Delphi Complete Works of Quintus Smyrnaeus

Home > Other > Delphi Complete Works of Quintus Smyrnaeus > Page 62
Delphi Complete Works of Quintus Smyrnaeus Page 62

by Quintus Smyrnaeus

Ἀτρεῖδαι προέηκαν ἐϋκτιμένην ποτὶ Λῆμνον

  335 Τυδέος ὄβριμον υἷα μενεπτόλεμόν τ᾽ Ὀδυσῆα

  νηὶ θοῇ τοὶ δ᾽ αἶψα ποτὶ πτόλιν Ἡφαίστοιο

  ἤλυθον Αἰγαίοιο διὰ πλατὺ χεῦμα θαλάσσης,

  Λῆμνον ἐς ἀμπελόεσσαν, ὅπῃ πάρος αἰνὸν ὄλεθρον

  ἀνδράσι κουριδίοισιν ἐμητίσαντο γυναῖκες

  340 ἔκπαγλον κοτέουσαι, ἐπεί σφεας οὔτι τίεσκον,

  ἀλλ᾽ ἄρα δμωιάδεσσι παρευνάζοντο γυναιξὶ

  Θρηικίῃς, τὰς δουρὶ καὶ ἠνορέῃ κτεάτισσαν

  πέρθοντές ποτε γαῖαν ἀρηιφίλων Θρηΐκων:

  αἱ δὲ μέγα ζήλοιο περὶ κραδίῃσι πεσόντος

  345 θυμὸν ἀνοιδήσαντο, φίλους δ᾽ ἀνὰ δώματ᾽ ἀκοίτας

  κτεῖνον ἀνηλεγέως, ὑπὸ χείρεσιν, οὐδ᾽ ἐλέησαν

  κουριδίους περ ἐόντας: ἐπεὶ μέγα μαίνεται ἦτορ

  ἀνέρος ἠδὲ γυναικός, ὅτε ζηλήμονι νούσῳ

  ἀμφιπέσῃ: κρατεραὶ γὰρ ἐποτρύνουσιν ἀνῖαι:

  350 ἀλλ᾽ αἵ γε σφετέροισιν ἐπ᾽ ἀνδράσι πῆμ᾽ ἐβάλοντο

  νυκτὶ μιῇ, καὶ πᾶσαν ἐχηρώσαντο πόληα

  παρθέμεναι φρεαὶ θυμὸν ἀταρβέα καὶ μέγα κάρτος.

  οἱ δ᾽ ὅτε δὴ Λῆμνον ζαθέην κίον ἠδὲ καὶ ἄντρον

  λαΐνεον, τόθι κεῖτο πάϊς Ποίαντος ἀγαυοῦ,

  355 δὴ τότ᾽ ἄρα σφίσι θάμβος ἐπήλυθεν, εὖτ᾽ ἐσίδοντο

  ἀνέρα λευγαλέῃσιν ἐπιστενάχοντ᾽ ὀδύνῃσι

  κεκλιμένον στυφελοῖο κατ᾽ οὔδεος: ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ

  οἰωνῶν πτερὰ πολλὰ περὶ λεχέεσσι κέχυντο:

  ἄλλα δέ οἱ συνέραπτο περὶ χροΐ, χείματος ἄλκαρ

  360 λευγαλέου: δὴ γάρ μιν ἐπὴν ἕλε λιμὸς ἀτερπής,

  βάλλεν ἀάσχετον ἰόν, ὅπῃ νόος ἰθύνεσκε:

  καὶ τὰ μὲν ἄρ κατέδαπτε, τὰ δὲ πτερά οἱ περίβαλλε.

  φύλλα δέ οἱ παρέκειτο, τά θ᾽ ἕλκεος οὐλομένοιο

  ἀμφετίθει καθύπερθε μελαίνης ἄλκαρ ἀνίης.

  αὐαλέαι δέ οἱ ἀμφὶ κόμαι περὶ κρατὶ κέχυντο

  365 θηρὸς ὅπως ὀλοοῖο, τὸν ἀργαλέης δόλος ἄγρης

  μάρψῃ νυκτὸς ἰόντα θοοῦ ποδός, ὃς δ᾽ ὑπ᾽ ἀνάγκης

  τειρόμενος ποδὸς ἄκρον ἀταρτηροῖσιν ὀδοῦσι

  κόψας εἰς ἑὸν ἄντρον ἀφίκεται, ἀμφὶ δέ οἱ κῆρ

  τείρει ὁμοῦ λιμός τε καὶ ἀργαλέαι μελεδῶναι:

  370 ὣς τὸν ὑπὸ σπέος εὐρὺ κακὴ περιδάμνατ᾽ ἀνίη:

  καί οἱ πᾶν μεμάραντο δέμας, περὶ δ᾽ ὀστέα μοῦνον

  ῥινὸς ἔην, ὀλοὴ δὲ παρηίδας ἀμφέχυτ᾽ αὐχμὴ

  λευγαλέον ῥυπόωντος: ἀνιηρὸν δέ μιν ἄλγος,

  δάμνατο: κοῖλαι δ᾽ ἔσκον ὑπ᾽ ὀφρύσιν ἀνδρὸς ὀπωπαὶ

  375 αἰνῶς τειρομένοιο: γόος δέ μιν οὔποτ᾽ ἔλειπεν,

  οὕνεκά οἱ μέλαν ἕλκος, ἐς ὀστέον ἄχρις ἱκέσθαι,

  πυθόμενον καθύπερθε λυγραὶ ὑπέρεπτον ἀνῖαι.

  ὡς δ᾽ ὅτ᾽ ἐπὶ προβολῇσι πολυκλύστοιο θαλάσσης

  πέτρην παιπαλόεσσαν ἀπειρεσίης ἁλὸς ἅλμη

  380 δάμναθ᾽ ὑποτμήγουσα μάλα στερεήν περ ἐοῦσαν,

  θεινομένης δ᾽ ἄρα τῆς ἀνέμῳ καὶ χείματι λάβρῳ

  χηραμὰ κοιλαίνονται ὑποβρωθέντα θαλάσσῃ:

  ὣς τοῦ ὑπίχνιον ἕλκος ἀέξετο πυθομένοιο

  ἰοῦ ἄπο, στυφελοῖς τόν οἱ ἐνομόρξατ᾽ ὀδοῦσι

  385 λυγρὸς ὕδρος, τόν φασιν ἀναλθέα τε στυγερόν τε

  ἔμμεναι, ὁππότε μιν τέρσῃ περὶ χέρσον ἰόντα

  ἠελίοιο μένος: τῷ καὶ μέγα φέρτατον ἄνδρα

  τεῖρε δυσαλθήτοισιν ὑποδμηθέντ᾽ ὀδύνῃσιν:

  ἐκ δέ οἱ ἕλκεος αἰὲν ἐπὶ χθόνα λειβομένοιο

  390 ἰχῶρος πεπάλακτο πέδον πολυχανδέος ἄντρου

  θαῦμα μέγ᾽ ἀνθρώποισι καὶ ὕστερον ἐσσομένοισι.

  καί οἱ πὰρ κλισίην φαρέτρη παρεκέκλιτο μακρὴ

  ἰῶν πεπληθυῖα: πέλοντο δ̓ἄρ᾽ οἱ μὲν ἐπ᾽ ἄγρην,

  οἱ δ᾽ ἐς δυσμενέας, τοὺς ἄμφεχε λοίγιον ὕδρου

  395 φάρμακον αἰνομόροιο: πάροιθε δέ οἱ μέγα τόξον

  κεῖτο πέλας, γναμπτοῖσιν ἀρηράμενον κεράεσσι

  χερσὶν ὑπ᾽ ἀκαμάτῃσι τετυγμένον Ἡρακλῆος.

  τοὺς δ᾽ ὁπότ᾽ εἰσενόησε ποτὶ σπέος εὐρὺ κιόντας,

  ἐσσυμένως οἴμησεν ἐπ᾽ ἀμφοτέροισι τανύσσαι

  400 ἀλγινόεντα βέλεμνα χόλου μεμνημένος αἰνοῦ,

  οὕνεκά μιν τὸ πάροιθε μέγα στενάχοντα λίποντο

  μοῦνον ἐρημαίοισιν ἐπ᾽ αἰγιαλοῖσι θαλάσσης.

  καί νύ κεν αἶψ᾽ ἐτέλεσσεν, ἅ οἱ θρασὺς ἤθελε θυμός,

  εἰ μή οἱ στονόεντα χόλον διέχευεν Ἀθήνη

  405 ἀνέρας εἰσορόωντος ὁμήθεας: οἱ δέ οἱ ἄγχι

  ἤλυθον ἀχνυμένοισιν ἐοικότε: καί ῥά μιν ἄμφω

  ἄντρου ἔσω κοίλοιο παρεζόμενοι ἑκάτερθεν

  ἕλκεος ἀμφ᾽ ὀλοοῖο καὶ ἀργαλέων ὀδυνάων

  εἴροντ᾽: αὐτὰρ ὁ τοῖσιν ἑὰς διεπέφραδ᾽ ἀνίας.

  410 οἱ δέ ἑ θαρσύνεσκον: ἔφαντο δέ οἱ λυγρὸν ἕλκος

  ἐξ ὀλοοῖο μόγοιο καὶ ἄλγεος ἰήσασθαι,

  ἢν στρατὸν εἰσαφίκηται Ἀχαιικόν, ὅν ῥα καὶ αὐτὸν

  φάντο μέγ᾽ ἀσχαλάαν παρὰ νήεσιν ἠδὲ καὶ αὐτοὺς

  Ἀτρείδας ἅμα τοῖσι: κακῶν δέ οἱ οὔτιν᾽ Ἀχαιῶν

  415 αἴτιον ἔμμεν᾽ ἔφαντο κατὰ στρατόν, ἀλλ᾽ ἀλεγεινὰς

  μοίρας, ὧν ἑκὰς οὔτις ἀνὴρ ἐπινίσσεται αἶαν,

  ἀ
λλ᾽ αἰεὶ μογεροῖσιν ἐπ᾽ ἀνδράσιν ἀπροτίοπτοι

  στρωφῶντ᾽ ἤματα πάντα, βροτῶν γένος ἄλλοτε μέν που

  βλάπτουσαι κατὰ θυμὸν ἀμείλιχον, ἄλλοτε δ᾽ αὖτε

  420 ἔκποθι κυδαίνουσαι: ἐπεὶ μάλα πάντα βροτοῖσι

  κεῖναι καὶ στονόεντα καὶ ἤπια μηχανόωνται

  αὐταὶ ὅπως ἐθέλουσιν. ὁ δ᾽ εἰσαΐων Ὀδυσῆος

  ἠδὲ καὶ ἀντιθέου Διομήδεος αὐτίκα θυμὸν

  ῥηιδίως κατέπαυσεν ἀνιηροῖο χόλοιο,

  425 ἔκπαγλον τὸ πάροιθε χολούμενος, ὅσσ᾽ ἐπεπόνθει.

  οἱ δέ μιν αἶψ᾽ ἐπὶ νῆα καὶ ἠιόνας βαρυδούπους

  καγχαλόωντες ἔνεικαν ὁμῶς σφετέροισι βελέμνοις:

  καί ῥά οἱ ἀμφεμάσαντο δέμας καὶ ἀμείλιχον ἕλκος

  σπόγγῳ ἐϋτρήτῳ, κατὰ δ᾽ ἔκλυσαν ὕδατι πολλῷ.

  430 ἀμπνύνθη δ᾽ ἄρα τυτθόν: ἄφαρ δέ οἱ ἐγκονέοντες

  δόρπον ἐῢν τεύξαντο μεμαότι: σὺν δὲ καὶ αὐτοὶ

  δαίνυντ᾽ ἔνδοθι νηός. ἐπήλυθε δ᾽ ἀμβροσίη νύξ,

  τοῖσι δ᾽ ἐφ᾽ ὕπνος ὄρουσε: μένον δ᾽ ἄχρις Ἠριγενείης

  ἀμφιάλου Λήμνοιο παρ᾽ ᾐόσιν: αὐτὰρ ἅμ᾽ ἠοῖ

  435 πείσμαθ᾽ ὁμῶς εὐνῇσιν ἐϋγνάμπτοισιν ἄειραν

  ἔκτοθεν ἐγκονέοντες: ἐπιπροέηκε δ᾽ Ἀθήνη

  ἐξόπιθεν πνείοντα τανυπρώρου νεὸς οὖρον.

  ἱστία δ᾽ αἶψ᾽ ἐτάνυσσαν ὑπ᾽ ἀμφοτέροισι πόδεσσι,

  νῆα κατιθύνοντες ἐΰζυγον: ἡ δ᾽ ὑπ᾽ ἰωῇ

  440 ἔσσυτ᾽ ἐπὶ πλατὺ χεῦμα: μέλαν δ᾽ ἀμφέστενε κῦμα

  ῥηγνύμενον: πολιὸς δὲ περίζεε πάντοθεν ἀφπός:

  ἀθφὶ δέ οἱ δελφῖνες ἀολλέες ἐσσεύοντο

  ῥίμφα διαπρήσσοντες ἁλὸς πολιοῖο κέλευθα.

  οἱ δ᾽ ἄφαρ Ἑλλήσποντον ἐπ᾽ ἰχθυόεντ᾽ ἀφίκοντο,

  445 ᾗχι καὶ ἄλλαι νῆες ἔσαν: κεχάροντο δ᾽ Ἀχαιοί,

  ὡς ἴδον οὓς ποθέεσκον ἀνὰ στρατόν. οἱ δ᾽ ἄρα νηὸς

  ἀσπασίως ἀπέβησαν: ἔχεν δ᾽ ἄρα χεῖρας ἀραιὰς

  Ποίαντος θρασὺς υἱὸς ἐπ᾽ ἀνέρας, οἵ ῥά μιν ἄμφω

  λυγρὸν ἐπισκάζοντα ποτὶ χθόνα δῖαν ἄγεσκον

  450 ἀμφοτέρων κρατερῇσιν ἐπικλινθέντα χέρεσσιν:

  ἠΰτ᾽ ἐνὶ ξυλόχοισιν ἐς ἥμισυ μέχρι κοπεῖσαν

  φηγὸν ὑφ᾽ ὑλοτόμοιο βίης ἤ πίονα πεύκην

  τυτθὸν ἔθ᾽ ἑστηυῖαν, ὅσον λίπε δρυτόμος ἀνὴρ.

  πρέμνον ὑποτμήγων λιπαρόν, δάος ὄφρα πέληται

  455 πίσσα πυρὶ δμηθεῖσα κατ᾽ οὔρεα, τὴν δ᾽ ἀλεγεινῶς

  ἀχθομένην ἄνεμός τε καὶ ἀδρανίη ποτικλίνῃ

  ἔρνεσιν εὐθαλέεσσι, φέρουσι δέ μιν βαρέουσαν:

  ὣς ἄρ᾽ ὑπ᾽ ἀτλήτῳ βεβαρημένον ἄλγεϊ φῶτα

  θαρσαλέοι ἥρωες ἐπικλινθέντα φέρεσκον

  Ἀργείων ἐς ὅμιλον ἀρήιον: οἱ δ᾽ ἐσιδόντες

  460 ᾤκτειραν μάλα πάντες ἑκηβόλον ἀνέρα λυγρῷ

  ἕλκεϊ τειρόμενον: τὸν δὲ στερεὸν καὶ ἄνουσον

  ὠκύτερον ποίησε νοήματος αἰψηροῖο

  ἶσος ἐπουρανίοις Ποδαλείριος, εὖ μὲν ὕπερθε

  πάσσων φάρμακα πολλὰ καθ᾽ ἕλκεος, εὖ δὲ κικλήσκων

  465 οὔνομα πατρὸς ἑοῖο: θοῶς δ᾽ ἰάχησαν Ἀχαιοὶ

  πάντες κυδαίνοντες ὁμῶς Ἀσκληπιοῦ υἷα.

  καί μιν φαιδρύναντο καὶ ἀμφί ἑ χρῖσαν ἐλαίῳ

  προφρονέως: ὀλοὴ δὲ κατηφείη καὶ ὀϊζὺς

  ἀθανάτων ἰότητι κατέφθιτο: τοὶ δ᾽ ἀνὰ θυμὸν

  470 τέρποντ᾽ εἰσορόωντες: ὁ δ᾽ ἄμπνυεν ἐκ κακότητος:

  ἀχροίῃ δ᾽ ἄρ᾽ ἔρευθος ἐπήλυθεν, ἀργαλέῃ δὲ

  ἀδρανίῃ μέγα κάρτος: ἀέξετο δ᾽ ἅψεα πάντα.

  ὡς δ᾽ ὁπότ᾽ ἀλδαίνηται ἐπὶ σταχύεσσιν ἄρουρα,

  ἣν τὸ πάρος φθινύθουσαν ἐπέκλυσε χείματος αἰνοῦ

  475 ὄμβρος ἐπιβρίσας, ἡ δ᾽ ἀλδομένη ἀνέμοισι

  μειδιάᾳ τεθαλυῖα πολυκμήτῳ ἐν ἀλωῇ:

  ὣς ἄρα τειρομένοιο Φιλοκτήταο πάροιθε

  πᾶν δέμας αἶψ᾽ ἀνέθηλεν: ἐϋτροχάλῳ δ᾽ ἐνὶ κοίλῃ

  κάλλιπε κήδεα πάντα, τά οἱ περιδάμνατο θυμόν.

  480 Ἀτρεῖδαι δ᾽ ὁρόωντες ἅτ᾽ ἐκ θανάτου ἀνιόντα

  ἀνέρα θαυμάζεσκον: ἔφαντο γὰρ ἔμμεναι ἔργον

  ἀθανάτων: τὸ δ᾽ ἄρ᾽ ἦεν ἐτήτυμον, ὡς ἐνόησαν:

  καὶ γάρ οἱ μέγεθός τε καὶ ἀγλαΐην κατέχευεν

  ἐσθλὴ Τριτογένεια: φάνη δ᾽ ἄφαρ, οἷος ἔην περ

  485 τὸ πρὶν ἐν Ἀργείοισι πάρος κακότητι δαμῆναι.

  καὶ τότ᾽ ἄρ᾽ ἐς κλισίην Ἀγαμέμνονος ἀφνειοῖο

  πάντες ὁμῶς οἱ ἄριστοι ἄγον Ποιάντιον υἷα:

  καί μιν κυδαίνοντες ἐπ᾽ εἰλαπίνῃσι γέραιρον.

  ἀλλ᾽ ὅτε δὴ κορέσαντο ποτοῦ καὶ ἐδητύος ἐσθλῆς,

  490 δὴ τότε μιν προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων:

  ‘ὦ φίλ᾽, ἐπειδή περ σὲ θεῶν ἰότητι πάροιθε

  Δήμνῳ ἐν ἀμφιάλῳ λίπομεν, βλαφθέντε νόημα,

  μὴ δὴ νῦν χόλον αἰνὸν ἐνὶ φρεσὶ σῇσι βαλέσθαι:

  οὐ γάρ ἄνευ μακάρων τάδ᾽ ἐρέξαμεν, ἀλλά που αὐτοὶ

  495 ἤθελον ἀθάνατοι νῶιν κακὰ πολλὰ βαλέσθαι

  σεῦ ἀπὸ νόσφιν ἐόντος, ἐπεὶ περίοιδας ὀϊστοῖς

  δυσμενέας δάμνασθαι, ὅτ᾽ ἀντία σεῖο μάχονται.

  ἀνδράσι γὰρ βιότοιο πολυπλάγκτοιο κέλευθοι

  πᾶσαν ἀν᾽ ἤπειρον πέλαγός τ᾽ ἀνὰ μακρὸν ἄϊστοι

  500 Μοιράων ἰ
ότητι πολυσχιδέες τε πέλονται,

  πυκναί τε σκολιαί τε, τετραμμέναι ἄλλυδις ἄλλη:

  τῶν δὲ δι᾽ αἰζηοὶ φορέονθ᾽ ὑπὸ δαίμονος Αἴσῃ

  εἰδόμενοι φύλλοισιν ὑπὸ πνοιῇς ἀνέμοιο

  σευομένοις: ἀγαθὸς δὲ κακῇ ἐνέκυρσε κελεύθῳ

  505 πολλάκις, οὐκ ἐσθλὸς δ᾽ ἀγαθῇ: τὰς δ᾽ οὔτ᾽ ἀλέασθαι

  οὔτ᾽ ἄρ ἑκών τις ἑλέσθαι ἐπιχθόνιος δύνατ᾽ ἀνήρ:

  χρὴ δὲ σαόφρονα φῶτα, καὶ ἢν φορέηθ᾽ ὑπ᾽ ἀέλλαις

  οἴμην ἀργαλέην, στερεῇ φρενὶ τλῆναι ὀϊζύν.

  ἀλλ᾽ ἐπεὶ ἀασάμεσθα καὶ ἠλίτομεν τόδε ἔργον,

  510 ἐξαῦτις δώροισιν ἀρεσσόμεθ᾽ ἀπλήτοισι,

  Τρώων ἤν ποθ᾽ ἕλωμεν ἐϋκτίμενον πτολίεθρον:

  νῦν δὲ λάβ᾽ ἑπτὰ γυναῖκας ἐείκοσί τ᾽ ὠκέας ἵππους

  ἀθλοφόρους τρίποδάς τε δυώδεκα, τοῖς ἐπὶ θυμὸν

  τέρψεις ἤματα πάντα: καὶ ἐν κλισίῃσιν ἐμῇσιν

  515 αἰεί τοι παρὰ δαιτὶ γέρας βασιλήιον ἔσται.’

  ὣς εἰπὼν ἥρωι πόρεν περικαλλέα δῶρα.

  τὸν δ᾽ ἄρα Ποίαντος προσέφη κρατερόφρονος υἱός:

  ‘ὦ φίλος, οὔ τοι ἐγὼν ἔτι χώομαι, οὐδὲ μὲν ἄλλῳ

  Ἀργείων, τῶν εἴ τις ἔτ᾽ ἤλιτεν εἵνεκ᾽ ἐμεῖο:

  520 οἶδα γάρ, ὡς στρεπτὸς νόος ἀνδράσι γίνεται ἐσθλοῖς,

  οὐδ᾽ αἰεὶ χαλεπὸν θέμις ἔμμεναι οὐδ᾽ ἀσύφηλον,

  ἀλλ᾽ ὁτὲ μὲν σμερδνὸν τελέθειν, ὁτὲ δ᾽ ἤπιον εἶναι.

  νῦν δ᾽ ἴομεν ποτὶ κοῖτον, ἐπεὶ χατέοντι μάχεσθαι

  βέλτερον ὑπνώειν ἢ ἐπὶ πλέον εἰλαπινάζειν.’

 

‹ Prev