Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics)

Home > Literature > Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) > Page 58
Delphi Complete Works of Aeschylus (Illustrated) (Delphi Ancient Classics) Page 58

by Aeschylus


  ἀλκῇ πεποιθὼς δῶμ’ ἀνακτήσῃ πατρός.

  ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον

  ἐμοί, προσαυδᾶν δ’ ἔστ’ ἀναγκαίως ἔχον

   240 πατέρα σε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει

  στέργηθρον - ἡ δὲ πανδίκως ἐχθαίρεται -

  καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου·

  πιστὸς δ’ ἀδελφὸς ἦσθ’, ἐμοὶ σέβας φέρων

  μόνος·  .  .  .  .  .  .

  ‹μόνον› Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ

   245 πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό μοι.

  Ορ. Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·

  ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,

  θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν

  δεινῆς ἐχίδνης. τοὺς δ’ ἀπωρφανισμένους

   250 νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς

  θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.

  οὕτω δὲ κἀμὲ τήνδε τ’, Ἠλέκτραν λέγω,

  ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,

  ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.

   255 καίτοι θυτῆρος καί σε τιμῶντος μέγα

  πατρὸς νεοσσοὺς τούσδ’ ἀποφθείρας πόθεν

  ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;

  οὔτ’ αἰετοῦ γένεθλ’ ἀποφθείρας, πάλιν

  πέμπειν ἔχοις ἂν σήματ’ εὐπειθῆ βροτοῖς·

   260 οὔτ’ ἀρχικός σοι πᾶς ὅδ’ αὐανθεὶς πυθμὴν

  βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.

  κόμιζ’, ἀπὸ σμικροῦ δ’ ἂν ἄρειας μέγαν

  δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.

  Χο. ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,

   265 σιγᾶθ’, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,

  γλώσσης χάριν δὲ πάντ’ ἀπαγγελεῖ τάδε

  πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμ’ ἐγώ ποτε

  θανόντας ἐν κηκῖδι πισσήρει φλογός.

  Ορ. οὔτοι προδώσει Λοξίου μεγασθενὴς

   270 χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,

  κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους

  ἄτας ὑφ’ ἧπαρ θερμὸν ἐξαυδώμενος,

  εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους

  τρόπον τὸν αὐτόν, ἀνταποκτεῖναι λέγων,

   275 ἀποχρημάτοισι ζημίαις ταυρούμενον

  αὐτὸν δ’ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε

  τείσειν μ’ ἔχοντα πολλὰ δυστερπῆ κακά.

  τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα

  βροτοῖς πιφαύσκων εἶπε τάσδε νῷν νόσους,

   280 σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις,

  λιχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν·

  λευκὰς δὲ κόρσας τῇδ’ ἐπαντέλλειν νόσῳ·

  ἄλλας τ’ ἐφώνει προσβολὰς Ἐρινύων

  ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας·

  .  .  .  .  .  .  .

   285 ὁρῶντα λαμπρόν, ἐν σκότῳ νωμῶντ’ ὀφρύν,

  τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος

  ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,

  καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος

  κινεῖ ταράσσει καὶ διωκάθει πόλεως

   290 χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.

  καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος

  εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,

  βωμῶν τ’ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς

  μῆνιν· δέχεσθαι ‹δ’› οὔτε συλλύειν τινά,

   295 πάντων δ’ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ

  κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.

  τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;

  κεἰ μὴ πέποιθα, τοὔργον ἔστ’ ἐργαστέον.

  πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,

   300 θεοῦ τ’ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,

  καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,

  τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,

  Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,

  δυοῖν γυναικοῖν ὧδ’ ὑπηκόους πέλειν.

   305 θήλεια γὰρ φρήν· †εἰ δὲ μή, τάχ’ εἴσεται.

  Χο. ἀλλ’ ὦ μεγάλαι Μοῖραι, Διόθεν

  τῇδε τελευτᾶν,

  ᾗ τὸ δίκαιον μεταβαίνει.

  ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ

   310 γλῶσσα τελείσθω· τοὐφειλόμενον

  πράσσουσα Δίκη μέγ’ ἀυτεῖ·

  ἀντὶ δὲ πληγῆς φονίας φονίαν

  πληγὴν τινέτω. δράσαντα παθεῖν,

  τριγέρων μῦθος τάδε φωνεῖ.

   315 Ορ. ὦ πάτερ αἰνόπατερ, τί σοι  [στρ. α.

  φάμενος ἢ τί ῥέξας

  τύχοιμ’ ἂν ἕκαθεν οὐρίσας,

  ἔνθα σ’ ἔχουσιν εὐναί,

  σκότῳ φάος ἀντίμοιρον;

   320 χάριτες δ’ ὁμοίως

  κέκληνται γόος εὐκλεὴς

  †προσθοδόμοις Ἀτρείδαις.

  Χο. τέκνον, φρόνημα τοῦ θανόντος οὐ δαμά-  [στρ. β.

   325 ζει πυρὸς μαλερὰ γνάθος,

  φαίνει δ’ ὕστερον ὀργάς·

  ὀτοτύζεται δ’ ὁ θνῄσκων,

  ἀναφαίνεται δ’ ὁ βλάπτων.

  πατέρων δὲ καὶ τεκόντων

   330 γόος ἔνδικος ματεύει,

  τὸ πᾶν ἀμφιλαφὴς ταραχθείς.

  Ηλ. κλῦθί νυν, ὦ πάτερ, ἐν μέρει  [ἀντ. α.

  πολυδάκρυτα πένθη.

  δίπαις τοί σ’ ἐπιτύμβιος

   335 θρῆνος ἀναστενάζει.

  τάφος δ’ ἱκέτας δέδεκται


  φυγάδας θ’ ὁμοίως.

  τί τῶνδ’ εὖ, τί δ’ ἄτερ κακῶν;

  οὐκ ἀτρίακτος ἄτα;

   340 Χο. ἀλλ’ ἔτ’ ἂν ἐκ τῶνδε θεὸς χρῄζων

  θείη κελάδους εὐφθογγοτέρους·

  ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων

  παιὼν μελάθροις ἐν βασιλείοις

  νεοκρᾶτα φίλον κομίσειεν.

   345 Ορ. εἰ γὰρ ὑπ’ Ἰλίῳ  [στρ. γ.

  πρός τινος Λυκίων, πάτερ,

  δορίτμητος κατηναρίσθης·

  λιπὼν ἂν εὔκλειαν ἐν δόμοισιν

  τέκνων τ’ ἐν κελεύθοις

   350 ἐπιστρεπτὸν αἰῶ

  κτίσσας πολύχωστον ἂν εἶχες

  τάφον διαποντίου γᾶς,

  δώμασιν εὐφόρητον -

  Χο. φίλος φίλοισι τοῖς ἐκεῖ καλῶς θανοῦ-  [ἀντ. β.

   355 σιν, κατὰ χθονὸς ἐμπρέπων

  σεμνότιμος ἀνάκτωρ,

  πρόπολός τε τῶν μεγίστων

  χθονίων ἐκεῖ τυράννων·

   360 βασιλεὺς γὰρ ἦσθ’, ὄφρ’ ἔζης,

  μόριμον λάχος πιπλάντων

  χεροῖν πεισιβρότῳ τε βάκτρῳ.

  Ηλ. μηδ’ ὑπὸ Τρωίας  [ἀντ. γ.

  τείχεσι φθίμενος, πάτερ,

   365 μετ’ ἄλλῳ δουρικμῆτι λαῷ

  παρὰ Σκαμάνδρου πόρον τεθάφθαι·

  πάρος δ’ οἱ κτανόντες

  νιν οὕτως δαμῆναι,

  ‹ἵν’ ἦν› θανατηφόρον αἶσαν

   370 πρόσω τινὰ πυνθάνεσθαι

  τῶνδε πόνων ἄπειρον.

  Χο. ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,

  μεγάλης δὲ τύχης καὶ ὑπερβορέου

  μείζονα φωνεῖς· δύνασαι γάρ.

   375 ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης

  δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ

  κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων

  χέρες οὐχ ὅσιαι †στυγερῶν τούτων·

  παισὶ δὲ μᾶλλον γεγένηται.

   380 Ορ. τοῦτο διαμπερὲς οὖς  [στρ. δ.

  ἵκεθ’ ἅπερ τε βέλος.

  Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων

  ὑστερόποινον ἄταν,

  βροτῶν τλάμονι καὶ πανούργῳ

   385 χειρί, τοκεῦσι δ’ ὅμως τελεῖται.

  Χο. ἐφυμνῆσαι γένοιτό μοι πυκά-  [στρ. ε.

  εντ’ ὀλολυγμὸν ἀνδρὸς

  θεινομένου, γυναικός τ’

  ὀλλυμένας· τί γὰρ κεύ-

  θω †φρενὸς θεῖον ἔμπας †

   390 ποτᾶται, πάροιθεν δὲ πρῴρας

  δριμὺς ἄηται κραδίας

  θυμός, ἔγκοτον στύγος.

  Ηλ. καὶ πότ’ ἂν ἀμφιθαλὴς  [ἀντ. δ.

   395 Ζεὺς ἐπὶ χεῖρα βάλοι,

  φεῦ φεῦ, κάρανα δαΐξας;

  πιστὰ γένοιτο χώρᾳ.

  δίκαν [δ’] ἐξ ἀδίκων ἀπαιτῶ.

  κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.

   400 Χο. ἀλλὰ νόμος μὲν φονίας σταγόνας

  χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν

  αἷμα· βοᾷ γὰρ λοιγὸς Ἐρινὺν

  παρὰ τῶν πρότερον φθιμένων ἄτην

  ἑτέραν ἐπάγουσαν ἐπ’ ἄτῃ.

   405 Ορ. πόποι δᾶ νερτέρων τυραννίδες,  [στρ. ζ.

  ἴδετε πολυκρατεῖς ἀραὶ φθινομένων,

  ἴδεσθ’ Ἀτρειδᾶν τὰ λοίπ’ ἀμηχάνως

  ἔχοντα καὶ δωμάτων ἄτιμα. πᾶ

  τις τράποιτ’ ἄν, ὦ Ζεῦ;

   410 Χο. πέπαλται δαὖτέ μοι φίλον κέαρ  [ἀντ. ε.

  τόνδε †κλύουσαν οἶκτον.

  καὶ τότε μὲν δύσελπις,

  σπλάγχνα δέ μοι κελαινοῦ-

  ται πρὸς ἔπος κλυούσᾳ.

   415 ὅταν δ’ αὖτ’ ἐπαλκῆ σ’ ὁρῶ, ῥεῖ’

  ‹ἐλπίς› ἀπέστασεν ἄχος

  †πρὸς τὸ φανεῖσθαι †μοι καλῶς.

  Ηλ. τί δ’ ἂν φάντες τύχοιμεν; ἢ τάπερ  [ἀντ. ζ.

  πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;

   420 πάρεστι σαίνειν, τὰ δ’ οὔτι θέλγεται.

  λύκος γὰρ ὥστ’ ὠμόφρων ἄσαντος ἐκ

  ματρός ἐστι θυμός.

  Χο. ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας  [στρ. η.

  νόμοις ἰηλεμιστρίας,

   425 ἀπρικτόπληκτα πολυπάλακτα δ’ ἦν ἰδεῖν

  ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα,

  ἄνωθεν ἀνέκαθεν, κτύπῳ δ’ ἐπιρροθεῖ

  κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.

  Ηλ. ἰὼ ἰὼ δαΐα  [στρ. θ.

   430 πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς

  ἄνευ πολιτᾶν ἄνακτ’,

  ἄνευ δὲ πενθημάτων

  ἔτλης ἀνοίμωκτον ἄνδρα θάψαι.

  Ορ. τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι.  [στρ. ι.

   435 πατρὸς δ’ ἀτίμωσιν ἆρα τείσει,

  ἕκατι μὲν δαιμόνων,

  ἕκατι δ’ ἀμᾶν χερῶν.

  ἔπειτ’ ἐγὼ νοσφίσας ὀλοίμαν.

  Χο. ἐμασχαλίσθη δέ γ’, ὡς τόδ’ εἰδῇς,  [ἀντ. ι.

   440 ἔπρασσε δ’ ἅπερ νιν ὧδε θάπτει,

  μόρον κτίσαι μωμένα

  ἄφερτον αἰῶνι σῷ.

  κλύεις πατρῴους δύας ἀτίμους.

  Ηλ. λέγεις πατρῷον μόρον· ἐγὼ δ’ ἀπεστάτουν  [ἀντ. η.

   445 ἄτιμος, οὐδὲν ἀξία.

  μυχῷ δ’ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν

  ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,

  χέουσα πολύδακρυν γόον κεκρυμμένα.

   450 τοιαῦτ’ ἀκούων ἐν φρεσὶν γράφου, ‹πάτερ.

  Χο. γράφου·› δι’ ὤτων δὲ συν-  [ἀντ. θ.

  τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.

  τὰ μὲν γὰρ οὕτως ἔχει,

  τὰ δ�
� αὐτὸς ὀργᾷ μαθεῖν.

   455 πρέπει δ’ ἀκάμπτῳ μένει καθήκειν.

  Ορ. σέ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις.  [στρ. κ.

  Ηλ. ἐγὼ δ’ ἐπιφθέγγομαι κεκλαυμένα.

  Χο. στάσις δὲ πάγκοινος ἅδ’ ἐπιρροθεῖ·

  ἄκουσον ἐς φάος μολών,

   460 ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.

  Ορ. Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα.  [ἀντ. κ.

  Ηλ. ἰὼ θεοί, κραίνετ’ ἐνδίκως ‹λιτάς›.

  Χο. τρόμος μ’ ὑφέρπει κλύουσαν εὐγμάτων.

  τὸ μόρσιμον μένει πάλαι,

   465 εὐχομένοις δ’ ἂν ἔλθοι.

  - ὦ πόνος ἐγγενὴς  [στρ. λ.

  καὶ παράμουσος ἄτας

  αἱματόεσσα πλαγά.

  ἰὼ δύστον’ ἄφερτα κήδη·

   470 ἰὼ δυσκατάπαυστον ἄλγος.

  - δώμασιν ἔμμοτον  [ἀντ. λ.

  τῶνδ’ ἄκος, οὐδ’ ἀπ’ ἄλλων

  ἔκτοθεν, ἀλλ’ ἀπ’ αὐτῶν,

  δι’ ὠμὰν ἔριν αἱματηράν.

   475 θεῶν ‹τῶν› κατὰ γᾶς ὅδ’ ὕμνος.

  - ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,

  τῆσδε κατευχῆς πέμπετ’ ἀρωγὴν

  παισὶν προφρόνως ἐπὶ νίκῃ.

  Ορ. πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,

   480 αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.

  Ηλ. κἀγώ, πάτερ, τοιάδε· σοῦ χρεία μ’ ἔχει

  †φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ †. . .

  Ορ. οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν

  κτιζοίατ’· εἰ δὲ μή, παρ’ εὐδείπνοις ἔσῃ

   485 ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.

  Ηλ. κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας

  οἴσω πατρῴων ἐκ δόμων γαμηλίους·

  πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.

 

‹ Prev