by Xenophon
[4.6.1] Οἱ μὲν δὴ ἀμφὶ ταῦτα εἶχον. Γωβρύας δ᾽ ἐν τούτωι παρῆν Ἀσσύριος πρεσβύτης ἀνὴρ ἐφ᾽ ἵππου σὺν ἱππικῆι θεραπείαι· εἶχον δὲ πάντες τὰ ἐφίππων ὅπλα. καὶ οἱ μὲν ἐπὶ τῶι τὰ ὅπλα παραλαμβάνειν τεταγμένοι ἐκέλευον παραδιδόναι τὰ ξυστά, ὅπως κατακαίοιεν ὥσπερ τἆλλα. ὁ δὲ Γωβρύας εἶπεν ὅτι Κῦρον πρῶτον βούλοιτο ἰδεῖν· καὶ οἱ ὑπηρέται τοὺς μὲν ἄλλους ἱππέας αὐτοῦ κατέλιπον, τὸν δὲ Γωβρύαν ἄγουσι πρὸς τὸν Κῦρον. [4.6.2] ὁ δ᾽ ὡς εἶδε τὸν Κῦρον, ἔλεξεν ὧδε· Ὦ δέσποτα, ἐγώ εἰμι τὸ μὲν γένος Ἀσσύριος· ἔχω δὲ καὶ τεῖχος ἰσχυρὸν καὶ χώρας ἐπάρχω πολλῆς· καὶ ἵππον ἔχω εἰς χιλίαν, ἣν τῶι τῶν Ἀσσυρίων βασιλεῖ παρειχόμην καὶ φίλος ἦν ἐκείνωι ὡς μάλιστα· ἐπεὶ δὲ ἐκεῖνος τέθνηκεν ὑφ᾽ ὑμῶν ἀνὴρ ἀγαθὸς ὤν, ὁ δὲ παῖς ἐκείνου τὴν ἀρχὴν ἔχει ἔχθιστος ὢν ἐμοί, ἥκω πρὸς σὲ καὶ ἱκέτης προσπίπτω καὶ δίδωμί σοι ἐμαυτὸν δοῦλον καὶ σύμμαχον, σὲ δὲ τιμωρὸν αἰτοῦμαι ἐμοὶ γενέσθαι· καὶ παῖδα οὕτως ὡς δυνατόν σε ποιοῦμαι· ἄπαις δ᾽ εἰμὶ ἀρρένων παίδων. [4.6.3] ὃς γὰρ ἦν μοι μόνος καὶ καλὸς κἀγαθός, ὦ δέσποτα, καὶ ἐμὲ φιλῶν καὶ τιμῶν ὥσπερ ἂν εὐδαίμονα πατέρα παῖς τιμῶν τιθείη, τοῦτον ὁ νῦν βασιλεὺς οὗτος καλέσαντος τοῦ τότε βασιλέως, πατρὸς δὲ τοῦ νῦν, ὡς δώσοντος τὴν θυγατέρα τῶι ἐμῶι παιδί, ἐγὼ μὲν ἀπεπεμψάμην μέγα φρονῶν ὅτι δῆθεν τῆς βασιλέως θυγατρὸς ὀψοίμην τὸν ἐμὸν υἱὸν γαμέτην· ὁ δὲ νῦν βασιλεὺς εἰς θήραν αὐτο2ν παρακαλέσας καὶ ἀνεὶς αὐτῶι θηρᾶν ἀνὰ κράτος, ὡς πολὺ κρείττων αὐτοῦ ἱππεὺς ἡγούμενος εἶναι, ὁ μὲν ὡς φίλωι συνεθήρα, φανείσης δ᾽ ἄρκτου διώκοντες ἀμφότεροι, ὁ μὲν νῦν ἄρχων οὗτος ἀκοντίσας ἥμαρτεν, ὡς μήποτε ὤφελεν, ὁ δ᾽ ἐμὸς παῖς βαλών, οὐδὲν δέον, καταβάλλει τὴν ἄρκτον. [4.6.4] καὶ τότε μὲν δὴ ἀνιαθεὶς ἄρ᾽ οὗτος κατέσχεν ὑπὸ σκότου τὸν φθόνον· ὡς δὲ πάλιν λέοντος παρατυχόντος ὁ μὲν αὖ ἥμαρτεν, οὐδὲν οἶμαι θαυμαστὸν παθών, ὁ δ᾽ αὖ ἐμὸς παῖς αὖθις τυχὼν κατειργάσατό τε τὸν λέοντα καὶ εἶπεν· Ἆρα βέβληκα δὶς ἐφεξῆς καὶ καταβέβληκα θῆρα ἑκατεράκις, ἐν τούτωι δὴ οὐκέτι κατίσχει ὁ ἀνόσιος τὸν φθόνον, ἀλλ᾽ αἰχμὴν παρά τινος τῶν ἑπομένων ἁρπάσας, παίσας εἰς τὰ στέρνα τὸν μόνον μοι καὶ φίλον παῖδα ἀφείλετο τὴν ψυχήν. [4.6.5] κἁγὼ μὲν ὁ τάλας νεκρὸν ἀντὶ νυμφίου ἐκομισάμην καὶ ἔθαψα τηλικοῦτος ὢν ἄρτι γενειάσκοντα τὸν ἄριστον παῖδα τὸν ἀγαπητόν· ὁ δὲ κατακανὼν ὥσπερ ἐχθρὸν ἀπολέσας οὔτε μεταμελόμενος πώποτε φανερὸς ἐγένετο οὔτε ἀντὶ τοῦ κακοῦ ἔργου τιμῆς τινος ἠξίωσε τὸν κατὰ γῆς. ὅ γε μὴν πατὴρ αὐτοῦ καὶ συνώικτισέ με καὶ δῆλος ἦν συναχθόμενός μοι τῆι συμφορᾶι. [4.6.6] ἐγὼ οὖν, εἰ μὲν ἔζη ἐκεῖνος, οὐκ ἄν ποτε ἦλθον πρὸς σὲ ἐπὶ τῶι ἐκείνου κακῶι· πολλὰ γὰρ φιλικὰ ἕπαθον ὑπ᾽ ἐκείνου καὶ ὑπηρέτησα ἐκείνωι· ἐπεὶ δ᾽ εἰς τὸν τοῦ ἐμοῦ παιδὸς φονέα ἡ ἀρχὴ περιήκει, οὐκ ἄν ποτε τούτωι ἐγὼ δυναίμην εὔνους γενέσθαι, οὐδὲ οὗτος ἐμὲ εὖ οἶδ᾽ ὅτι φίλον ἄν ποτε ἡγήσαιτο. οἶδε γὰρ ὡς ἐγὼ πρὸς αὐτὸν ἔχω καὶ ὡς πρόσθεν φαιδρῶς βιοτεύων νυνὶ διάκειμαι, ἔρημος ὢν καὶ διὰ πένθους τὸ γῆρας διάγων. [4.6.7] εἰ οὖν σύ με δέχηι καὶ ἐλπίδα τινὰ λάβοιμι τῶι φίλωι παιδὶ τιμωρίας ἄν τινος μετὰ σοῦ τυχεῖν, καὶ ἀνηβῆσαι ἂν πάλιν δοκῶ μοι καὶ οὔτε ζῶν ἂν ἔτι αἰσχυνοίμην οὔτε ἀποθνήισκων ἀνιώμενος ἂν τελευτᾶν δοκῶ. [4.6.8] ὁ μὲν οὕτως εἶπε· Κῦρος δ᾽ ἀπεκρίνατο· Ἀλλ᾽ ἤνπερ, ὦ Γωβρύα, καὶ φρονῶν φαίνηι ὅσαπερ λέγεις πρὸς ἡμᾶς, δέχομαί τε ἰκέτην σε καὶ τιμώρησίν σοι τοῦ παιδὸς σὺν θεοῖς ὑπισχνοῦμαι. λέξον δέ μοι, ἔφη, ἐάν σοι ταῦτα ποιῶμεν καὶ τὰ τείχη σε ἔχειν ἐῶμεν καὶ τὴν χώραν καὶ τὰ ὅπλα καὶ τὴν δύναμιν ἥνπερ πρόσθεν εἶχες, σὺ ἡμῖν τί ἀντὶ τούτων ὑπηρετήσεις; [4.6.9] ὁ δὲ εἶπε· Τὰ μὲν τείχη, ὅταν ἔλθηις, οἶκόν σοι παρέξω· δασμὸν δὲ τῆς χώρας ὅνπερ ἔφερον ἐκείνωι σοὶ ἀποίσω, καὶ ὅποι ἂν στρατεύηι συστρατεύσομαι τὴν ἐκ τῆς χώρας δύναμιν ἔχων. ἔστι δέ μοι, ἔφη, καὶ θυγάτηρ παρθένος ἀγαπητὴ γάμου ἤδη ὡραία, ἣν ἐγὼ πρόσθεν μὲν ὤιμην τῶι νῦν βασιλεύοντι γυναῖκα τρέφειν· νῦν δὲ αὐτή τέ με ἡ θυγάτηρ πολλὰ γοωμένη ἱκέτευσε μὴ δοῦναι αὐτὴν τῶι τοῦ ἀδελφοῦ φονεῖ, ἐγώ τε ὡσαύτως γιγνώσκω. νῦν δέ σοι δίδωμι βουλεύσασθαι καὶ περὶ ταύτης οὕτως ὥσπερ ἂν καὶ ἐγὼ βουλεύων περὶ σοῦ φαίνωμαι. [4.6.10] οὕτω δὴ ὁ Κῦρος εἶπεν· Ἐπὶ τούτοις, ἔφη, ἐγὼ ἀληθευομένοις δίδωμί σοι τὴν ἐμὴν καὶ λαμβάνω τὴν σὴν δεξιάν· θεοὶ δ᾽ ἡμῖν μάρτυρες ἔστων. ἐπεὶ δὲ ταῦτα ἐπράχθη, ἀπιέναι τε κελεύει τὸν Γωβρύαν ἔχοντα τὰ ὅπλα καὶ ἐπήρετο πόση τις ὁδὸς ὡς αὐτὸν εἴη, ὡς ἥξων. ὁ δ᾽ ἔλεξεν· Ἢν αὔριον ἴηις πρώι, τῆι ἑτέραι ἂν αὐλίζοιο παρ᾽ ἡμῖν.
[4.6.11] Οὕτω δὴ οὗτος μὲν ὤιχετο ἡγεμόνα καταλιπών. οἱ δὲ Μῆδοι παρῆσαν, ἃ μὲν οἱ μάγοι ἔφρασαν τοῖς θεοῖς ἐξελεῖν, ἀποδόντες τοῖς μάγοις, Κύρωι δ᾽ ἐξηιρηκότες τὴν καλλίστην σκηνὴν καὶ τὴν Σουσίδα γυναῖκα, ἣ καλλίστη δὴ λέγεται ἐν τῆι Ἀσίαι γυνὴ γενέσθαι, καὶ μουσουργοὺς δὲ δύο τὰς κ
ρατίστας, δεύτερον δὲ Κυαξάρηι τὰ δεύτερα, τοιαῦτα δὲ ἄλλα ὧν ἐδέοντο ἑαυτοῖς ἐκπληρώσαντες, ὡς μηδενὸς ἐνδεόμενοι στρατεύωνται· πάντα γὰρ ἦν πολλά. [4.6.12] προσέλαβον δὲ καὶ Ὑρκάνιοι ὧν ἐδέοντο· ἰσόμοιρον δὲ ἐποίησαν καὶ τὸν παρὰ Κυαξάρου ἄγγελον· τὰς δὲ περιττὰς σκηνὰς ὅσαι ἦσαν Κύρωι παρέδοσαν, ὡς τοῖς Πέρσαις γένοιντο. τὸ δὲ νόμισμα ἔφασαν, ἐπειδὰν ἅπαν συλλεχθῆι, διαδώσειν· καὶ διέδωκαν.
Βιβλίον εʹ
[5.1.1] Οἱ μὲν δὴ ταῦτ᾽ ἔπραξάν τε καὶ ἔλεξαν. ὁ δὲ Κῦρος τὰ μὲν Κυαξάρου ἐκέλευσε διαλαβόντας φυλάττειν οὓς ἤιδει οἰκειοτάτους αὐτῶι ὄντας· καὶ ὅσα δὲ ἐμοὶ δίδοτε, ἡδέως, ἔφη, δέχομαι· χρήσεται δ᾽ αὐτοῖς ὑμῶν ὁ ἀεὶ μάλιστα δεόμενος. φιλόμουσος δέ τις τῶν Μήδων εἶπε· Καὶ μὴν ἐγώ, ὦ Κῦρε, τῶν μουσουργῶν ὁ δὲ Κῦρος εἶπεν· Ἀλλ᾽ ἐγώ, ἔφη, καὶ δίδωμί σοι καὶ χάριν ἀκούσας ἑσπέρας ὧν σὺ νῦν ἔχεις, ἤκουσά τε ἡδέως κἄν μοι δῶις αὐτῶν μίαν, στρατεύεσθαι ἄν μοι δοκῶ ἥδιον ἢ οἴκοι μένειν. ὁ δὲ Κῦρος εἶπεν· Ἀλλ᾽ ἐγώ, ἔφη, καὶ δίδωμί σοι καὶ χάριν οἴομαι σοὶ πλείω ἔχειν ὅτι ἐμὲ ἤιτησας ἢ σὺ ἐμοὶ ὅτι λαμβάνεις· οὕτως ἐγὼ ὑμῖν διψῶ χαρίζεσθαι. ταύτην μὲν οὖν ἔλαβεν ὁ αἰτήσας.
[5.1.2] Καλέσας δὲ ὁ Κῦρος Ἀράσπαν Μῆδον, ὃς ἦν αὐτῶι ἐκ παιδὸς ἑταῖρος, ὧι καὶ τὴν στολὴν ἐκδὺς ἔδωκε τὴν Μηδικήν, ὅτε παρ᾽ Ἀστυάγους εἰς Πέρσας ἀπήιει, τοῦτον ἐκέλευσε διαφυλάξαι αὐτῶι τήν τε γυναῖκα καὶ τὴν σκηνήν· [5.1.3] ἦν δὲ αὕτη ἡ γυνὴ τοῦ Ἀβραδάτου τοῦ Σουσίου· ὅτε δὲ ἡλίσκετο τὸ τῶν Ἀσσυρίων στρατόπεδον, ὁ ἀνὴρ αὐτῆς οὐκ ἔτυχεν ἐν τῶι στρατοπέδωι ὤν, ἀλλὰ πρὸς τὸν τῶν Βακτρίων βασιλέα πρεσβεύων ὤιχετο· ἔπεμψε δὲ αὐτὸν ὁ Ἀσσύριος περὶ συμμαχίας· ξένος γὰρ ὢν ἐτύγχανε τῶι τῶν Βακτρίων βασιλεῖ· ταύτην οὖν ἐκέλευσεν ὁ Κῦρος διαφυλάττειν τὸν Ἀράσπαν, ἕως ἂν αὐτὸς λάβηι. [5.1.4] κελευόμενος δὲ ὁ Ἀράσπας ἐρήρετο· Ἑώρακας δ᾽, ἔφη, ὦ Κῦρε, τὴν γυναῖκα, ἥν με κελεύεις φυλάττειν; Μὰ Δί᾽, ἔφη ὁ Κῦρος, οὐκ ἔγωγε. Ἀλλ᾽ ἐγώ, ἔφη, ἡνίκα ἐξηιροῦμέν σοι αὐτήν· καὶ δῆτα, ὅτε μὲν εἰσήλθομεν εἰς τὴν σκηνὴν αὐτῆς, τὸ πρῶτον οὐ διέγνωμεν αὐτήν· χαμαί τε γὰρ ἐκάθητο καὶ αἱ θεράπαιναι πᾶσαι περὶ αὐτήν· καὶ τοίνυν ὁμοίαν ταῖς δούλαις εἶχε τὴν ἐσθῆτα· ἐπεὶ δὲ γνῶναι βουλόμενοι ποία εἴη ἡ δέσποινα πάσας περιεβλέψαμεν, ταχὺ πάνυ καὶ πασῶν ἐφαίνετο διαφέρουσα τῶν ἄλλων, καίπερ καθημένη κεκαλυμμένη τε καὶ εἰς γῆν ὁρῶσα. [5.1.5] ὡς δὲ ἀναστῆναι αὐτὴν ἐκελεύσαμεν, συνανέστησαν μὲν αὐτῆι ἅπασαι αἱ ἀμφ᾽ αὐτήν, διήνεγκε δ᾽ ἐνταῦθα πρῶτον μὲν τῶι μεγέθει, ἔπειτα δὲ καὶ τῆι ἀρετῆι καὶ τῆι εὐσχημοσύνηι, καίπερ ἐν ταπεινῶι σχήματι ἑστηκυῖα. δῆλα δ᾽ ἦν αὐτῆι καὶ τὰ δάκρυα στάζοντα, τὰ μὲν κατὰ τῶν πέπλων, τὰ δὲ καὶ ἐπὶ τοὺς πόδας. [5.1.6] ὡς δ᾽ ἡμῶν ὁ γεραίτατος εἶπε, Θάρρει, ὦ γύναι· καλὸν μὲν γὰρ κἀγαθὸν ἀκούομεν καὶ τὸν σὸν ἄνδρα εἶναι· νῦν μέντοι ἐξαιροῦμεν ἀνδρί σε εὖ ἴσθι ὅτι οὔτε τὸ εἶδος ἐκείνου χείρονι οὔτε τὴν γνώμην οὔτε δύναμιν ἥττω ἔχοντι, ἀλλ᾽ ὡς ἡμεῖς γε νομίζομεν, εἴ τις καὶ ἄλλος ἀνήρ, καὶ Κῦρος ἄξιός ἐστι θαυμάζεσθαι, οὗ σὺ ἔσηι τὸ ἀπὸ τοῦδε· ὡς οὖν τοῦτο ἤκουσεν ἡ γυνή, περικατερρήξατό τε τὸν ἄνωθεν πέπλον καὶ ἀνωδύρατο· συνανεβόησαν δὲ καὶ αἱ δμωαί. [5.1.7] ἐν τούτωι δὲ ἐφάνη μὲν αὐτῆς τὸ πλεῖστον μέρος τοῦ προσώπου, ἐφάνη δὲ ἡ δέρη καὶ αἱ χεῖρες· καὶ εὖ ἴσθι, ἔφη, ὦ Κῦρε, ὡς ἐμοί τε ἔδοξε καὶ τοῖς ἄλλοις ἅπασι τοῖς ἰδοῦσι μήπω φῦναι μηδὲ γενέσθαι γυνὴ ἀπὸ θνητῶν τοιαύτη ἐν τῆι Ἀσίαι· ἀλλὰ πάντως, ἔφη, καὶ σὺ θέασαι αὐτήν. [5.1.8] καὶ ὁ Κῦρος ἔφη· [Ναὶ] Μὰ Δία, πολύ γε ἧττον, εἰ τοιαύτη ἐστὶν οἵαν σὺ λέγεις. Τί δαί; ἔφη ὁ νεανίσκος. Ὅτι, ἔφη, εἰ νυνὶ σοῦ ἀκούσας ὅτι καλή ἐστι πεισθήσομαι ἐλθεῖν θεασόμενος, οὐδὲ πάνυ μοι σχολῆς οὔσης, δέδοικα μὴ πολὺ θᾶττον ἐκείνη αὖθις ἀναπείσηι καὶ πάλιν ἐλθεῖν θεασόμενον· ἐκ δὲ τούτου ἴσως ἂν ἀμελήσας ὧν με δεῖ πράττειν καθήιμην ἐκείνην θεώμενος.
[5.1.9] Καὶ ὁ νεανίσκος ἀναγελάσας εἶπεν· Οἴει γάρ, ἔφη, ὦ Κῦρε, ἱκανὸν εἶναι κάλλος ἀνθρώπου ἀναγκάζειν τὸν μὴ βουλόμενον πράττειν παρὰ τὸ βέλτιστον; εἰ μέντοι, ἔφη, τοῦτο οὕτως ἐπεφύκει, πάντας ἂν ἠνάγκαζεν ὁμοίως. [5.1.10] ὁρᾶις, ἔφη, τὸ πῦρ, ὡς πάντας ὁμοίως καίει; πέφυκε γὰρ τοιοῦτον· τῶν δὲ καλῶν τῶν μὲν ἐρῶσι τῶν δ᾽ οὔ, καὶ ἄλλος γε ἄλλου. ἐθελούσιον γάρ, ἔφη, ἐστί, καὶ ἐρᾶι ἕκαστος ὧν ἂν βούληται· αὐτίκ᾽, ἔφη, οὐκ ἐρᾶι ἀδελφὸς ἀδελφής, ἄλλος δὲ ταύτης, οὐδὲ πατὴρ θυγατρός, ἄλλος δὲ ταύτης· καὶ γὰρ φόβος καὶ νόμος ἱκανὸς ἔρωτα κωλύειν. [5.1.11] εἰ δέ γ᾽, ἔφη, νόμος τεθείη μὴ ἐσθίοντας μὴ πεινῆν καὶ μὴ πίνοντας μὴ διψῆν μηδὲ ῥιγοῦν τοῦ χειμῶνος μηδὲ θάλπεσθαι τοῦ θέρους, οὐδεὶς ἂν νόμος δυνηθείη διαπράξασθαι ταῦτα πείθεσθαι ἀνθρώπους· πεφύκασι γὰρ ὑπὸ τούτων κρατεῖσθαι. τὸ δ᾽ ἐρᾶν ἐθελούσιόν ἐστιν· ἕκαστος γοῦν τῶν καθ᾽ ἑαυτὸν ἐρᾶι, ὥσπερ ἱματίων καὶ ὑποδημάτων. [5.1.12] Πῶς οὖν, ἔφη ὁ Κῦρος, �
�ἰ ἐθελούσιόν ἐστι τὸ ἐρασθῆναι, οὐ καὶ παύσασθαι ἔστιν ὅταν τις βούληται; ἀλλ᾽ ἐγώ, ἔφη, ἑώρακα καὶ κλαίοντας ὑπὸ λύπης δι᾽ ἔρωτα, καὶ δουλεύοντάς γε τοῖς ἐρωμένοις καὶ μάλα κακὸν νομίζοντας πρὶν ἐρᾶν τὸ δουλεύειν, καὶ διδόντας γε πολλὰ ὧν οὐ βέλτιον αὐτοῖς στέρεσθαι, καὶ εὐχομένους ὥσπερ καὶ ἄλλης τινὸς νόσου ἀπαλλαγῆναι, καὶ οὐ δυναμένους μέντοι ἀπαλλάττεσθαι, ἀλλὰ δεδεμένους ἰσχυροτέραι τινὶ ἀνάγκηι ἢ εἰ ἐν σιδήρωι ἐδέδεντο. παρέχουσι γοῦν ἑαυτοὺς τοῖς ἐρωμένοις πολλὰ καὶ εἰκῆι ὑπηρετοῦντας· καὶ μέντοι οὐδ᾽ ἀποδιδράσκειν ἐπιχειροῦσι, τοιαῦτα κακὰ ἔχοντες, ἀλλὰ καὶ φυλάττουσι τοὺς ἐρωμένους μή ποι ἀποδρῶσι.