Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics)

Home > Other > Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics) > Page 326
Complete Works of Xenophon (Illustrated) (Delphi Ancient Classics) Page 326

by Xenophon


  Κεφάλαιον ςʹ

  [1] Ἀλλ᾽ εἴ γε μὴν τῶν εἰρημένων ἀδύνατον μὲν μηδέν ἐστι μηδὲ χαλεπόν, πραττομένων δὲ αὐτῶν προσφιλέστεροι μὲν τοῖς Ἕλλησι γενησόμεθα, ἀσφαλέστερον δὲ οἰκήσομεν, εὐκλεέστεροι δὲ ἐσόμεθα, καὶ ὁ μὲν δῆμος τροφῆς εὐπορήσει, οἱ δὲ πλούσιοι τῆς εἰς τὸν πόλεμον δαπάνης ἀπαλλαγήσονται, περιουσίας δὲ πολλῆς γενομένης μεγαλοπρεπέστερον μὲν ἔτι ἢ νῦν ἑορτὰς ἄξομεν, ἱερὰ δ᾽ ἐπισκευάσομεν, τείχη δὲ καὶ νεώρια ἀνορθώσομεν, ἱερεῦσι δὲ καὶ βουλῆι καὶ ἀρχαῖς καὶ ἱππεῦσι τὰ πάτρια ἀποδώσομεν, πῶς οὐκ ἄξιον ὡς τάχιστα τούτοις ἐγχειρεῖν, ἵνα ἔτι ἐφ᾽ ἡμῶν ἐπίδωμεν τὴν πόλιν μετ᾽ ἀσφαλείας εὐδαιμονοῦσαν; [2] εἴ γε μὴν ταῦτα δόξειεν ὑμῖν πράττειν, συμβουλεύσαιμ᾽ ἂν ἔγωγε πέμψαντας καὶ εἰς Δωδώνην καὶ εἰς Δελφοὺς ἐπερέσθαι τοὺς θεοὺς εἰ λῶιον καὶ ἄμεινον εἴη ἂν τῆι πόλει οὕτω κατασκευαζομένηι καὶ αὐτίκα καὶ εἰς τὸν ἔπειτα χρόνον. [3] εἰ δὲ ταῦτα συναινοῖεν, τότ᾽ ἄν αὖ φαίην χρῆναι ἐπερωτᾶν, τίνας θεῶν προσποιούμενοι ταῦτα κάλλιστα καὶ ἄριστα πράττοιμεν ἄν· οὓς δ᾽ ἀνέλοιεν θεούς, τούτοις εἰκὸς καλλιερήσαντας ἄρχεσθαι τοῦ ἔργου. σὺν γὰρ θεῶι πραττομένων εἰκὸς καὶ τὰς πράξεις προϊέναι ἐπὶ τὸ λῶιον καὶ ἄμεινον ἀεὶ τῆι πόλει.

  HIERO - Ἱέρων

  [1.1] Σιμωνίδης ὁ ποιητὴς ἀφίκετό ποτε πρὸς Ἱέρωνα τὸν τύραννον. σχολῆς δὲ γενομένης ἀμφοῖν εἶπεν ὁ Σιμωνίδης· Ἆρ᾽ ἄν μοι ἐθελήσαις, ὦ Ἱέρων, διηγήσασθαι ἃ εἰκὸς εἰδέναι σε βέλτιον ἐμοῦ; Καὶ ποῖα ταῦτ᾽ ἐστίν, ἔφη ὁ Ἱέρων, ὁποῖα δὴ ἐγὼ βέλτιον ἂν εἰδείην σοῦ οὕτως ὄντος σοφοῦ ἀνδρός; [1.2] Οἶδά σε, ἔφη, ἐγὼ καὶ ἰδιώτην γεγενημένον καὶ νῦν τύραννον ὄντα· εἰκὸς οὖν ἀμφοτέρων πεπειραμένον καὶ εἰδέναι σε μᾶλλον ἐμοῦ πῆι διαφέρει ὁ τυραννικός τε καὶ ὁ ἰδιωτικὸς βίος εἰς εὐφροσύνας τε καὶ λύπας ἀνθρώποις. [1.3] Τί οὖν, ἔφη ὁ Ἱέρων, οὐχὶ καὶ σύ, ἐπεὶ νῦν γε ἔτι ἰδιώτης εἶ, ὑπέμνησάς με τὰ ἐν τῶι ἰδιωτικῶι βίωι; οὕτως γὰρ ἄν σοι οἶμαι μάλιστα ἐγὼ δύνασθαι δηλοῦν τὰ διαφέροντα ἐν ἑκατέρωι. [1.4] οὕτω δὴ ὁ Σιμωνίδης εἶπεν· Τοὺς μὲν δὴ ἰδιώτας ἔγωγε, ὦ Ἱέρων, δοκῶ μοι καταμεμαθηκέναι διὰ μὲν τῶν ὀφθαλμῶν ὁράμασιν ἡδομένους τε καὶ ἀχθομένους, διὰ δὲ τῶν ὤτων ἀκούσμασι, διὰ δὲ τῶν ῥινῶν ὀσμαῖς, διὰ δὲ τοῦ στόματος σίτοις τε καὶ ποτοῖς, τὰ δ᾽ ἀφροδίσια δι᾽ ὧν δὴ πάντες ἐπιστάμεθα· [1.5] τὰ δὲ ψύχη καὶ θάλπη καὶ σκληρὰ καὶ μαλακὰ καὶ κοῦφα καὶ βαρέα ὅλωι τῶι σιωματί μοι δοκοῦμεν, ἔφη, κρίνοντες ἥδεσθαί τε καὶ λυπεῖσθαι ἐπ᾽ αὐτοῖς· ἀγαθοῖς δὲ καὶ κακοῖς ἔστι μὲν ὅτε δι᾽ αὐτῆς τῆς ψυχῆς μοι δοκοῦμεν ἥδεσθαι, ὁτὲ δ᾽ αὖ λυπεῖσθαι, ἔστι δ᾽ ὅτε κοινῆι [καὶ] διά τε τῆς ψυχῆς καὶ διὰ τοῦ σώματος. [1.6] τῶι δ᾽ ὕπνωι ὅτι μὲν ἡδόμεθα δοκῶ μοι αἰσθάνεσθαι, ὅπως δὲ καὶ ὧιτινι καὶ ὁπότε, ταῦτα μᾶλλόν πως, ἔφη, δοκῶ μοι ἀγνοεῖν. καὶ οὐδὲν ἴσως τοῦτο θαυμαστόν, εἰ τὰ ἐν τῶι ἐγρηγορέναι σαφεστέρας ἡμῖν τὰς αἰσθήσεις παρέχεται ἢ τὰ ἐν τῶι ὕπνωι. [1.7] πρὸς ταῦτα δὴ ὁ Ἱέρων ἀπεκρίνατο· Ἐγὼ μὲν τοίνυν, ἔφη, ὦ Σιμωνίδη, ἔξω τούτων ὧν εἴρηκας σύγε οὐδ᾽ ὅπως ἂν αἴσθοιτό τινος ἄλλου ὁ τύραννος ἔχοιμ᾽ ἂν εἰπεῖν, ὥστε μέχρι γε τούτου οὐκ οἶδ᾽ εἴ τινι διαφέρει ὁ τυραννικὸς βίος τοῦ ἰδιωτικοῦ βίου. [1.8] καὶ ὁ Σιμωνίδης εἶπεν· Ἀλλ᾽ ἐν τοῖσδε, ἔφη, διαφέρει· πολλαπλάσια μὲν δι᾽ ἑκάστου τούτων εὐφραίνεται, πολὺ δὲ μείω τὰ λυπηρὰ ἔχει. καὶ ὁ Ἱέρων εἶπεν· Οὐχ οὕτως ἔχει, ὦ Σιμωνίδη, ταῦτα, ἀλλ᾽ εὖ ἴσθ᾽ ὅτι μείω πολὺ εὐφραίνονται οἱ τύραννοι τῶν μετρίως διαγόντων ἰδιωτῶν, πολὺ δὲ πλείω καὶ μείζω λυποῦνται. [1.9] Ἄπιστα λέγεις, ἔφη ὁ Σιμωνίδης. εἰ γὰρ οὕτως ταῦτ᾽ εἶχε, πῶς ἂν πολλοὶ μὲν ἐπεθύμουν τυραννεῖν, καὶ ταῦτα τῶν δοκούντων ἱκανωτάτων ἀνδρῶν εἶναι; πῶς δὲ πάντες ἐζήλουν ἂν τοὺς τυράννους; [1.10] Ὅτι ναὶ μὰ τὸν Δί᾽, ἔφη ὁ Ἱέρων, ἄπειροι ὄντες ἀμφοτέρων τῶν ἔργων σκοποῦνται περὶ αὐτοῦ. ἐγὼ δὲ πειράσομαί σε διδάσκειν ὅτι ἀληθῆ λέγω, ἀρξάμενος ἀπὸ τῆς ὄψεως· ἐντεῦθεν γὰρ καὶ σὲ δοκῶ μεμνῆσθαι ἀρξάμενον λέγειν. [1.11] πρῶτον μὲν γὰρ ἐν τοῖς διὰ τῆς ὄψεως θεάμασι λογιζόμενος εὑρίσκω μειονεκτοῦντας τοὺς τυράννους. ἄλλα μέν γε ἐν ἄλληι χώραι ἐστὶν ἀξιοθέατα· ἐπὶ δὲ τούτων ἕκαστα οἱ μὲν ἰδιῶται ἔρχονται καὶ εἰς πόλεις ἃς ἂν βούλωνται θεαμάτων ἕνεκα, καὶ εἰς τὰς κοινὰς πανηγύρεις, ἔνθα γ᾽ ἃ ἀξιοθεατότατα δοκεῖ εἶναι ἀνθρώποις συναγείρεται. [1.12] οἱ δὲ τύραννοι οὐ μάλα ἀμφὶ θεωρίας ἔχουσιν. οὔτε γὰρ ἰέναι αὐτοῖς ἀσφαλὲς ὅπου μὴ κρείττονες τῶν παρόντων μέλλουσιν ἔσεσθαι, οὔτε τὰ οἴκοι κέκτηνται ἐχυρά, ὥστε ἄλλοις παρακαταθεμένους ἀποδημεῖν. φοβερὸν γὰρ μὴ ἅμα τε στερηθῶσι τῆς ἀρχῆς καὶ ἀδύνατοι γένωνται τιμωρήσασθαι τοὺς ἀδικήσαντας. [1.13] εἴποις οὖν ἂν ἴσως σύ, ἀλλ᾽ ἄρα ἔρχεται αὐτοῖς τὰ τοιαῦτα καὶ οἴκοι μένουσι. ναὶ μὰ Δία, ὦ Σιμωνίδη, ὀλίγα γε τῶν πολλῶν καὶ ταῦτα τοιαῦτα ὄντα οὕτω τίμια πωλεῖται τοῖς τυράννοις ὥστε οἱ ἐπιδεικνύμενοι καὶ ὁ
τιοῦν ἀξιοῦσι πολλαπλάσια λαβόντες ἐν ὀλίγωι χρόνωι ἀπιέναι παρὰ τοῦ τυράννου ἢ ὅσα ἐν παντὶ τῶι βίωι παρὰ πάντων τῶν ἄλλων ἀνθρώπων κτῶνται. [1.14] καὶ ὁ Σιμωνίδης εἶπεν· Ἀλλ᾽ εἰ <ἐν> τοῖς θεάμασι μειονεκτεῖτε, διά γέ τοι τῆς ἀκοῆς πλεονεκτεῖτε. ἐπεὶ τοῦ μὲν ἡδίστου ἀκροάματος, ἐπαίνου, οὔποτε σπανίζετε· πάντες γὰρ οἱ παρόντες ὑμῖν πάντα καὶ ὅσα ἂν λέγητε καὶ ὅσα ἂν ποιῆτε ἐπαινοῦσι. τοῦ δ᾽ αὖ χαλεπωτάτου ἀκροάματος, λοιδορίας, ἀνήκοοί ἐστε· οὐδεὶς γὰρ ἐθέλει τυράννου κατ᾽ ὀφθαλμοὺς κατηγορεῖν. [1.15] καὶ ὁ Ἱέρων εἶπε· Καὶ τί οἴει, ἔφη, τοὺς μὴ λέγοντας κακῶς εὐφραίνειν, ὅταν εἰδῆι τις σαφῶς ὅτι οἱ σιωπῶντες οὗτοι πάντες κακὰ νοοῦσι τῶι τυράννωι; ἢ τοὺς ἐπαινοῦντας τί δοκεῖς εὐφραίνειν, ὅταν ὕποπτοι ὦσιν ἕνεκα τοῦ κολακεύειν τοὺς ἐπαίνους ποιεῖσθαι; [1.16] καὶ ὁ Σιμωνίδης εἶπεν· Τοῦτο μὲν δὴ ναὶ μὰ τὸν Δία ἔγωγέ σοι, Ἱέρων, πάνυ συγχωρῶ, τοὺς ἐπαίνους παρὰ τῶν ἐλευθερωτάτων ἡδίστους εἶναι, ἀλλ᾽, ὁπᾶις; ἐκεῖνό γε οὐκ ἂν ἔτι πείσαις ἀνθρώπων οὐδένα ὡς οὐ δι᾽ ὧν τρεφόμεθα οἱ ἄνθρωποι, πολὺ πλείω ὑμεῖς ἐν αὐτοῖς εὐφραίνεσθε. [1.17] Καὶ οἶδά γ᾽, ἔφη, ὦ Σιμωνίδη, ὅτι τούτωι κρίνουσιν οἱ πλεῖστοι ἥδιον ἡμᾶς καὶ πίνειν καὶ ἐσθίειν τῶν ἰδιωτῶν, ὅτι δοκοῦσι καὶ αὐτοὶ ἥδιον ἂν δειπνῆσαι τὸ ἡμῖν παρατιθέμενον δεῖπνον ἢ τὸ ἑαυτοῖς· τὸ γὰρ τὰ εἰωθότα ὑπερβάλλον, τοῦτο παρέχει τὰς ἡδονάς. [1.18] διὸ καὶ πάντες ἄνθρωποι ἡδέως προσδέχονται τὰς ἑορτὰς πλὴν οἱ τύραννοι· ἔκπλεωι γὰρ αὐτοῖς ἀεὶ παρεσκευασμέναι οὐδεμίαν ἐν ταῖς ἑορταῖς ἔχουσιν αἱ τράπεζαι αὐτῶν ἐπίδοσιν· ὥστε ταύτηι πρῶτον τῆι εὐφροσύνηι τῆς ἐλπίδος μειονεκτοῦσι τῶν ἰδιωτῶν. [1.19] ἔπειτα δ᾽, ἔφη, ἐκεῖνο εὖ οἶδ᾽ ὅτι καὶ σὺ ἔμπειρος εἶ ὅτι ὅσωι ἂν πλείω τις παραθῆται τὰ περιττὰ τῶν ἱκανῶν, τοσούτωι καὶ θᾶττον κόρος ἐμπίπτει τῆς ἐδωδῆς· ὥστε καὶ τῶι χρόνωι τῆς ἡδονῆς μειονεκτεῖ ὁ παρατιθέμενος πολλὰ τῶν μετρίως διαιτωμένων. [1.20] Ἀλλὰ ναὶ μὰ Δί᾽, ἔφη ὁ Σιμωνίδης, ὅσον ἂν χρόνον ἡ ψυχὴ προσίηται, τοῦτον πολὺ μᾶλλον ἥδονται οἱ ταῖς πολυτελεστέραις παρασκευαῖς τρεφόμενοι τῶν τὰ εὐτελέστερα παρατιθεμένων. [1.21] Οὐκοῦν, ἔφη ὁ Ἱέρων, ὦ Σιμωνίδη, τὸν ἑκάστωι ἡδόμενον μάλιστα, τοῦτον οἴει καὶ ἐρωτικώτατα ἔχειν τοῦ ἔργου τούτου; Πάνυ μὲν οὖν, ἔφη. Ἦ οὖν, ὁρᾶις τι τοὺς τυράννους ἥδιον ἐπὶ τὴν ἑαυτῶν παρασκευὴν ἰόντας ἢ τοὺς ἰδιώτας ἐπὶ τὴν ἑαυτῶν; Οὐ μὰ τὸν Δί᾽, ἔφη, οὐ μὲν οὖν, ἀλλὰ καὶ ἀγλευκέστερον, ὡς πολλοῖς ἂν δόξειεν. [1.22] Τί γάρ, ἔφη ὁ Ἱέρων, τὰ πολλὰ ταῦτα μηχανήματα κατανενόηκας ἃ παρατίθεται τοῖς τυράννοις, ὀξέα καὶ δριμέα καὶ στρυφνὰ καὶ τὰ τούτων ἀδελφά; Πάνυ μὲν οὖν, ἔφη ὁ Σιμωνίδης, καὶ πάνυ γέ μοι δοκοῦντα παρὰ φύσιν εἶναι ταῦτα ἀνθρώποις. [1.23] Ἄλλο τι οὖν οἴει, ἔφη ὁ Ἱέρων, ταῦτα τὰ ἐδέσματα εἶναι ἢ μαλακῆς καὶ ἀσθενούσης ψυχῆς ἐπιθυμήματα; ἐπεὶ εὖ οἶδ᾽ ἔγωγε ὅτι οἱ ἡδέως ἐσθίοντες καὶ σύ που οἶσθα ὅτι οὐδὲν προσδέονται τούτων τῶν σοφισμάτων. [1.24] Ἀλλὰ μέντοι, ἔφη ὁ Σιμωνίδης, τῶν γε πολυτελῶν ὀσμῶν τούτων, αἷς χρίεσθε, τοὺς πλησιάζοντας οἶμαι μᾶλλον ἀπολαύειν ἢ αὐτοὺς ὑμᾶς, ὥσπερ γε καὶ τῶν ἀχαρίτων ὀσμῶν οὐκ αὐτὸς ὁ βεβρωκὼς αἰσθάνεται, ἀλλὰ μᾶλλον οἱ πλησιάζοντες. [1.25] Οὕτω μέντοι, ἔφη ὁ Ἱέρων, καὶ τῶν σίτων ὁ μὲν ἔχων παντοδαπὰ ἀεὶ οὐδὲν μετὰ πόθου αὐτῶν λαμβάνει· ὁ δὲ σπανίσας τινός, οὗτός ἐστιν ὁ μετὰ χαρᾶς πιμπλάμενος, ὅταν αὐτῶι προφανῆι τι. [1.26] Κινδυνεύουσιν, ἔφη ὁ Σιμωνίδης, αἱ τῶν ἀφροδισίων μόνον ὑμῖν ἀπολαύσεις τοῦ τυραννεῖν τὰς ἐπιθυμίας παρέχειν· ἐν γὰρ τούτωι ἔξεστιν ὑμῖν ὅ τι ἂν κάλλιστον ἴδητε τούτωι συνεῖναι. [1.27] Νῦν δή, ἔφη ὁ Ἱέρων, εἴρηκας ἐν ὧι γε, σάφ᾽ ἴσθι, μειονεκτοῦμεν τῶν ἰδιωτῶν. πρῶτον μὲν γὰρ γάμος ὁ μὲν ἐκ μειζόνων δήπου καὶ πλούτωι καὶ δυνάμει κάλλιστος δοκεῖ εἶναι καὶ παρέχειν τινὰ τῶι γήμαντι φιλοτιμίαν μεθ᾽ ἡδονῆς· δεύτερος δ᾽ ὁ ἐκ τῶν ὁμοίων· ὁ δ᾽ ἐκ τῶν φαυλοτέρων πάνυ ἄτιμός τε καὶ ἄχρηστος νομίζεται. [1.28] τῶι τοίνυν τυράννωι, ἂν μὴ ξένην γήμηι, ἀνάγκη ἐκ μειόνων γαμεῖν, ὥστε τὸ ἀγαπητὸν οὐ πάνυ αὐτῶι παραγίγνεται. πολὺ δὲ καὶ αἱ θεραπεῖαι αἱ ἀπὸ τῶν μέγιστον φρονουσῶν γυναικῶν εὐφραίνουσι μάλιστα, αἱ δ᾽ ὑπὸ δούλων παροῦσαι μὲν οὐδέν τι ἀγαπῶνται, ἐὰν δέ τι ἐλλείπωσι, δεινὰς ὀργὰς καὶ λύπας ἐμποιοῦσιν. [1.29] ἐν δὲ τοῖς παιδικοῖς ἀφροδισίοις ἔτι αὖ πολὺ μᾶλλον ἢ ἐν τοῖς τεκνοποιοῖς μειονεκτεῖ τῶν εὐφροσυνῶν ὁ τύραννος. ὅτι <μὲν>

‹ Prev