Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Home > Literature > Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) > Page 45
Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Page 45

by Aeschylus


   885 λαχθε σὺν σιδάρῳ.

  Χο. κάρτα δ’ ἀληθῆ πατρὸς Οἰδιπόδα

  πότνι’ Ἐρινὺς ἐπέκρανεν.

  Αν. δι’ εὐωνύμων τετυμμένοι,   [στρ. β.

  τετυμμένοι δῆθ’, ὁμο-

   890 σπλάγχνων τε πλευρωμάτων

  .   .   .   .   .

  αἰαῖ δαιμόνιοι,

  αἰαῖ δ’ ἀντιφόνων

  ‹ἐκ› θανάτων ἀραί.

   895 Χο. διανταίαν λέγεις [πλαγὰν] δόμοισι καὶ

  σώμασιν πεπλαγμένους, [ἐννέπω]

  ἀναυδάτῳ μένει

  ἀραίῳ τ’, ἐκ πατρὸς

  ‹δ’ οὐ› διχόφρονι πότμῳ.

   900 Ισ. διήκει δὲ καὶ πόλιν στόνος,   [ἀντ. β.

  στένουσι πύργοι, στένει

  πέδον φίλανδρον· μένει

  ‹δὲ› κτέαν’ ἐπιγόνοις,

  δι’ ὧν αἰνομόροις,

   905 δι’ ὧν νεῖκος ἔβα

  καὶ θανάτου τέλος.

  Χο. ἐμοιράσαντο δ’ ὀξυκάρδιοι

  κτήμαθ’, ὥστ’ ἴσον λαχεῖν.

  διαλλακτῆρι δ’ οὐκ

  ἀμεμφεία φίλοις,

   910 οὐδ’ ἐπίχαρις Ἄρης.

  Αν. σιδηρόπληκτοι μὲν ὧδ’ ἔχουσιν   [στρ. γ.

  σιδηρόπληκτοι δὲ τοὺς μένουσι -

  τάχ’ ἄν τις εἴποι, τίνες;

  τάφων πατρῴων λαχαί.

   915 Χο. †δόμων μάλ’ ἀχάεσσα τοὺς †

  προπέμπει

  δαϊκτὴρ γόος αὐ-

  τόστονος, αὐτοπήμων,

  δαϊόφρων, οὐ φιλογα-

  θής, ἐτύμως δακρυχέων

   920 ἐκ φρενός, ἃ κλαιομένας

  μου μινύθει,

  τοῖνδε δυοῖν ἀνάκτοιν.

  Ισ. πάρεστι δ’ εἰπεῖν ἐπ’ ἀθλίοισιν   [ἀντ. γ.

  ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,

  ξένων τε πάντων στίχας

   925 πολυφθόρους ἐν δαΐ.

  Χο. δυσδαίμων σφιν ἁ τεκοῦσα

  πρὸ πασᾶν

  γυναικῶν ὁπόσαι

  τεκνογόνοι κέκληνται.

  παῖδα τὸν αὑτᾶς πόσιν αὑ-

  τᾷ θεμένα τούσδ’ ἔτεχ’, οἱ

   930 δ’ ὧδ’ ἐτελεύτασαν ὑπ’ ἀλ-

  λαλοφόνοις

  χερσὶν ὁμοσπόροισιν.

  Αν. ὁμόσποροι δῆτα καὶ πανώλεθροι,   [στρ. δ.

  διατομαῖς οὐ φίλαις,

   935 ἔριδι μαινομένᾳ,

  νείκεος ἐν τελευτᾷ.

  Χο. πέπαυται δ’ ἔχθος, ἐν δὲ γαίᾳ

  ζόα φονορύτῳ

   940 μέμεικται· κάρτα δ’ εἴσ’ ὅμαιμοι.

  πικρὸς λυτὴρ νεικέων ὁ πόντιος

  ξεῖνος ἐκ πυρὸς συθεὶς

  θηκτὸς σίδαρος· πικρὸς δὲ χρημάτων

   945 ἴσος δατητὰς Ἄρης ἀρὰν πατρῴ-

  αν τιθεὶς ἀλαθῆ.

  Ισ. ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι   [ἀντ. δ.

  διοδότων λάξεων·

  ὑπὸ δὲ σώματι γᾶς

   950 πλοῦτος ἄβυσσος ἔσται.

  Χο. ἰὼ πολλοῖς ἐπανθίσαντες

  πόνοισι γενεάν·

  τελευταῖαι δ’ ἐπηλάλαξαν

  Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου

   955 παντρόπῳ φυγᾷ γένους.

  ἕστακε δ’ Ἄτας τροπαῖον ἐν πύλαις,

  ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή-

   960 σας ἔληξε δαίμων.

  Αν. παιθεὶς ἔπαισας.

  Ισ.   σὺ δ’ ἔθανες κατακτανών.

  Αν. δορὶ δ’ ἔκανες. Ισ. δορὶ δ’ ἔθανες.

  Αν. μελεοπόνος Ισ. μελεοπαθής

  (Αν. ἴτω γόος, Ισ. ἴτω δάκρυ,)

   965 Αν. πρόκεισαι, Ισ. κατακτάς.

  Αν. ἠέ. Ισ. ἠέ.   [στρ. α.

  Αν. μαίνεται γόοισι φρήν.

  Ισ. ἐντὸς δὲ καρδία στένει.

  Αν. ἰωιὼ πανδάκρυτε σύ.

   970 Ισ. σὺ δ’ αὖτε καὶ πανάθλιε.

  Αν. πρὸς φίλου ἔφθισο. Ισ. καὶ φίλον ἔκτανες.

  Αν. διπλόα λέγειν. Ισ. διπλόα δ’ ὁρᾶν.

  Αν. †ἀχέων τοίων τάδ’ ἐγγύθεν.

  Ισ. πέλας δ’ αἵδ’ ἀδελφαὶ ἀδελφεῶν. †

   975 Χο. ἰὼ Μοῖρα βαρυδότειρα μογερά,

  πότνιά τ’ Οἰδίπου σκιά·

  μέλαιν’ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.

  Αν. ἠέ. Ισ. ἠέ.   [ἀντ. α.

  Αν. δυσθέατα πήματα -

  Ισ. ἐδείξατ’ ἐκ φυγᾶς ἐμοί.

   980 Αν. οὐδ’ ἵκεθ’ ὡς κατέκτανεν.

  Ισ. σωθεὶς δὲ πνεῦμ’ ἀπώλεσεν.

  Αν. ὤλεσε δῆθ’ ‹ὅδε› - Ισ. καὶ τὸν ἐνόσφισεν.

  Αν. ὀλοὰ λέγειν. Ισ. ὀλοὰ δ’ ὁρᾶν.

  Αν. †δύστονα κήδε’ ὁμώνυμα.

   985 Ισ. δίυγρα τριπάλτων πημάτων. †

  Χο. ἰὼ Μοῖρα βαρυδότειρα μογερά,

  πότνιά τ’ Οἰδίπου σκιά·

  μέλαιν’ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.

  Αν. σὺ τοί νιν οἶσθα διαπερῶν,

   990 Ισ. σὺ δ’ οὐδὲν ὕστερος μαθών,

  Αν. ἐπεὶ κατῆλθες ἐς πόλιν,

  Ισ. δορός γε τῷδ’ ἀντηρέτας.

  Αν. τάλαν γένος, Ισ. τάλανα παθόν.

  Αν. ἰὼ πόνος, Ισ. ἰὼ κακά,

   995 Αν. δώμασι, Ισ. καὶ χθονί,

  Αν. πρὸ πάντων δ’ ἐμοί.

  Ισ. καὶ τὸ πρόσω γ’ ἐμοί.

  Αν. ἰὼ ἰώ, δυστόνων κακῶν ἄναξ,

  Ἐτεόκλεις ἀρχαγέτα

  .   .   .   .   .   .

  1000 Ισ. ἰώ, πάντων πολυπονωτάτω.

  Αν. ἰώ, δαιμονῶντ’ ἐν ἄτᾳ.

  Ισ. ἰώ, ποῦ σφε θήσομεν χθονός;

  Αν. ἰώ, ὅπου τιμιώτατον.

  Ισ. ἰὼ ἰώ, πῆμα πατρὶ πάρευνον.
>
  1005 [ΚΗΡΥΞ

  δοκοῦντα καὶ δόξαντ’ ἀπαγγέλλειν με χρὴ

  δήμου προβούλοις τῆσδε Καδμείας πόλεως·

  Ἐτεοκλέα μὲν τόνδ’ ἐπ’ εὐνοίᾳ χθονὸς

  θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς·

  στέγων γὰρ ἐχθροὺς θάνατον εἵλετ’ ἐν πόλει,

  1010 ἱερῶν πατρῴων δ’ ὅσιος ὢν μομφῆς ἄτερ

  τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.

  οὕτω μὲν ἀμφὶ τοῦδ’ ἐπέσταλται λέγειν·

  τούτου δ’ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν

  ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν,

  1015 ὡς ὄντ’ ἀναστατῆρα Καδμείων χθονός,

  εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ

  τῷ τοῦδ’. ἄγος δὲ καὶ θανὼν κεκτήσεται

  θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε

  στράτευμ’ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν.

  1020 οὕτω πετηνῶν τόνδ’ ὑπ’ οἰωνῶν δοκεῖ

  ταφέντ’ ἀτίμως τοὐπιτίμιον λαβεῖν,

  καὶ μήθ’ ὁμαρτεῖν τυμβοχόα χειρώματα

  μήτ’ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν,

  ἄτιμον εἶναι δ’ ἐκφορᾶς φίλων ὕπο.

  1025 τοιαῦτ’ ἔδοξε τῷδε Καδμείων τέλει.

  Αν. ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω·

  ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ,

  ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ

  θάψασ’ ἀδελφὸν τὸν ἐμόν, οὐδ’ αἰσχύνομαι

  1030 ἔχουσ’ ἄπιστον τήνδ’ ἀναρχίαν πόλει.

  δεινὸν τὸ κοινὸν σπλάγχνον οὗ πεφύκαμεν,

  μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.

  τοιγὰρ θέλουσ’ ἄκοντι κοινώνει κακῶν,

  ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί.

  1035 τούτου δὲ σάρκας  .  .  .  .  .  .

  .  .  .  .  .  οὐδὲ κοιλογάστορες

  λύκοι πάσονται· μὴ δοκησάτω τινί.

  τάφον γὰρ αὐτὴ καὶ κατασκαφὰς ἐγώ,

  γυνή περ οὖσα, τῷδε μηχανήσομαι,

  κόλπῳ φέρουσα βυσσίνου πεπλώματος,

  1040 καὐτὴ καλύψω· μηδέ τῳ δόξῃ πάλιν.

  θάρσει παρέσται μηχανὴ δραστήριος.

  Κη. αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.

  Αν. αὐδῶ σε μὴ περισσὰ κηρύσσειν ἐμοί.

  Κη. τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.

  1045 Αν. τράχυν’· ἄθαπτος δ’ οὗτος οὐ γενήσεται.

  Κη. ἀλλ’ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ;

  Αν. †ἤδη τὰ τοῦδ’ οὐ διατετίμηται θεοῖς.

  Κη. οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.

  Αν. παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.

  1050 Κη. ἀλλ’ εἰς ἅπαντας ἀνθ’ ἑνὸς τόδ’ ἔργον ἦν.

  Αν. .   .   .   .   .   .   .   .

  Κη. Ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.

  Αν. ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει.

  Κη. ἀλλ’ αὐτόβουλος ἴσθ’, ἀπεννέπω δ’ ἐγώ.

  Χο. φεῦ φεῦ.

  ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς

  1055 Κῆρες Ἐρινύες, αἵτ’ Οἰδιπόδα

  γένος ὠλέσατε πρυμνόθεν οὕτως,

  τί πάθω; τί δὲ δρῶ; τί δὲ μήσωμαι;

  πῶς τολμήσω μήτε σε κλαίειν

  μήτε προπέμπειν ἐπὶ τύμβῳ;

  1060 ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι

  δεῖμα πολιτῶν.

  σύ γε μὴν πολλῶν πενθητήρων

  τεύξῃ· κεῖνος δ’ ὁ τάλας ἄγοος

  μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς

  1065 εἶσιν· τίς ἂν οὖν τὰ πίθοιτο;

  Ημ. δράτω ‹τι› πόλις καὶ μὴ δράτω

  τοὺς κλαίοντας Πολυνείκη.

  ἡμεῖς γὰρ ἴμεν καὶ συνθάψομεν

  αἵδε προπομποί. καὶ γὰρ γενεᾷ

  1070 κοινὸν τόδ’ ἄχος, καὶ πόλις ἄλλως

  ἄλλοτ’ ἐπαινεῖ τὰ δίκαια.

  Ημ. ἡμεῖς δ’ ἅμα τῷδ’, ὥσπερ τε πόλις

  καὶ τὸ δίκαιον ξυνεπαινεῖ.

  μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν

  1075 ὅδε Καδμείων ἤρυξε πόλιν

  μὴ ‘νατραπῆναι μηδ’ ἀλλοδαπῶν

  κύματι φωτῶν

  κατακλυσθῆναι τὰ μάλιστα.]

  Ἱκέτιδες – THE SUPPLIANTS

  ΧΟΡΟΣ ΔΑΝΑΙΔΩΝ

  Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως

  στόλον ἡμέτερον νάιον ἀρθέντ’

  ἀπὸ προστομίων λεπτοψαμάθων

  Νείλου. Δίαν δὲ λιποῦσαι

    5 χθόνα σύγχορτον Συρίᾳ φεύγομεν,

  οὔτιν’ ἐφ’ αἵματι δημηλασίαν

  ψήφῳ πόλεως γνωσθεῖσαι,

  ἀλλ’ αὐτογενεῖ φυξανορίᾳ,

  γάμον Αἰγύπτου παίδων ἀσεβῆ τ’

    10 ὀνοταζόμεναι ‹διάνοιαν›.

  Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος

  καὶ στασίαρχος τάδε πεσσονομῶν

  κύδιστ’ ἀχέων ἐπέκρινεν

  φεύγειν ἀνέδην διὰ κῦμ’ ἅλιον,

    15 κέλσαι δ’ Ἄργους γαῖαν, ὅθεν δὴ

  γένος ἡμέτερον τῆς οἰστροδόνου

  βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας

  Διὸς εὐχόμενον τετέλεσται.

  τίν’ ἂν οὖν χώραν εὔφρονα μᾶλλον

    20 τῆσδ’ ἀφικοίμεθα

  σὺν τοῖσδ’ ἱκετῶν ἐγχειριδίοις,

  ἐριοστέπτοισι κλάδοισιν;

  ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ,

  ὕπατοί τε θεοί, καὶ βαρύτιμοι

    25 χθόνιοι θήκας κατέχοντες,

  καὶ Ζεὺς �
�ωτὴρ τρίτος, οἰκοφύλαξ

  ὁσίων ἀνδρῶν, δέξασθ’ ἱκέτην

  τὸν θηλυγενῆ στόλον αἰδοίῳ

  πνεύματι χώρας· ἀρσενοπληθῆ δ’

    30 ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ,

  πρὶν πόδα χέρσῳ τῇδ’ ἐν ἀσώδει

  θεῖναι, ξὺν ὄχῳ ταχυήρει

  πέμψατε πόντονδ’· ἔνθα δὲ λαίλαπι

  χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ’

    35 ὀμβροφόροισίν τ’ ἀνέμοις ἀγρίας

  ἁλὸς ἀντήσαντες ὄλοιντο,

  πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,

  σφετεριξάμενοι πατραδέλφειαν

  τήνδ’ ἀκόντων ἐπιβῆναι.

    40 νῦν δ’ ἐπικεκλομένα  [στρ. α.

  Δῖον πόρτιν ὑπερ-

  πόντιον τιμάορ’ ἶνίν τ’

  ἀνθονόμον τᾶς προγόνου

  βοὸς ἐξ ἐπιπνοίας

    45 Ζηνός· ἔφαψιν ἐπωνυμίᾳ

  δ’ ἐπεκραίνετο μόρσιμος αἰὼν

  εὐλόγως, Ἔπαφόν τ’ ἐγέννασεν·

  ὅντ’ ἐπιλεξαμένα,  [ἀντ. α.

    50 νῦν ἐν ποιονόμοις

  ματρὸς ἀρχαίας τόποις τῶν

  πρόσθε πόνων μνασαμένα

  τά τε νῦν ἐπιδείξω

  πιστὰ τεκμήρια γαιονόμοις,

    55 τὰ δ’ ἄελπτά περ ὄντα φανεῖται.

  γνώσεται δὲ λόγους τις ἐν μάκει.

  εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων  [στρ. β.

  ἔγγαιος οἶκτον [οἰκτρὸν] ἀίων,

    60 δοξάσει τιν’ ἀκούειν ὄπα τᾶς Τηρεΐας

  †Μήτιδος οἰκτρᾶς ἀλόχου,

  κιρκηλάτου τ’ Ἀηδόνης,

  ἅτ’ ἀπὸ χώρων ποταμῶν τ’ ἐργομένα   [ἀντ. β.

  πενθεῖ μὲν οἶκτον ἠθέων,

    65 ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως

  ὤλετο πρὸς χειρὸς ἕθεν

  δυσμάτορος κότου τυχών·

 

‹ Prev