Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Home > Literature > Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) > Page 51
Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Page 51

by Aeschylus


  - ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος·

  δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν

   260 γυναῖκ’ ἐρημωθέντος ἄρσενος θρόνου.

  σὺ δ’ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη

  εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,

  κλύοιμ’ ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος.

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,

   265 ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.

  πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν·

  Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.

  Χο. πῶς φῄς; πέφευγε τοὔπος ἐξ ἀπιστίας.

  Κλ. Τροίαν Ἀχαιῶν οὖσαν· ἦ τορῶς λέγω;

   270 Χο. χαρά μ’ ὑφέρπει δάκρυον ἐκκαλουμένη.

  Κλ. εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.

  Χο. τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ;

  Κλ. ἔστιν· τί δ’ οὐχί; μὴ δολώσαντος θεοῦ.

  Χο. πότερα δ’ ὀνείρων φάσματ’ εὐπειθῆ σέβεις;

   275 Κλ. οὐ δόξαν ἂν λάκοιμι βριζούσης φρενός.

  Χο. ἀλλ’ ἦ σ’ ἐπίανέν τις ἄπτερος φάτις;

  Κλ. παιδὸς νέας ὣς κάρτ’ ἐμωμήσω φρένας.

  Χο. ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;

  Κλ. τῆς νῦν τεκούσης φῶς τόδ’ εὐφρόνης λέγω.

   280 Χο. καὶ τίς τόδ’ ἐξίκοιτ’ ἂν ἀγγέλων τάχος;

  Κλ. Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.

  φρυκτὸς δὲ φρυκτὸν δεῦρ’ ἀπ’ ἀγγάρου πυρὸς

  ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας

  Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον

   285 Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,

  ὑπερτελής τε, πόντον ὥστε νωτίσαι

  ἰχθῦς πορευτοῦ λαμπάδος πρὸς ἡδονήν,

  πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,

  σέλας παραγγείλασα Μακίστου σκοπαῖς·

   290 ὁ δ’ οὔτι μέλλων οὐδ’ ἀφρασμόνως ὕπνῳ

  νικώμενος παρῆκεν ἀγγέλου μέρος·

  ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ’ Εὐρίπου ῥοὰς

  Μεσσαπίου φύλαξι σημαίνει μολόν.

  οἱ δ’ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω

   295 γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.

  σθένουσα λαμπὰς δ’ οὐδέπω μαυρουμένη,

  ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην

  φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας,

  ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.

   300 φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο

  φρουρά, πλέον καίουσα τῶν εἰρημένων,

  λίμνην δ’ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος,

  ὄρος τ’ ἐπ’ Αἰγίπλαγκτον ἐξικνούμενον

  ὤτρυνε θεσμὸν μὴ χατίζεσθαι πυρός.

   305 πέμπουσι δ’ ἀνδαίοντες ἀφθόνῳ μένει

  φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ

  πορθμοῦ κάτοπτον πρῶν’ ὑπερβάλλειν πρόσω

  φλέγουσαν· εἶτ’ ἔσκηψεν, εὖτ’ ἀφίκετο

  Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·

   310 κἄπειτ’ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος

  φάος τόδ’ οὐκ ἄπαππον Ἰδαίου πυρός.

  τοιοίδε τοί μοι λαμπαδηφόρων νομοί,

  ἄλλος παρ’ ἄλλου διαδοχαῖς πληρούμενοι·

  νικᾷ δ’ ὁ πρῶτος καὶ τελευταῖος δραμών.

   315 τέκμαρ τοιοῦτον σύμβολόν τε σοὶ λέγω

  ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.

  Χο. θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.

  λόγους δ’ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι

  διηνεκῶς θέλοιμ’ ἂν ὡς λέγεις πάλιν.

   320 Κλ. Τροίαν Ἀχαιοὶ τῇδ’ ἔχουσ’ ἐν ἡμέρᾳ.

  οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.

  ὄξος τ’ ἄλειφά τ’ ἐγχέας ταὐτῷ κύτει

  διχοστατοῦντ’ ἂν οὐ φίλως †προσεννέποις.

  καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα

   325 φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.

  οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες

  ἀνδρῶν κασιγνήτων τε, καὶ φυταλμίων

  παῖδες γερόντων, οὐκέτ’ ἐξ ἐλευθέρου

  δέρης ἀποιμώζουσι φιλτάτων μόρον·

   330 τοὺς δ’ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος

  νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις

  τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,

  ἀλλ’ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.

  ἐν αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν

   335 ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων

  δρόσων τ’ ἀπαλλαχθέντες· ὡς δ’ εὐδαίμονες

  ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.

  εἰ δ’ εὐσεβοῦσι τοὺς πολισσούχους θεοὺς

  τοὺς τῆς ἁλούσης γῆς θεῶν θ’ ἱδρύματα,

   340 οὔ τἂν ἑλόντες ἀνθαλοῖεν ἄν.

  ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ

  πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους.

  δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας

  κάμψαι διαύλου θάτερον κῶλον πάλιν·

   345 θεοῖς δ’ ἀναμπλάκητος εἰ μόλοι στρατός,

  ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων

  γένοιτ’ ἄν, εἰ πρόσπαιά πη τεύχοι κακά.

  τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις·

  τὸ δ’ εὖ κρατοίη, μὴ διχορρόπως ἰδεῖν.

   350 πολλῶν γὰρ ἐσθλῶν τήνδ’ ὄνησιν εἱλ�
��μην.

  Χο. γύναι, κατ’ ἄνδρα σώφρον’ εὐφρόνως λέγεις.

  ἐγὼ δ’ ἀκούσας πιστά σου τεκμήρια

  θεοὺς προσειπεῖν αὖ παρασκευάζομαι.

  χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.

   355 - ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία

  μεγάλων κόσμων κτεάτειρα,

  ἥτ’ ἐπὶ Τροίας πύργοις ἔβαλες

  στεγανὸν δίκτυον, ὡς μήτε μέγαν

  μήτ’ οὖν νεαρῶν τιν’ ὑπερτελέσαι

   360 μέγα δουλείας

  γάγγαμον, ἄτης παναλώτου.

  Δία τοι ξένιον μέγαν αἰδοῦμαι

  τὸν τάδε πράξαντ’, ἐπ’ Ἀλεξάνδρῳ

  τείνοντα πάλαι τόξον, ὅπως ἂν

   365 μήτε πρὸ καιροῦ μήθ’ ὑπὲρ ἄστρων

  βέλος ἠλίθιον σκήψειεν.

  - Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,   [στρ. α.

  πάρεστιν τοῦτό γ’ ἐξιχνεῦσαι.

  ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τις

   370 θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν

  ὅσοις ἀθίκτων χάρις

  πατοῖθ’· ὁ δ’ οὐκ εὐσεβής.

  πέφανται δ’ ἐγγονοῦσα τόλμη τῶν Ἄρη

   375 πνεόντων μεῖζον ἢ δικαίως,

  φλεόντων δωμάτων ὑπέρφευ

  ὑπὲρ τὸ βέλτιστον. ἔστω δ’ ἀπή-

  μαντον, ὥστ’ ἀπαρκεῖν

   380 εὖ πραπίδων λαχόντι.

  οὐ γὰρ ἔστιν ἔπαλξις

  πλούτου πρὸς κόρον ἀνδρὶ

  λακτίσαντι μέγαν Δίκας

  βωμὸν εἰς ἀφάνειαν.

   385 βιᾶται δ’ ἁ τάλαινα πειθώ,   [ἀντ. α.

  προβούλου παῖς ἄφερτος ἄτας.

  ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,

  πρέπει δέ, φῶς αἰνολαμπές, σίνος·

   390 κακοῦ δὲ χαλκοῦ τρόπον

  τρίβῳ τε καὶ προσβολαῖς

  μελαμπαγὴς πέλει δικαιωθείς, ἐπεὶ

  διώκει παῖς ποτανὸν ὄρνιν,

  πόλει πρόστριμμα θεὶς ἄφερτον·

  λιτᾶν δ’ ἀκούει μὲν οὔτις θεῶν·

  †τὸν δ’ ἐπίστροφον τῶν[δε]

  φῶτ’ ἄδικον καθαιρεῖ.

  οἷος καὶ Πάρις ἐλθὼν

   400 ἐς δόμον τὸν Ἀτρειδᾶν

  ᾔσχυνε ξενίαν τράπε-

  ζαν κλοπαῖσι γυναικός.

  λιποῦσα δ’ ἀστοῖσιν ἀσπίστορας   [στρ. β.

  κλόνους λοχισμούς τε καὶ

   405 ναυβάτας ὁπλισμούς,

  ἄγουσά τ’ ἀντίφερνον Ἰλίῳ φθορὰν

  βεβάκει ῥίμφα διὰ

  πυλᾶν ἄτλητα τλᾶσα· πολλὰ δ’ ἔστενον

  τόδ’ ἐννέποντες δόμων προφῆται·

   410 ‘ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι,

  ἰὼ λέχος καὶ στίβοι φιλάνορες.

  †πάρεστι σιγᾶς ἄτιμος †ἀλοίδορος

  ἄλιστος ἀφεμένων ἰδεῖν.

  πόθῳ δ’ ὑπερποντίας

   415 φάσμα δόξει δόμων ἀνάσσειν.’

  εὐμόρφων δὲ κολοσσῶν

  ἔχθεται χάρις ἀνδρί·

  ὀμμάτων δ’ ἐν ἀχηνίαις

  ἔρρει πᾶσ’ Ἀφροδίτα.

   420 ὀνειρόφαντοι δὲ πειθήμονες   [ἀντ. β.

  πάρεισι δόξαι φέρου-

  σαι χάριν ματαίαν.

  μάταν γάρ, εὖτ’ ἂν ἐς θιγὰς δοκῶν ὁρᾷ,

  παραλλάξασα διὰ

   425 χερῶν βέβακεν ὄψις, οὐ μεθύστερον

  πτεροῖς ὀπαδοῦσ’ ὕπνου κελεύθοις.

  τὰ μὲν κατ’ οἴκους ἐφ’ ἑστίας ἄχη

  τάδ’ ἐστὶ καὶ τῶνδ’ ὑπερβατώτερα.

  τὸ πᾶν δ’ ἀπ’ αἴας Ἕλλαδος συνορμένοις

   430 πένθεια τλησικάρδιος

  δόμῳ ‘ν ἑκάστου πρέπει.

  πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ·

  οὓς μὲν γάρ ‹τις› ἔπεμψεν

  οἶδεν, ἀντὶ δὲ φωτῶν

   435 τεύχη καὶ σποδὸς εἰς ἑκά-

  στου δόμους ἀφικνεῖται.

  ὁ χρυσαμοιβὸς δ’ Ἄρης σωμάτων   [στρ. γ.

  καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς

   440 πυρωθὲν ἐξ Ἰλίου

  φίλοισι πέμπει βαρὺ

  ψῆγμα δυσδάκρυτον, ἀντ-

  ήνορος σποδοῦ γεμί-

  ζων λέβητας εὐθέτους.

   445 στένουσι δ’ εὖ λέγοντες ἄν-

  δρα τὸν μὲν ὡς μάχης ἴδρις,

  τὸν δ’ ἐν φοναῖς καλῶς πεσόντ’ - ‘ἀλ-

  λοτρίας διαὶ γυναικός’·

  τάδε σῖγά τις βαΰζει·

   450 φθονερὸν δ’ ὑπ’ ἄλγος ἕρπει

  προδίκοις Ἀτρείδαις.

  οἱ δ’ αὐτοῦ περὶ τεῖχος

  θήκας Ἰλιάδος γᾶς

  εὔμορφοι κατέχουσιν· ἐ-

   455 χθρὰ δ’ ἔχοντας ἔκρυψεν.

  βαρεῖα δ’ ἀστῶν φάτις ξὺν κότῳ·   [ἀντ. γ.

  δημοκράτου δ’ ἀρᾶς τίνει χρέος.

  μένει δ’ ἀκοῦσαί τί μοι

   460 μέριμνα νυκτηρεφές.

  τῶν πολυκτόνων γὰρ οὐκ

  ἄσκοποι θεοί. κελαι-

  ναὶ δ’ Ἐρινύες χρόνῳ

  τυχηρὸν ὄντ’ ἄνευ δίκας

   465 παλιντυχεῖ τριβᾷ βίου

  τιθεῖσ’ ἀμαυρόν, ἐν δ’ ἀίστοις

  τελέθοντος οὔτις ἀλκά·

  τὸ δ’ ὑπερκόπως κλύειν εὖ

  βαρύ· βάλλεται γὰρ ὄσσοις

   470 Διόθεν κεραυνός.

  κρίνω δ’ ἄφθονον ὄλβον·

  μήτ’ εἴην πτολιπόρθης

  μήτ’ οὖν αὐτὸς ἁλοὺς ὑπ’ ἄλ-

  λων βίον κατίδοιμι.

   475 - πυρὸς δ’ ὑπ’ εὐαγγέλου   [ἐπῳδ.

  πόλιν διήκει θοὰ


  βάξις· εἰ δ’ ἐτήτυμος,

  τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος.

  - τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,

   480 φλογὸς παραγγέλμασιν

  νέοις πυρωθέντα καρδίαν ἔπειτ’

  ἀλλαγᾷ λόγου καμεῖν;

  - γυναικὸς αἰχμᾷ πρέπει

  πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.

   485 πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται

  ταχύπορος· ἀλλὰ ταχύμορον

  γυναικογήρυτον ὄλλυται κλέος.

  Χο. τάχ’ εἰσόμεσθα λαμπάδων φαεσφόρων

   490 φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς,

  εἴτ’ οὖν ἀληθεῖς, εἴτ’ ὀνειράτων δίκην

  τερπνὸν τόδ’ ἐλθὸν φῶς ἐφήλωσεν φρένας.

  κήρυκ’ ἀπ’ ἀκτῆς τόνδ’ ὁρῶ κατάσκιον

  κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις

   495 πηλοῦ ξύνουρος διψία κόνις τάδε,

  ὡς οὐκ ἄναυδος οὗτος, οὐ δαίων φλόγα

  ὕλης ὀρείας, σημανεῖ καπνῷ πυρός,

  ἀλλ’ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων -

  τὸν ἀντίον δὲ τοῖσδ’ ἀποστέργω λόγον·

   500 εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.

  - ὅστις τάδ’ ἄλλως τῇδ’ ἐπεύχεται πόλει,

  αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.

  ΚΗΡΥΞ

  ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,

  δεκάτῳ σε φέγγει τῷδ’ ἀφικόμην ἔτους,

   505 πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.

  οὐ γάρ ποτ’ ηὔχουν τῇδ’ ἐν Ἀργείᾳ χθονὶ

  θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.

  νῦν χαῖρε μὲν χθών, χαῖρε δ’ ἡλίου φάος,

  ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τ’ ἄναξ,

   510 τόξοις ἰάπτων μηκέτ’ εἰς ἡμᾶς βέλη·

 

‹ Prev