφᾶτ᾽ ἐν μέσσοισι μετ᾽ ἀργαλέοιο Φόνοιο:

  σὺν δ᾽ ἔπεσον ῥινοί τε καἲ ἔγχεα καὶ τρυφάλειαι

  πλησίον: ἀμφὶ δὲ χαλκὸς ἴσον πυρὶ μαρμαίρεσκε:

  φρῖξε δ᾽ ἄρ᾽ ἐγχείῃσι μάχη: περὶ δ᾽ αἵματι πάντῃ

  355 δεύετο γαῖα μέλαινα δαϊζομένων ἡρώων

  ἵππων τ᾽ ὠκυπόδων, οἵ θ᾽ ἅρμασιν ἀμφεκέχυντο,

  οἱ μὲν ἔτ᾽ ἀσπαίροντες ὑπ᾽ ἄξοσιν, οἱ δ᾽ ἐφύπερθεν

  πίπτοντες: στυγερὴ δὲ δι᾽ ἠέρος ἔσσυτ᾽ ἀϋτή:

  ἐν γὰρ δὴ χάλκειος ἔρις πέσεν ἀμφοτέροισι:

  360 καί ῥ᾽ οἱ μὲν λάεσσιν ἀταρτηροῖσι μάχοντο,

  οἱ δ᾽ αὖτ᾽ αἰγανέῃσι νεήκεσιν ἠδὲ βέλεσσιν,

  ἄλλοι δ᾽ ἀξίνῃσι καὶ ἀμφιτόμοις πελέκεσσι

  καὶ κρατεροῖς ξιφέεσσι καὶ ἀγχεμάχοις δοράτεσσιν,

  ἄλλος δ᾽ ἄλλο χέρεσσι μάχης ἀλκτήριον εἶχε.

  365 πρῶτοι δ᾽ Ἀργεῖοι Τρώων ὤσαντο φάλαγγας

  βαιὸν ἀπὸ σφείων: τοὶ δ᾽ ἔμπαλιν ὁρμήσαντες

  αἵματι δεῦον Ἄρηα μετ᾽ Ἀργείοισι θορόντες:

  Εὐρύπυλος δ᾽ ἐν τοῖσι μελαίνῃ λαί λαίλαπι ἶσος

  λαὸν ἐπῴχετο πάντα καὶ Ἀργείους ἐνάριζε

  370 θαρσαλέως: μάλα γάρ οἱ ἀάσπετον ὤπασε κάρτος

  Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἡρακλῆι.

  ἔνθ᾽ ὅ γε καὶ Νιρῆα θεοῖς ἐναλίγκιον ἄνδρα

  μαρνάμενον Τρώεσσι βάλευ περιμήκεϊ δουρὶ

  βαιὸν ὑπὲρ πρότμησιν: ὁ δ᾽ ἐς πέδον ἤριπε γαίης:

  375 ἐκ δέ οἱ αἷμ᾽ ἐχύθη, δεύοντο δέ οἱ κλυτὰ τεύχη,

  δεύετο δ᾽ ἀγλαὸν εἶδος ἄμ᾽ εὐθαλέεσσι κόμῃσι:

  κεῖτο δ᾽ ἄρ᾽ ἐν κονίῃσι καὶ αἵματι σὺν κταμένοισιν,

  ἔρνος ὅπως ἐριθηλὲς ἐλαίης εὐκεάτοιο,

  ἥν τε βίη ποταμοῖο κατὰ ῥόον ἠχήεντα

  380 σύν τ᾽ ὄχθῃς ἐλάσῃσι
βόθρον διὰ πάντα κεδάσσας

  ῥιζόθεν, ἡ δ᾽ ἄρα κεῖται ὑπ᾽ ἄνθεσι βεβριθυῖα:

  ὣς τῆμος Νιρῆος ἐπὶ χθονὸς ἄσπετον οὖδας

  ἐξεχύθη δέμας ἠῢ καὶ ἀγλαΐη ἐρατεινή:

  τῷ δ᾽ ἄρ᾽ ἔπ᾽ Εὐρύπυλος μεγάλ᾽ εὔχετο δῃωθέντι:

  385 ‘κεῖσό νυν ἐν κονίῃσιν, ἐπεί νύ τοι εἶδος ἀγητὸν

  οὔτι λιλαιομένῳ περ ἐπήρκεσεν, ἀλλά σ᾽ ἔγωγε

  νοσφισάμην βιότοιο λιλαιόμενόν περ ἀλύξαι:

  σχέτλιος, οὐδ᾽ ἐνόησας ἀμείνονος ἀντίον ἐλθών:

  οὐ γὰρ κάρτεϊ κάλλος ἀνὰ κλόνον ἰσοφαρίζει.’

  390 ὣς εἰπὼν κταμένοιο περικλυτὰ τεύχἐ ἑλέσθαι

  μήδετ᾽ ἐπεσσύμενος: τοῦ δ᾽ ἀντίος ἦλθε Μαχάων

  χωόμενος Νιρῆος, ὅ οἱ σχεδὸν αἶσαν ἀνέτλη:

  δουρὶ δέ μιν στονόεντι κατ᾽ εὐρέος ἤλασεν ὤμου

  δεξιτεροῦ, σύτο δ᾽ αἷμα πολυσθενέος περ ἐόντος:

  395 ἀλλ᾽ οὐδ᾽ ὣς ἀπόρουσεν ἀταρτηροῖο κυδοιμοῦ,

  ἀλλ᾽, ὥς τίς τε λέων ἢ ἄγριος οὔρεσι κάπρος

  μαίνετ᾽ ἐνὶ μέσσοισιν, ὅπως κ᾽ ἐπιόντα δαμάσσῃ,

  ὅς ῥά μιν οὔτασε πρῶτος ὑποφθάμενος δι᾽ ὁμίλου:

  τὰ φρονέων ἐπόρουσε Μαχάονι, καί ῥά μιν ὦκα

  400 οὔτασεν ἐγχείῃ περιμήκεΐ τε στιβαρῇ τε

  δεξιτερὸν κατὰ γλουτόν: ὁ δ᾽ οὐκ ἀνεχάζετ᾽ ὀπίσσω,

  οὐδ᾽ ἐπιόντ᾽ ἀλέεινε, καὶ αἵματος ἐσσυμένοιο:

  ἀλλ᾽ ἄρα καρπαλίμως περιμήκεα λᾶαν ἀείρας

  κάββαλε κὰκ κεφαλῆς μεγαθύμου Τηλεφίδαο:

  405 τοῦ δὲ κόρυς στονόεντα φόνον καὶ πῆμ᾽ ἀπάλαλκεν

  ἐσσυμένως: ὁ δ᾽ ἔπειτα κραταιῷ χώσατο φωτὶ

  Εὐρύπυλος μᾶλλον, μέγα δ᾽ ἀσχαλόων ἐνὶ θυμῷ

  ὠκὺ διὰ στέρνοιο Μαχάονος ἤλασεν ἔγχος.

  αἰχμὴ δ᾽ αἱματόεσσα μετάφρενον ἄχρις ἵκανεν:

  410 ἤριπε δ᾽ ὡς ὅτε ταῦρος ὑπὸ γναθμοῖσι λέοντος:

  ἀμφὶ δέ οἱ μελέεσσι μέγ᾽ ἔβραχεν αἰόλα τεύχη.

  Εὐρύπυλος δέ οἱ αἶψα πολύστονον εἰρύσατ᾽ αἰχμὴν

  ἐκ χροὸς οὐταμένοιο, καὶ εὐχόμενος μέγ᾽ ἀΰτει:

  ‘ἆ δείλ᾽, οὔ νύ τοι ἦτορ ἀρηράμενον φρεσὶ πάμπαν

  415 ἔπλετ᾽, ὃς οὐτιδανός περ ἐὼν μέγ᾽ ἀμείνονι φωτὶ

  ἄντα κίες: τῷ καί σε κακὴ λάχε δαίμονος Αἶσα.

  ἀλλὰ σοὶ ἔσσετ᾽ ὄνειαρ, ὅτ᾽ οἰωνοὶ δατέονται

  σάρκα τεὴν κταμένοιο κατὰ μόθον: ἢ ἔτ᾽ ἐέλπῃ

  νοστήσειν καὶ ἐμεῖο μένος καὶ χεῖρας ἀλύξειν;

  420 ἐσσὶ μὲν ἰητήρ, μάλα δ᾽ ἤπια φάρμακα οἶδας,

  τοῖς πίσυνος τάχ᾽ ἔολπας ὑπεκφυγέειν κακὸν ἦμαρ.

  ἀλλ᾽ οὐ μὰν οὐδ᾽ αὐτὸς ἀπ᾽ ἠνεμόεντος Ὀλύμπου

  σεῖο πατὴρ τεὸν ἦτορ ἔτ᾽ ἐκ θανάτοιο σαώσει,

  οὐδ᾽ εἴ τοι νέκταρ τε καὶ ἀμβροσίην καταχεύῃ.’

  425 ὣς φάτο: τὸν δ᾽ ὅ γε βαιὸν ἀναπνείων προσέειπεν:

  ‘Εὐρύπυλ᾽, οὐδ᾽ ἄρα σοί γε πολὺν χρόνον αἴσιμόν ἐστι

  ζώειν, ἀλλὰ σοὶ ἄγχι παρίσταται οὐλομένη Κὴρ

  Τρώιον ἂμ πεδίον, τῷ καὶ νῦν αἴσυλα βάζεις.’

  ὣς φάμενον λίπε θυμός: ἔβη δ᾽ ἄφαρ Ἄϊδος εἴσω:

  430 τὸν δὲ καὶ οὐκέτ᾽ ἐόντα προσηύδα κύδιμος ἀνήρ:

  ‘νῦν μὲν δὴ σύγε κεῖσο κατὰ χθονός: αὐτὰρ ἔγωγε

  ὕστερον οὐκ ἀλέγω, εἰ καὶ πραὰ ποσσὶν ὄλεθρος

  σήμερον ἡμετέροισι πέλει λυγρός: οὔτι γὰρ ἄνδρες

  ζώομεν ἤματα πάντα: πάντα: πότμος δ᾽ ἐπὶ πᾶσι τέτυκται.’

  435 ὣς εἰπὼν οὔταζε νέκυν: μέγα δ᾽ ἴαχε Τεῦκρος,

  ὡς ἴδεν ἐν κονίῃσι Μαχάονα: τοῦ γὰρ ἄπωθεν

  εἰστήκει μάλα πάγχυ πονεύμενος: ἐν γὰρ ἔκειτο

  δῆρις ἐνὶ μέσσοισιν: ἐπ᾽ ἄλλῳ δ᾽ ἄλλος ὀρώρει.

  ἀλλ᾽ οὐδ᾽ ὣς ἀμέλησε δεδουπότος ἀνδρὸς ἀγαυοῦ

  440 Νιρῆός δ᾽, ὃς κεῖτο παραυτόθι: τὸν δ᾽ ἐνόησεν

  ὕστερον ἀντιθέοιο Μαχάονος ἐν κονίῃσιν:

  αἶψα δ᾽ ὅ γ᾽ Ἀργείοισιν ἐκέκλετο μακρὰ βοήσας:

  ‘ἔσσυσθ᾽, Ἀργεῖοι, μηδ᾽ εἴκετε δυσμενέεσσιν

  ἐσσυμένοις: νῶιν γὰρ ἀάσπετον ἔσσετ᾽ ὄνειδος,

  445 αἴ κε Μαχάονα δῖον ἅμ᾽ ἀντιθέῳ Νιρῆι

  Τρῶες ἐρυσσάμενοι ποτὶ Ἴλιον ἀπονέωνται.

  ἀλλ᾽ ἄγε δυσμενέεσσι μαχώμεθα πρόφρονι θυμῷ,

  ὄφρα δαϊκταμένους εἰρύσσομεν ἠὲ καὶ αὐτοὶ

  κείνοις ἀμφιθάνωμεν, ἐπεὶ θέμις ἀνδράσιν αὕτη

  450 οἶσιν ἀμυνέμεναι, μηδ᾽ ἄλλοις κύρμα λιπέσθαι:

  οὐ γὰρ ἀνιδρωτί γε μετ᾽ ἀνδράσι κῦδος ἀέξει.’

  ὣς ἄρ᾽ ἔφη: Δαναοῖσι δ᾽ ἄχος γένετ᾽: ἀμφὶ δ᾽ ἄρ᾽ αὐτοῖς

  πολλοὶ γαῖαν ἔρευθον ὑπ᾽ Ἄρεϊ δῃωθέντες

  μαρναμένων ἑκάτερθεν: ἴση δ᾽ ἐπὶ δῆρις ὀρώρει.

  455 ὀψὲ δ᾽ ἀδελφειοῖο φόνον στονόεντα νόησε

  βλημένου ἐν κονίῃ Ποδαλείριος, οὕνεκα νηυσὶν

  ἧστο παρ᾽ ὠκυπόροισι τετυμμένα δούρασι φωτῶν

  ἕλκἐ ἀκειόμενος. περὶ δ᾽ ἔντεα δύσατο πάντα

  θυμὸν ἀδελφειοῖο χολούμενος: ἐν δέ οἱ ἀλκὴ

  460 σμερδαλέον στέρνοισιν ἀέξετο μαιμώωντι

  ἐς πόλεμον στονόεντα: μέλαν δέ οἱ ἔζεεν αἷμα

  λάβρον ὑπὸ κραδίῃ: τάχα δ᾽ ἔνθορε δυσμενέεσσι

  χερσὶ θ
οῇσιν ἄκοντα τανυγλώχινα τινάσσων:

  εἶλε δ᾽ ἄρ᾽ ἐσσυμένως Ἀγαμήστορος υἱέα δῖον

  465 κλεῖον, ὃν ἠΰκομος Νύμφη τέκεν ἀμφὶ ῥεέθροις

  Παρθενίου, ὅς τ᾽ εἶσι διὰ χθονὸς ἠΰτ᾽ ἔλαιον

  πόντον ἐπ᾽ Εὔξεινον προχέων καλλίρροον ὕδωρ.

  ἄλλον δ᾽ ἀμφὶ κασιγνήτῳ κτάνε δήιον ἄνδρα

  Λᾶσσον, ὃν ἀντίθεος Προνόη τέκεν ἀμφὶ ῥεέθροις

  470 Νυμφαίου ποταμοῖο μάλα σχεδὸν εὐρέος ἄντρου,

  ἄντρου θηητοῖο, τὸ δὴ φάτις ἔμμεναι αὐτῶν

  ἱρὸν Νυμφάων, ὁπόσαι περὶ μακρὰ νέμονται

  οὔρεα Παφλαγόνων καὶ ὅσαι περὶ βοτρυόεσσαν

  ναίουσ᾽ Ἡράκλειαν: ἔοικε δὲ κεῖνο θεοῖσιν

  475 ἄντρον, ἐπεί ῥα τέτυκται ἀπειρέσιον μὲν ἰδέσθαι

  λαΐνεον, ψυχρὸν δὲ διὰ σπέος ἔρχεται ὕδωρ

  κρυστάλλῳ ἀτάλαντον, ἐνὶ μυχάτοισι δὲ πάντῃ

  λαΐνεοι κρητῆρες ἐπὶ στυφελῇσι πέτρῃσιν

  αἰζηῶν ὡς χερσὶ τετυγμένοι ἰνδάλλονται:

  480 ἀμφ᾽ αὐτοῖσι δὲ Πᾶνες ὁμῶς Νύμφαι τ᾽ ἐρατειναί,

  ἱστοί τ᾽ ἠλακάται τε, καὶ ἄλλ᾽ ὅσα τεχνήεντα

  ἔργα πέλει θνητοῖσι, τὰ καὶ περὶ θαῦμα βροτοῖσιν

  εἴδεται ἐρχομένοισιν ἔσω ἱεροῖο μυχοῖο:

  τῷ ἔνι δοιαὶ ἔνεισι καταιβασίαι τ᾽ ἄνοδοί τε,

  485 ἡ μὲν πρὸς βορέαο τετραμμένη ἠχήεντος

  πνοιάς, ἡ δὲ νότοιο καταντίον ὑγρὸν ἀέντος,

  τῇ θνητοὶ νίσσονται ὑπὸ σπέος εὐρὺ θεάων:

  ἡ δ ἑτέρη μακάρων πέλεται ὁδός, οὐδέ μιν ἄνδρες

 

‹ Prev