by Aeschylus
οἴχωκε, νέον δ’ ἄνδρα βαΰζει,
κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς
15 ἄστυ τὸ Περσῶν ἀφικνεῖται·
οἵτε τὸ Σούσων ἠδ’ Ἀγβατάνων
καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος
προλιπόντες ἔβαν, τοὶ μὲν ἐφ’ ἵππων,
τοὶ δ’ ἐπὶ ναῶν, πεζοί τε βάδην
20 πολέμου στῖφος παρέχοντες·
οἷος Ἀμίστρης ἠδ’ Ἀρταφρένης
καὶ Μεγαβάτης ἠδ’ Ἀστάσπης,
ταγοὶ Περσῶν,
βασιλῆς βασιλέως ὕποχοι μεγάλου,
25 σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι,
τοξοδάμαντές τ’ ἠδ’ ἱπποβάται,
φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην
ψυχῆς εὐτλήμονι δόξῃ·
Ἀρτεμβάρης θ’ ἱππιοχάρμης
30 καὶ Μασίστρης, ὅ τε τοξοδάμας
ἐσθλὸς Ἰμαῖος Φαρανδάκης θ’,
ἵππων τ’ ἐλατὴρ Σοσθάνης.
ἄλλους δ’ ὁ μέγας καὶ πολυθρέμμων
Νεῖλος ἔπεμψεν· Σουσισκάνης,
35 Πηγασταγὼν Αἰγυπτογενής,
ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων
μέγας Ἀρσάμης, τάς τ’ ὠγυγίους
Θήβας ἐφέπων Ἀριόμαρδος,
καὶ ἑλειοβάται ναῶν ἐρέται
40 δεινοὶ πλῆθός τ’ ἀνάριθμοι.
ἁβροδιαίτων δ’ ἕπεται Λυδῶν
ὄχλος, οἵτ’ ἐπίπαν ἠπειρογενὲς
κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς
Ἀρκτεύς τ’ ἀγαθός, βασιλῆς δίοποι,
45 χαἰ πολύχρυσοι Σάρδεις ἐπόχους
πολλοῖς ἅρμασιν ἐξορμῶσιν,
δίρρυμά τε καὶ τρίρρυμα τέλη,
φοβερὰν ὄψιν προσιδέσθαι.
στεῦται δ’ ἱεροῦ Τμώλου πελάτης
50 ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι,
Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,
καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δ’
ἡ πολύχρυσος πάμμεικτον ὄχλον
πέμπει σύρδην, ναῶν τ’ ἐπόχους
55 καὶ τοξουλκῷ λήματι πιστούς·
τὸ μαχαιροφόρον τ’ ἔθνος ἐκ πάσης
Ἀσίας ἕπεται
δειναῖς βασιλέως ὑπὸ πομπαῖς.
τοιόνδ’ ἄνθος Περσίδος αἴας
60 οἴχεται ἀνδρῶν,
οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις
θρέψασα πόθῳ στένεται μαλερῷ,
τοκέης τ’ ἄλοχοί θ’ ἡμερολεγδὸν
τείνοντα χρόνον τρομέονται.
65 πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη [στρ. α.
βασίλειος στρατὸς εἰς ἀντίπορον γείτονα χώραν,
λινοδέσμῳ σχεδίᾳ πορθμὸν ἀμείψας
70 Ἀθαμαντίδος Ἕλλας,
πολύγομφον ὅδισμα ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.
πολυάνδρου δ’ Ἀσίας θούριος ἄρχων [ἀντ. α.
ἐπὶ πᾶσαν χθόνα ποιμανόριον θεῖον ἐλαύνει
76 διχόθεν, πεζονόμον τ’ ἔκ τε θαλάσσας,
ἐχυροῖσι πεποιθὼς
στυφελοῖς ἐφέταις, χρυσογόνου γενεᾶς ἰσόθεος φώς.
81 κυάνεον δ’ ὄμμασι λεύσσων [στρ. β.
φονίου δέργμα δράκοντος,
πολύχειρ καὶ πολυναύτης,
Σύριόν θ’ ἅρμα διώκων,
85 ἐπάγει δουρικλύτοις ἀνδράσι τοξόδαμνον Ἄρη.
δόκιμος δ’ οὔτις ὑποστὰς [ἀντ. β.
μεγάλῳ ῥεύματι φωτῶν
ἐχυροῖς ἕρκεσιν εἴργειν
90 ἄμαχον κῦμα θαλάσσας·
ἀπρόσοιστος γὰρ ὁ Περσῶν στρατὸς ἀλκίφρων τε λαός.
θεόθεν γὰρ κατὰ Μοῖρ’ ἐκράτησεν [στρ. γ.
95 τὸ παλαιόν, ἐπέσκηψε δὲ Πέρσαις
πολέμους πυργοδαΐκτους
διέπειν ἱππιοχάρμας τε κλόνους πόλεών τ’ ἀναστάσεις.
100 ἔμαθον δ’ εὐρυπόροιο θαλάσσας [ἀντ. γ.
πολιαινομένας πνεύματι λάβρῳ
ἐσορᾶν πόντιον ἄλσος,
104 πίσυνοι λεπτοδόμοις πείσμασι λαοπόροις τε μηχαναῖς.
δολόμητιν δ’ ἀπάταν θXοῦ [μεσῳδ.
τίς ἀνὴρ θνατὸς ἀλύξει;
τίς ὁ κραιπνῷ ποδὶ πηδήματος εὐπετέος ἀνάσσων;
111 φιλόφρων γὰρ ‹ποτι›σαίνουσα τὸ πρῶτον παράγει
βροτὸν εἰς ἄρκυας Ἄτα,
τόθεν οὐκ ἔστιν ὑπὲρ θνατὸν ἀλύξαντα φυγεῖν.
115 ταῦτά μοι μελαγχίτων [στρ. δ.
φρὴν ἀμύσσεται φόβῳ -
ὀᾶ Περσικοῦ στρατεύματος τοῦδε μὴ πόλις πύθηται, κένανδρον μέγ’ ἄστυ Σουσίδος·
120 καὶ τὸ Κισσίων πόλισμ’ [ἀντ. δ.
ἀντίδουπον ᾄσεται,
ὀᾶ, τοῦτ’ ἔπος γυναικοπληθὴς ὅμιλος ἀπύων, βυσσίνοις δ’ ἐν πέπλοις πέσῃ λακίς.
πᾶς γὰρ ἱππηλάτας [στρ. ε.
καὶ πεδοστιβὴς λεὼς
σμῆνος ὣς ἐκλέλοιπεν μελισσᾶν σὺν ὀρχάμῳ στρατοῦ,
130 τὸν ἀμφίζευκτον ἐξαμείψας ἀμφοτέρας ἅλιον
πρῶνα κοινὸν αἴας.
λέκτρα δ’ ἀνδρῶν πόθῳ [ἀντ. ε.
πίμπλαται δακρύμασιν·
135 Περσίδες δ’ ἁβροπενθεῖς ἑκάστα πόθῳ φιλάνορι
τὸν αἰχμήεντα θοῦρον εὐνατῆρ’ ἀποπεμψαμένα
λείπεται μονόζυξ.
140 - ἀλλ’ ἄγε, Πέρσαι, τόδ’ ἐνεζόμενοι
στέγος ἀρχαῖον,
φροντίδα κεδνὴν καὶ βαθύβουλον
/> θώμεθα, χρεία δὲ προσήκει,
πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς
145 Δαρειογενής,
[τὸ πατρωνύμιον γένος ἡμέτερον·]
πότερον τόξου ῥῦμα τὸ νικῶν,
ἢ δορικράνου
λόγχης ἰσχὺς κεκράτηκεν.
150 - ἀλλ’ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς
φάος ὁρμᾶται μήτηρ βασιλέως,
βασίλεια δ’ ἐμή· προσπίτνω·
καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν
πάντας μύθοισι προσαυδᾶν.
155 - ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,
μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι·
θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,
εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.
ΒΑΣΙΛΕΙΑ
ταῦτα δὴ λιποῦσ’ ἱκάνω χρυσεοστόλμους δόμους
160 καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον.
καί με καρδίαν ἀμύσσει φροντίς· ἐς δ’ ὑμᾶς ἐρῶ
μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσ’ ἀδείμαντος, φίλοι,
μὴ μέγας Πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ
ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινός.
165 ταῦτά μοι μέριμν’ ἄφραστός ἐστιν ἐν φρεσὶν διπλῆ,
μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν
μήτ’ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.
ἔστι γὰρ πλοῦτός γ’ ἀμεμφής, ἀμφὶ δ’ ὀφθαλμῷ φόβος·
ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.
170 πρὸς τάδ’, ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου
τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα·
πάντα γὰρ τὰ κέδν’ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.
ΧΟ. εὖ τόδ’ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσειν
μήτ’ ἔπος μήτ’ ἔργον ὧν ἂν †δύναμις ἡγεῖσθαι θέλῃ·
175 εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.
ΒΑ. πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν
ξύνειμ’, ἀφ’ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν
Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων·
ἀλλ’ οὔτι πω τοιόνδ’ ἐναργὲς εἰδόμην
180 ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι.
ἐδοξάτην μοι δύο γυναῖκ’ εὐείμονε,
ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,
ἡ δ’ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,
μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,
185 κάλλει τ’ ἀμώμω, καὶ κασιγνήτα γένους
ταὐτοῦ· πάτραν δ’ ἔναιον ἡ μὲν Ἑλλάδα
κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον.
τούτω στάσιν τιν’, ὡς ἐγὼ ‘δόκουν ὁρᾶν,
τεύχειν ἐν ἀλλήλῃσι· παῖς δ’ ἐμὸς μαθὼν
190 κατεῖχε κἀπράυνεν, ἅρμασιν δ’ ὕπο
ζεύγνυσιν αὐτὼ καὶ λέπαδν’ ὑπ’ αὐχένων
τίθησι. χἠ μὲν τῇδ’ ἐπυργοῦτο στολῇ
ἐν ἡνίαισί τ’ εἶχεν εὔαρκτον στόμα,
ἡ δ’ ἐσφάδᾳζε, καὶ χεροῖν ἔντη δίφρου
195 διασπαράσσει, καὶ ξυναρπάζει βίᾳ
ἄνευ χαλινῶν, καὶ ζυγὸν θραύει μέσον.
πίπτει δ’ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται
Δαρεῖος οἰκτίρων σφε· τὸν δ’ ὅπως ὁρᾷ
Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.
200 καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.
ἐπεὶ δ’ ἀνέστην καὶ χεροῖν καλλιρρόου
ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ
βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν
θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.
205 ὁρῶ δὲ φεύγοντ’ αἰετὸν πρὸς ἐσχάραν
Φοίβου· φόβῳ δ’ ἄφθογγος ἐστάθην, φίλοι·
μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ
πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα
τίλλονθ’· ὁ δ’ οὐδὲν ἄλλο γ’ ἢ πτήξας δέμας
210 παρεῖχε. ταῦτ’ ἔμοιγε δείματ’ ἔστ’ ἰδεῖν,
ὑμῖν δ’ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς
πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ’ ἀνήρ,
κακῶς δὲ πράξας - οὐχ ὑπεύθυνος πόλει,
σωθεὶς δ’ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.
215 ΧΟ. οὔ σε βουλόμεσθα, μῆτερ, οὔτ’ ἄγαν φοβεῖν λόγοις
οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,
εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδ’ ἀποτροπὴν τελεῖν,
τὰ δ’ ἀγάθ’ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν
καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς
220 γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δ’ αἰτοῦ τάδε
σὸν πόσιν Δαρεῖον, ὅνπερ φῂς ἰδεῖν κατ’ εὐφρόνην,
ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,
τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.
ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα·
225 εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.
ΒΑ. ἀλλὰ μὴν εὔνους γ’ ὁ πρῶτος τῶνδ’ ἐνυπνίων κριτὴς
παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ’ ἐκύρωσας φάτιν.
ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δ’, ὡς ἐφίεσαι,
πάντ’ ἐφήσομεν θεοῖσι τοῖς τ’ ἔνερθε γῆς φίλοις,
230 εὖτ’ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δ’ ἐκμαθεῖν θέλω,
>
ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός;
ΧΟ. τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.
ΒΑ. ἀλλὰ μὴν ἵμειρ’ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;
ΧΟ. πᾶσα γὰρ γένοιτ’ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.
235 ΒΑ. ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;
ΧΟ. †καὶ στρατὸς τοιοῦτος , ἔρξας πολλὰ δὴ Μήδους κακά.
ΒΑ. καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;
ΧΟ. ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.
ΒΑ. πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει;
240 ΧΟ. οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.
ΒΑ. τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;
ΧΟ. οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδ’ ὑπήκοοι.
ΒΑ. πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας;
ΧΟ. ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.
245 ΒΑ. δεινά τοι λέγεις κιόντων τοῖς τεκοῦσι φροντίσαι.
ΧΟ. ἀλλ’ ἐμοὶ δοκεῖν τάχ’ εἴσῃ πάντα ναμερτῆ λόγον.
τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,
καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.
ΑΓΓΕΛΟΣ
ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα,
250 ὦ Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν,
ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς
ὄλβος, τὸ Περσῶν δ’ ἄνθος οἴχεται πεσόν.
ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά·
ὅμως δ’ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος,
255 Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.
ΧΟ. ἄνι’ ἄνια κακὰ νεόκοτα [στρ. α.