Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Home > Literature > Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) > Page 42
Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Page 42

by Aeschylus


  μέλεσθέ θ’ ἱερῶν δημίων,

  μελόμενοι δ’ ἄλξατε·

  φιλοθύτων δέ τοι πόλεος ὀργίων

   180 μνήστορες ἐστέ μοι.

  Ετ. ὑμᾶς ἐρωτῶ, θρέμματ’ οὐκ ἀνασχετά,

  ἦ ταῦτ’ ἀρωγὰ καὶ πόλει σωτήρια,

  στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,

   185 βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν

  αὔειν, λακάζειν, σωφρόνων μισήματα;

  μήτ’ ἐν κακοῖσι μήτ’ ἐν εὐεστοῖ φίλῃ

  ξύνοικος εἴην τῷ γυναικείῳ γένει.

  κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,

   190 δείσασα δ’ οἴκῳ καὶ πόλει πλέον κακόν.

  καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς

  θεῖσαι διερροθήσατ’ ἄψυχον κάκην·

  τὰ τῶν θύραθεν δ’ ὡς ἄριστ’ ὀφέλλετε,

  αὐτοὶ δ’ ὑπ’ αὐτῶν ἔνδοθεν πορθούμεθα.

   195 τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.

  κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,

  ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,

  ψῆφος κατ’ αὐτῶν ὀλεθρία βουλεύσεται,

  λευστῆρα δήμου δ’ οὔ τι μὴ φύγῃ μόρον.

   200 μέλει γὰρ ἀνδρί - μὴ γυνὴ βουλευέτω -

  τἄξωθεν· ἔνδον δ’ οὖσα μὴ βλάβην τίθει.

  ἤκουσας, ἢ οὐκ ἤκουσας; ἢ κωφῇ λέγω;

  Χο. ὦ φίλον Οἰδίπου τέκος, ἔδεισ’ ἀκού-   [στρ. α.

  σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον,

   205 ὅτε τε σύριγγες κλάγξαν ἑλικότροχοι,

  ἱππικοί τ’ ἄπυον πηδαλίων διὰ στόμια

  πυριγενετᾶν χαλινοί.

  Ετ. τί οὖν; ὁ ναύτης ἆρα μὴ ‘ς πρῷραν φυγὼν

  πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,

   210 νεὼς καμούσης ποντίῳ πρὸς κύματι;

  Χο. ἀλλ’ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-   [ἀντ. α.

  χαῖα βρέτη, θεοῖς πίσυνος, ὅτ’ ὀλοᾶς

  νειφομένας βρόμος λιθάδος ἐν πύλαις·

  δὴ τότ’ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεος

   215 ἵν’ ὑπερέχοιεν ἀλκάν.

  Ετ. πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.

  οὐκοῦν τάδ’ ἔσται πρὸς θεῶν. ἀλλ’ οὖν θεοὺς

  τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.

  Χο. μήποτ’ ἐμὸν κατ’ αἰῶνα λίποι θεῶν   [στρ. β.

   220 ἅδε πανάγυρις, μηδ’ ἐπίδοιμι τάνδ’

  ἀστυδρομουμέναν πόλιν καὶ †στράτευμ’

  ἁπτόμενον πυρὶ δαΐῳ.

  Ετ. μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς·

  πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας

   225 μήτηρ, γυνὴ Σωτῆρος· ὧδ’ ἔχει λόγος.

  Χο. ἔστι· θεοῦ δ’ ἔτ’ ἰσχὺς καθυπερτέρα·   [ἀντ. β.

  πολλάκι δ’ ἐν κακοῖσι τὸν ἀμήχανον

  κἀκ χαλεπᾶς δύας ὕπερθ’ ὀμμάτων

  κριμναμενᾶν νεφελᾶν ὀρθοῖ.

   230 Ετ. ἀνδρῶν τάδ’ ἐστί, σφάγια καὶ χρηστήρια

  θεοῖσιν ἔρδειν, πολεμίων πειρωμένων·

  σὸν δ’ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.

  Χο. διὰ θεῶν πόλιν νεμόμεθ’ ἀδάματον,   [στρ. γ.

  δυσμενέων δ’ ὄχλον πύργος ἀποστέγει.

   235 τίς τάδε νέμεσις στυγεῖ;

  Ετ. οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος·

  ἀλλ’ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,

  εὔκηλος ἴσθι μηδ’ ἄγαν ὑπερφοβοῦ.

  Χο. ἅμα ποταίνιον κλύουσα πάταγον   [ἀντ. γ.

   240 ταρβοσύνῳ φόβῳ τάνδ’ ἐς ἀκρόπτολιν,

  τίμιον ἕδος, ἱκόμαν.

  Ετ. μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους

  πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.

  τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.

   245 Χο. καὶ μὴν ἀκούω γ’ ἱππικῶν φρυαγμάτων.

  Ετ. μή νυν ἀκούουσ’ ἐμφανῶς ἄκου’ ἄγαν.

  Χο. στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.

  Ετ. οὐκοῦν ἔμ’ ἀρκεῖ τῶνδε βουλεύειν πέρι;

  Χο. δέδοικ’, ἀραγμὸς δ’ ἐν πύλαις ὀφέλλεται.

   250 Ετ. οὐ σῖγα μηδὲν τῶνδ’ ἐρεῖς κατὰ πτόλιν;

  Χο. ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.

  Ετ. οὐκ ἐς φθόρον σιγῶσ’ ἀνασχήσῃ τάδε;

  Χο. θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.

  Ετ. αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν.

   255 Χο. ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.

  Ετ. ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.

  Χο. μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.

  Ετ. παλινστομεῖς αὖ θιγγάνουσ’ ἀγαλμάτων;

  Χο. ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.

   260 Ετ. αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.

  Χο. λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ’ εἴσομαι.

  Ετ. σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.

  Χο. σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.

  Ετ. τοῦτ’ ἀντ’ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.

   265 καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ’ ἀγαλμάτων,

  εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς·

  κἀμῶν ἀκούσασ’ εὐγμάτων, ἔπειτα σὺ

  ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,

  Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,

   270 θάρσος φίλοις, λύουσα πολέμιον φόβον.

  ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,

  πεδι�
�νόμοις τε κἀγορᾶς ἐπισκόποις,

  Δίρκης τε πηγαῖς ὕδατί τ’ Ἰσμηνοῦ λέγω,

  εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης,

   275 μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,

  ταυροκτονοῦντας θ’ οἷσιν ὧδ’ ἐπεύχομαι,

  θήσειν τροπαῖα, καὶ λάφυρα δαΐων

  στέψω πρὸ ναῶν δουρίπληχθ’ ἁγνοῖς δόμοις.

  τοιαῦτ’ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,

   280 μηδ’ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν·

  οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.

  ἐγὼ δέ γ’ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ

  ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον

  εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,

   285 πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους

  λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.

  ΧΟΡΟΣ

  μέλει, φόβῳ δ’ οὐχ ὑπνώσσει κέαρ·   [στρ. α.

  γείτονες δὲ καρδίας

  μέριμναι ζωπυροῦσι τάρβος

   290 τὸν ἀμφιτειχῆ λεών,

  δράκοντας ὥς τις τέκνων

  ὑπερδέδοικεν λεχαί-

  ων δυσευνήτορας

  πάντρομος πελειάς.

   295 τοὶ μὲν γὰρ ποτὶ πύργους

  πανδημεὶ πανομιλεὶ

  στείχουσιν. τί γένωμαι;

  τοὶ δ’ ἐπ’ ἀμφιβόλοισιν

  ἰάπτουσι πολῖται

   300 χερμάδ’ ὀκριόεσσαν.

  παντὶ τρόπῳ, Διογενεῖς

  θεοί, πόλιν καὶ στρατὸν

  Καδμογενῆ ῥύεσθε.

  ποῖον δ’ ἀμείψεσθε γαίας πέδον   [ἀντ. α.

   305 τᾶσδ’ ἄρειον, ἐχθροῖς

  ἀφέντες τὰν βαθύχθον’ αἶαν,

  ὕδωρ τε Διρκαῖον, εὐ-

  τραφέστατον πωμάτων

  ὅσων ἵησιν Ποσει-

   310 δὰν ὁ γαιάοχος

  Τηθύος τε παῖδες;

  πρὸς τάδ’, ὦ πολιοῦχοι

  θεοί, τοῖσι μὲν ἔξω

  πύργων ἀνδρολέτειραν

   315 κάκαν, ῥίψοπλον ἄταν,

  ἐμβαλόντες ἄροισθε

  κῦδος τοῖσδε πολίταις.

  καὶ πόλεως ῥύτορες ‹ἔστ’›

  εὔεδροί τε στάθητ’

   320 ὀξυγόοις λιταῖσιν.

  οἰκτρὸν γὰρ πόλιν ὧδ’ ὠγυγίαν   [στρ. β.

  Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν

  δουλίαν, ψαφαρᾷ σποδῷ

  ὑπ’ ἀνδρὸς Ἀχαιοῦ θεόθεν

   325 περθομέναν ἀτίμως,

  τὰς δὲ κεχειρωμένας ἄγεσθαι,

  ἒ ἔ, νέας τε καὶ παλαιὰς

  ἱππηδὸν πλοκάμων, περιρ-

  ρηγνυμένων φαρέων. βοᾷ

   330 δ’ ἐκκενουμένα πόλις,

  λαΐδος ὀλλυμένας μειξοθρόου·

  βαρείας τοι τύχας προταρβῶ.

  κλαυτὸν δ’ †ἀρτιδρόποις ὠμοδρόπων †  [ἀντ. β.

  νομίμων προπάροιθεν διαμεῖψαι

   335 δωμάτων στυγερὰν ὁδόν·

  τί; τὸν φθίμενον γὰρ προλέγω

  βέλτερα τῶνδε πράσσειν·

  πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,

  ἒ ἔ, δυστυχῆ τε πράσσει.

   340 ἄλλος δ’ ἄλλον ἄγει, φονεύ-

  ει, τὰ δὲ πυρφορεῖ· καπνῷ

  [δὲ] χραίνεται πόλισμ’ ἅπαν·

  μαινόμενος δ’ ἐπιπνεῖ λαοδάμας

  μιαίνων εὐσέβειαν Ἄρης.

   345 κορκορυγαὶ δ’ ἀν’ ἄστυ, ποτὶ [πτόλιν] δ’ ὁρκάνα   [στρ. γ.

  πυργῶτις,

  πρὸς ἀνδρὸς δ’ ἀνὴρ

  δόρει καίνεται·

  βλαχαὶ δ’ αἱματόεσσαι

  τῶν ἐπιμαστιδίων

   350 ἀρτιτρεφεῖς βρέμονται.

  ἁρπαγαὶ δὲ  διαδρομᾶν ὁμαίμονες·

  ξυμβολεῖ φέρων φέροντι,

  καὶ κενὸς κενὸν καλεῖ,

  ξύννομον θέλων ἔχειν,

   355 οὔτε μεῖον  οὔτ’ ἴσον λελιμμένοι.

  τί ἐκ τῶνδ’

  εἰκάσαι †λόγος πάρα;

  παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν   [ἀντ. γ.

  ἀλγύνει

  κυρήσας, πικρὸν δ’

  ὄμμα θαλαμοπόλων·

   360 πολλὰ δ’ ἀκριτόφυρτος

  γᾶς δόσις οὐτιδανοῖς

  ἐν ῥοθίοις φορεῖται.

  δμωίδες δὲ  καινοπήμονες †νέαι

  τλήμονες εὐνὰν αἰχμάλωτον †

   365 ἀνδρὸς εὐτυχοῦντος, ὡς

  δυσμενοῦς ὑπερτέρου,

  ἐλπίς ἐστι  νύκτερον τέλος μολεῖν,

  παγκλαύτων

  ἀλγέων ἐπίρροθον.

  - ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ

   370 πευθώ τιν’ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,

  σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.

  - καὶ μὴν ἄναξ ὅδ’ αὐτὸς Οἰδίπου τόκος

  ἐς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·

  σπουδὴ δὲ καὶ τοῦδ’ οὐκ ἀπαρτίζει πόδα.

   375 Αγ. λέγοιμ’ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,

  ὥς τ’ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.

  Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν

  βρέμει, πόρον δ’ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν

  ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.

   380 Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος

  μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ·

  θείνει δ’ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,

  σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.

  τοιαῦτ’ ἀυτῶν τρεῖς κατασκίους λόφους

   385 σείει, κράνους χαίτωμ’, ὑπ�
�� ἀσπίδος δὲ τῷ

  χαλκήλατοι κλάζουσι κώδωνες φόβον·

  ἔχει δ’ ὑπέρφρον σῆμ’ ἐπ’ ἀσπίδος τόδε,

  φλέγονθ’ ὑπ’ ἄστροις οὐρανὸν τετυγμένον·

  λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,

   390 πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.

  τοιαῦτ’ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς

  βοᾷ παρ’ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,

  ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,

  ὅστις βοὴν σάλπιγγος ὁρμαίνει κλύων.

   395 τίν’ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν

  κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;

  Ετ. κόσμον μὲν ἀνδρὸς οὔτιν’ ἂν τρέσαιμ’ ἐγώ,

  οὐδ’ ἑλκοποιὰ γίγνεται τὰ σήματα·

  λόφοι δὲ κώδων τ’ οὐ δάκνουσ’ ἄνευ δορός.

   400 καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ’ ἀσπίδος

  ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν -

  τάχ’ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.

  εἰ γὰρ θανόντι νὺξ ἐπ’ ὀφθαλμοῖς πέσοι,

  τῷ τοι φέροντι σῆμ’ ὑπέρκομπον τόδε

   405 γένοιτ’ ἂν ὀρθῶς ἐνδίκως τ’ ἐπώνυμον,

  καὐτὸς καθ’ αὑτοῦ τήνδ’ ὕβριν μαντεύσεται.

  ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον

  τόνδ’ ἀντιτάξω προστάτην πυλωμάτων,

  μάλ’ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον

   410 τιμῶντα καὶ στυγοῦνθ’ ὑπέρφρονας λόγους.

  αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ’ εἶναι φιλεῖ.

  σπαρτῶν δ’ ἀπ’ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,

  ῥίζωμ’ ἀνεῖται, κάρτα δ’ ἔστ’ ἐγχώριος,

  Μελάνιππος· ἔργον δ’ ἐν κύβοις Ἄρης κρινεῖ·

   415 Δίκη δ’ ὁμαίμων κάρτα νιν προστέλλεται

 

‹ Prev