Delphi Complete Works of Quintus Smyrnaeus

Home > Other > Delphi Complete Works of Quintus Smyrnaeus > Page 73
Delphi Complete Works of Quintus Smyrnaeus Page 73

by Quintus Smyrnaeus


  χεύατό οἱ ἁπαλῇσι παρηίσιν: αὐτὰρ ὁ νεκρῶν

  325 σώμαθ᾽ ὑπέρθορε πολλὰ θοοῖς ποσί, πολλὰ δ᾽ ἐν ὄρφνῃ

  οὐκ ἐθέλων στείβεσκε: Κύπρις δ᾽ ὀδόν ἡγεμόνευεν

  υἱωνὸν καὶ παῖδα καὶ ἀνέρα πήματος αἰνοῦ

  πρόφρων ῥυομένη: τοῦ δ᾽ ἐσσυμένου ὑπὸ ποσσὶ

  πάντῃ πῦρ ὑπόεικε: περισχίζοντο δ᾽ ἀϋτμαὶ

  330 Ἡφαίστου μαλεροῖο: καὶ ἔγχεα καὶ βέλἐ ἀνδρῶν

  πῖπτον ἐτώσια πάντα κατὰ χθονὸς, ὁππόσ᾽ Ἀχαιοὶ

  κείνῳ ἐπέρριψαν πολέμῳ ἐνὶ δακρυόεντι

  καὶ τότε δὴ Κάλχας μεγάλ᾽ ἴαχε λαὸν ἐέργων:

  ‘ἴσχεσθ᾽ Αἰνείαο κατ᾽ ἰφθίμοιο καρήνου

  335 βάλλοντες στονόεντα βέλη καὶ λοίγια δοῦρα:

  τὸν γὰρ θέσφατόν ἐστι θεῶν ἐρικυδέϊ βουλῇ

  Θύμβριν ἐπ᾽ εὐρυρέεθρον ἀπὸ Ξάνθοιο μολόντα

  τευξέμεν ἱερὸν ἄστυ καὶ ἐσσομένοισιν ἀγητὸν

  ἀνθρώποις, αὐτὸν δὲ πολυσπερέεσσι βροτοῖσι

  340 κοιρανέειν: ἐκ τοῦ δὲ γένος μετόπισθεν ἀνάξειν

  ἄχρις ἐπ᾽ ἀντολίην τε καὶ ἀκαμάτου δύσιν ἠοῦς:

  καὶ δ᾽ αὐτῷ θέμις ἐστὶ μετέμμεναι ἀθανάτοισιν,

  οὕνεκα δὴ πάϊς ἐστὶν ἐϋπολοκάμου Ἀφροδίτης,

  καὶ δ᾽ ἄλλως τοῦδ᾽ ἀνδρὸς ἑὰς ἀπεχώμεθα χεῖρας,

  345 οὕνεκα καὶ χρυσοῖο καὶ ἄλλ᾽ ὅσα οἱ κτέατ᾽ ἐστίν,

  ἄνδρ᾽ ἃ σαοῖ φεύγοντα καὶ ἀλλοδαπὴν ἐπὶ γαῖαν,

  τῶν πάντων προβέβουλεν ἑὸν πατέρ᾽ ἠδὲ καὶ υἷα:

  νὺξ δὲ μί᾽ ἧμιν ἔφηνε καὶ υἱέα πατρὶ γέροντι

  ἤπιον ἐκπάγλως καὶ ἀμεμφέα παιδὶ τοκῆα.’

  350 ὣς φάτο: τοὶ δ᾽ ἐπίθοντο καὶ ὡς θεὸν εἰσοράασκον

  πάντες: ὁ δ᾽ ἐσσυμένως ἐξ ἄστεος οἷο βεβήκει,

  ᾗχί ἑ ποιπνύοντα πόδες φέρον: οἱ δ᾽ ἔτι Τροίης

  Ἀργεῖοι πτολίεθρον ἐϋκτίμενον διέπερθον.

  καὶ τότε δὴ Μενέλαος ὑπὸ ξίφεϊ στονόεντι

  355 Δηίφοβον κατέπεφνε καρηβαρέοντα κιχήσας

  ἀμφ᾽ Ἑλένης λεχέεσσι δυσάμμορον: ἡ δ᾽ ὑπὸ φύζῃ

  κεύθετ᾽ ἐνὶ μεγάροισιν: ὁ δ᾽ αἵματος ἐκχυμένοιο

  γήθεεν ἀμφὶ φόνῳ: τοῖον δ᾽ ἐπὶ μῦθον ἔειπεν:

  ‘ὦ κύον, ὥς τοι ἔγωγε φόνον στονόεντ᾽ ἐφέηκα

  360 σήμερον: οὐδέ σε δῖα κιχήσεται Ἠριγένεια

  ζωὸν ἔτ᾽ ἐν Τρώεσσι, καὶ εἰ Διὸς εὔχεαι εἶναι

  γαμβρὸς ἐρισμαράγοιο: μέλας δέ σε δέξατ᾽ ὄλεθρος

  ἡμετέρης ἀλόχοιο παρὰ μεγάροισι δαρέντα

  ἀργαλέως: ὡς εἴθε καὶ οὐλομένοιο πάροιθε

  365 θυμὸν Ἀλεξάνδροιο κατὰ μόθον ἀντιόωντος

  νοσφισάμην: καί κέν μοι ἐλαφρότερον πέλεν ἄλγος:

  ἀλλ᾽ ὁ μὲν ἤδη ἵκανεν ὑπὸ ζόφον ὀκρυόεντα

  τίσας αἴσιμα πάντα: σὲ δ᾽ οὐκ ἄρα μέλλεν ὀνήσειν

  ἡμετέρη παράκοιτις, ἐπεὶ Θέμιν οὔποτ᾽ ἀλιτροὶ

  370 ἀνέρες ἐξαλέονται ἀκήρατον, οὕνεκ᾽ ἄρ᾽ αὐτοὺς

  εἰσοράᾳ νυκτός τε καὶ ἤματος, ἀμφὶ δὲ πάντῃ

  ἀνθρώπων ἐπὶ φῦλα διηερίη πεπότηται

  τινυμένη σὺν Ζηνὶ κακῶν ἐπιίστορας ἔργων.’

  ὣς εἰπὼν δηΐοισιν ἀνηλέα τεῦχεν ὄλεθρον:

  375 μαίνετο γάρ οἱ θυμὸς ὑπὸ κραδίῃ μέγ᾽ ἀέξων

  ζηλήμων: καὶ πολλὰ περὶ φρεσὶ θαρσαλέῃσι

  Τρωσὶ κακὰ φρονέεσκε, τὰ δὴ θεὸς ἐξετέλεσσε

  πρέσβα Δίκη: κεῖνοι γὰρ ἀτάσθαλα πρῶτοι ἔρεξαν

  ἀμφ᾽ Ἑλένης, πρῶτοι δὲ καὶ ὅρκια πημήναντο,

  380 σχέτλιοι, ὁππότε κεῖνο διὲκ μέλαν αἷμα καὶ ἱρὰ

  ἀθανάτων πατέοντο παραιβασίῃσι νόοιο:

  τῷ καί σφιν μετόπισθεν Ἐριννύες ἄλγεα τεῦχον:

  τοὔνεκ᾽ ἄρ᾽ οἱ μὲν ὄλοντο πρὸ τείχεος, οἱ δ᾽ ἀνὰ ἄστυ

  τερπόμενοι παρὰ δαιτὶ καὶ ἠϋκόμοις ἀλόχοισιν.

  385 ὀψὲ δὲ δὴ Μενέλαος ἐνὶ μυχάτοισι δόμοιο

  εὗρεν ἑὴν παράκοιτιν ὑποτρομέουσαν ὁμοκλὴν

  ἀνδρὸς κουριδίοιο θρασύφρονος, ὅς μιν ἀθρήσας

  ὥρμηνε κτανέειν ζηλημοσύνῃσι νόοιο,

  εἰ μή οἱ κατέρυξε βίην ἐρόεσσ᾽ Ἀφροδίτη,

  390 ἥ ῥά οἱ ἐκ χειρῶν ἔβαλε ξίφος, ἔσχε δ᾽ ἐρωήν:

  τοῦ γὰρ ζῆλον ἐρεμνὸν ἀπώσατο, καί οἱ ἔνερθεν

  ἡδὺν ὑφ᾽ ἵμερον ὦρσε κατὰ φρενὸς ἠδὲ ὄσσων.

  τῷ δ᾽ ἄρα θάμβος ἄελπτον ἐπήλυθεν: οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἔτλη

  κάλλος ἰδὼν ἀρίδηλον ἐπὶ ξίφος αὐχένι κῦρσαι,

  395 ἀλλ᾽ ὥστε ξύλον αὖον ἐν οὔρεϊ ὑλήεντι

  εἱστήκει, τὸ μὲν οὔτε θοαὶ βορέαο θύελλαι

  ἐσσύμεναι κλονέουσι δι᾽ ἠέρος οὔτε νότοιο:

  ὣς ὁ ταφὼν μένε δηρόν: ὑπεκλάσθη δέ οἱ ἀλκὴ

  δερκομένου παράκοιτιν: ἄφαρ δ᾽ ὅ γε λήσατο πάντων,

  400 ὅσσα οἱ ἐν λεχέεσσι παρήλιτε κουριδίοισι:

  πάντα γὰρ ἠμάλδυνε θεὴ Κύπρις, ἥ περ ἁπάντων

  ἀθανάτων δάμνησι νόον θνητῶν τ᾽ ἀνθρώπων.

  ἀλλὰ καὶ ὣς θοὸν ἆορ ἀπὸ χθονὸς αὖθις ἀείρας

  κουριδίῃ ἐπόρουσε: νόος δέ οἱ ἄλλ᾽ ἐνὶ θυμῷ

  405 ὡρμᾶτ᾽ ἐσσυμένοιο: δόλῳ δ᾽ ἄρα θέλγεν Ἀχαιούς.

  καὶ τότε μιν κατέρυξεν ἀδελφεὸς ἱέμενόν περ

  μειλιχίοις μάλα πολλὰ παραυδήσας ἐπέεσσι:

  δείδ
ιε γὰρ μή σφιν ἐτώσια πάντα γένηται:

  ‘ἴσχεο νῦν, Μενέλαε, χολούμενος: οὐ γὰρ ἔοικε

  410 κουριδίην παράκοιτιν ἐναιρέμεν, ἧς πέρι πολλὰ

  ἄλγἐ ἀνέτλημεν Πριάμῳ κακὰ μητιόωντες:

  οὐ γάρ τοι Ἑλένη πέλει αἰτίη, ὡς σύ γ᾽ ἔολπας,

  ἀλλὰ Πάρις ξενίοιο Διὸς καὶ σεῖο τραπέζης

  λησάμενος: τῷ καί μιν ἐν ἄλγεσι τίσατο δαίμων.’

  415 ὣς φάθ᾽: ὁ δ᾽ αἶψ᾽ ἐπίθησε. θεοὶ δ᾽ ἐρικυδέα Τροίην

  κυανέοις νεφέεσσι καλυψάμενοι γοάασκον,

  νόσφιν ἐϋπλοκάμου Τριτωνίδος ἠδὲ καὶ Ἥρης.

  αἳ μέγα κυδιάασκον ἀνὰ φρένας, εὖτ᾽ ἐσίδοντο

  περθόμενον κλυτὸν ἄστυ θεηγενέος Πριάμοιο.

  420 ἀλλ᾽ οὐ μὰν οὐδ᾽ αὐτὴ ἐΰφρων Τριτογένεια

  πάμπαν ἄδακρυς ἔην, ἐπεὶ ἦ ῥά οἱ ἔνδοθι νηοῦ

  Κασσάνδρην ᾔσχυνεν Ὀϊλέος ὄβριμος υἱὸς

  θυμοῦ τ᾽ ἠδὲ νόοιο βεβλαμμένος: ἡ δέ οἱ αἰνὸν

  εἰσοπίσω βάλε πῆμα καὶ ἀνέρα τίσατο λώβης:

  425 οὐδὲ μὲν ἔργον ἀεκιὲς ἐσέδρακεν, ἀλλά οἱ αἰδὼς

  καὶ χόλος ἀμφεχύθη: βλοσυρὰς δ᾽ ἔτρεψεν ὀπωπὰς

  νηὸν ἐς ὑψόροφον: περὶ δ᾽ ἔβραχε θεῖον ἄγαλμα,

  καὶ δάπεδον νηοῖο μέγ ἔτρεμεν: οὐδ᾽ ὅ γε λυγρῆς

  λῆγεν ἀτασθαλίης, ἐπεὶ ἦ φρένας ἄασε Κύπρις.

  430 πάντῃ δ᾽ ἄλλοθεν ἄλλα κατηρείποντο μέλαθρα

  ὑψόθεν: ἀζαλέη δὲ κόνις συνερίσγετο καπνῷ:

  ὦρτο δ᾽ ἄρα κτύπος αἰνός, ὑπετρομέοντο δ᾽ ἀγυιαί:

  καίετο δ᾽ Αἰνείαο δόμος, καίοντο δὲ πάντα

  Ἀντιμάχοιο μέλαθρα: καταίθετο δ᾽ ἄσπετος ἄκρη

  Πέργαμον ἀμφ᾽ ἐρατὴν περί θ᾽ ἱερὸν Ἀπόλλωνος

  435 νηόν τε ζάθεον Τριτωνίδος ἀμφί τε βωμὸν

  ἑρκείου: ζάθεον Τριτωνίδος ἀμφί τε ἐρατεινοὶ

  υἱωνῶν Πριάμοιο: πόλις δ᾽ ἀμαθύνετο πᾶσα.

  Τρῶες δ᾽ οἱ μὲν παισὶν ὑπ᾽ Ἀργείων ὀλέκοντο,

  οἱ δ᾽ ὑπὸ λευγαλέου τε πυρὸς σφετέρων τε μελάθρων,

  440 ἔνθα σφιν καὶ μοῖρα κακὴ καὶ τύμβος ἐτύχθη,

  ἄλλοι δὲ ξιφέεσσιν ἑὸν διὰ λαιμὸν ἔλασσαν

  πῦρ ἅμα δυσμενέεσσιν ἐπὶ προθύροισιν ἰδόντες,

  οἱ δ᾽ ἄρ᾽ ὁμῶς τεκέεσσι κατακτείναντες ἄκοιτιν

  κάππεσον ἄσχετον ἔργον ἀναπλήσαντες ἀνάγκῃ.

  445 καί ῥά τις οἰόμενος δηΐων ἑκὰς ἔμμεν᾽ ἀϋτὴν

  ἔκποθεν Ἡφαίστοιο θοῶς ἀνὰ κάλπιν ἀείρας

  ὥρμηνεν πονέεσθαι ἐφ᾽ ὕδατι: τὸν δὲ παραφθὰς

  Ἀργείων τις ἔτυψεν ὑπ᾽ ἔγχεϊ καί οἱ ὄλεσσε

  θυμὸν ὑπ᾽ ἀκρὴτῳ βεβαρημένον: ἤριπε δ᾽ εἴσω

  450 δώματος: ἀμφὶ δέ οἱ κενεὴ περικάππεσε κάλπις.

  ἄλλῳ δ᾽ αὖ φεύγοντι διὰ μεγάροιο μεσόδμη

  ἔμπεσε καιομένη, ἐπὶ δ᾽ ἤριπεν αἰπὺς ὄλεθρος.

  πολλαὶ δ᾽ αὖτε γυναῖκες ἀνιηρὴν ἐπὶ φύζαν

  ἐσσύμεναι μνήσαντο φίλων ὑπὸ δώματι παίδων,

  455 οὓς λίπον ἐν λεχέεσσιν: ἄφαρ δ᾽ ἀνὰ ποσσὶν ἰοῦσαι

  παισὶν ὁμῶς ἀπόλοντο δόμων ἐφύπερθε πεσόντων.

  ἵπποι δ᾽ αὖτε κύνες τε δι᾽ ἄστεος ἐπτοίηντο

  φεύγοντες στυγεροῖο πυρὸς μένος: ἀμφὶ δὲ ποσσὶ

  στεῖβον ἀποκταμένους, ζωοῖσι δὲ πῆμα φέροντες

  460 αἰὲν ἐνερρήγνυντο. βοὴ δ᾽ ἀμφίαχεν ἄστυ.

  καί τινος αἰζηοῖο διὰ φλογὸς ἐσσυμένοιο

  φθεγγομένου: τοὺς δ᾽ ἔνδον ἀμείλιχος Αἶσα δάμασσεν:

  ἄλλον δ᾽ ἄλλα κέλευθα φέρον στονόεντος ὀλέθρου.

  φλὸξ δ᾽ ἄρ᾽ ἐς ἠέρα δῖαν ἀνέγρετο: πέπτατο δ᾽ αἴγλη

  465 ἄσπετος: ἀμφὶ δὲ φῦλα περικτιόνων ὁρόωντο

  μέχρις ἐπ᾽ Ἰδαίων ὀρέων ὑψηλὰ κάρηνα

  Θρηικίης τε Σάμοιο καὶ ἀγχιάλου Τενέδοιο:

  καί τις ἁλὸς κατὰ βένθος ἔσω νεὸς ἔκφατο μῦθον:

  ‘ἤνυσαν Ἀργεῖοι κρατερόφρονες ἄσπετον ἔργον

  470 πολλὰ μάλ᾽ ἀμφ᾽ Ἑλένης ἑλικοβλεφάροιο καμόντες,

  πᾶσα δ᾽ ἄρ᾽ ἡ τὸ πάροιθε πανόλβιος ἐν πυρὶ Τροίη

  καίεται: οὐδὲ θεῶν τις ἐελδομένοισιν ἄμυνε:

  πάντα γὰρ ἄσχετος Αἶσα βροτῶν ἐπιδέρκεται ἔργα:

  καὶ τὰ μὲν ἀκλέα πολλὰ καὶ οὐκ ἀρίδηλα γεγῶτα

  475 κυδήεντα τίθησι, τὰ δ᾽ ὑψόθι μείον᾽ ἔθηκε:

  πολλάκι δ᾽ ἐξ ἀγαθοῖο πέλει κακόν, ἐκ δὲ κακοῖο

  ἐσθλὸν ἀμειβομένοιο πολυτλήτου βιότοιο.’

  ὣς ἂρ᾽ ἔφη μερόπων τις ἀπόπροθεν ἄσπετον αἴγλην

  εἰσορόων. στονόεσσα δ᾽ ἔτ᾽ ἄμφεχε Τρῶας ὀϊζύς:

  480 Ἀργεῖοι δ᾽ ἀνὰ ἄστυ κυδοίμεον, ἠΰτ᾽ ἀῆται

  λάβροι ἀπείρονα πόντον ὀρινόμενοι κλονέουσιν,

  ὁππότ᾽ ἄρ᾽ ἀντιπέρηθε δυσαέος Ἀρκτούροιο

  βηλὸν ἐς ἀστερόεντα Θυτήριον ἀντέλλῃσιν

  ἐς νότον ἠερόεντα τετραμμένον, ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ

  485 πολλαὶ ὑπόβρυχα νῆες ἀμαλδύνοντ᾽ ἐνὶ πόντῳ

  ὀρνυμένων ἀνέμων: τοῖς εἴκελοι υἷες Ἀχαιῶν

  πόρθεον Ἴλιον αἰπύ: τὸ δ᾽ ἐν πυρὶ καίετο πολλῷ.

  ἠΰτ᾽ ὄρος λασίῃσιν ἄδην καταείμενον ὕλῃς

  ἐσσυμένως καίηται ὑπαὶ πυρὸς ὀρνυμένοιο

  490 ἐξ ἀνέμων, δολιχαὶ δὲ περιβρομέουσι καλῶναι,

  τ�
� δ᾽ ἄρα λευγαλέως ἐνιτείρεται ἄγρια πάντα

  Ἡφαίστοιο βίῃφι περιστρεφθέντα καθ᾽ ὕλην:

  ὣς Τρῶες κτείνοντο κατὰ πτόλιν: οὐδέ τις αὐτοὺς

  ῥύετ᾽ ἐπουρανίων: περὶ γὰρ λίνα πάντοθε Μοῖραι

  495 μακρὰ περιστήσαντο, τά περ βροτὸς οὔποτ᾽ ἄλυξε.

  καὶ τότε Δημοφόωντι μενεπτολέμῳ τ᾽ Ἀκάμαντι

  Θησῆος μεγάλοιο δι᾽ ἄστεος ἤντετο μήτηρ

  αἴθρη ἐελδομένη: μακάρων δέ τις ἡγεμόνευεν,

  ὅς μιν ἄγεν κείνοισι καταντίον: ἡ δ᾽ ἀλάλυκτο

  500 φεύγουσ᾽ ἐκ πολέμοιο καὶ ἐκ πυρός: οἱ δ᾽ ἐσιδόντες

  αἴγλῃ ἐν Ἡφαίστοιο δέμας μέγεθός τε γυναικὸς

  αὐτὴν ἔμμεν ἔφαντο θεηγενέος Πριάμοιο

  ἀντιθέην παράκοιτιν: ἄφαρ δέ οἱ ἐμμεμαῶτες

  χεῖρας ἐπερρίψαντο λιλαιόμενοί μιν ἄγεσθαι

  505 ἐς Δαναούς: ἡ δ᾽ αἰνὸν ἀναστενάχουσα μετηύδα:

  ‘μή νύ με, κύδιμα τέκνα φιλοπτολέμων Ἀργείων,

  δήϊον ὣς ἐρύοντες ἑὰς ἐπὶ νῆας ἄγεσθε:

  οὐ γὰρ Τρωιάδων γένος εὔχομαι, ἀλλά μοι ἐσθλὸν

  αἷμα πέλει Δαναῶν μάλ᾽ ἐϋκλεές, οὕνεκα Πιτθεὺς

  510 γείνατό μ᾽ ἐν Τροιζῆνι: γάμῳ δ᾽ ἑδνώσατο δῖος

  Αἰγεύς: ἐκ δ᾽ ἄρ᾽ ἐμεῖο κλυτὸς πάϊς ἔπλετο Θησεύς.

  ἀλλά με, πρὸς μεγάλοιο Διός , τερπνῶν τε τοκήων,

  εἰ ἐτεὸν Θησῆος ἀμύμονος ἐνθάδ᾽ ἵκοντο

  υἷες ἅμ᾽ Ἀτρείδῃσι, φίλοις παίδεσσιν ἐκείνου

  515 δείξατ᾽ ἐελδομένοισι κατὰ στρατόν, οὕς περ ὀΐω

 

‹ Prev