by Aeschylus
σώματι κεῖσαι τῷ βασιλείῳ,
725 νῦν ἐπάκουσον, νῦν ἐπάρηξον·
νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν
ξυγκαταβῆναι, χθόνιον δ’ Ἑρμῆν
καὶ τὸν νύχιον τοῖσδ’ ἐφοδεῦσαι
ξιφοδηλήτοισιν ἀγῶσιν.
730 - ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν·
τροφὸν δ’ Ὀρέστου τήνδ’ ὁρῶ κεκλαυμένην.
ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;
λύπη δ’ ἄμισθός ἐστί σοι ξυνέμπορος.
ΤΡΟΦΟΣ
Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν
735 ὅπως τάχιστ’ ἄνωγεν, ὡς σαφέστερον
ἀνὴρ ἀπ’ ἀνδρὸς τὴν νεάγγελτον φάτιν
ἐλθὼν πύθηται· τὴν δὲ πρὸς μὲν οἰκέτας
θέτο σκυθρωπόν, ἐντὸς ὀμμάτων γέλων
κεύθουσ’ ἐπ’ ἔργοις διαπεπραγμένοις καλῶς
740 κείνῃ - δόμοις δὲ τοῖσδε παγκάκως ἔχει,
φήμης ὕφ’, ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,
εὖτ’ ἂν πύθηται μῦθον. ὦ τάλαιν’ ἐγώ·
ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
745 ἄλγη δύσοιστα τοῖσδ’ ἐν Ἀτρέως δόμοις
τυχόντ’ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα,
ἀλλ’ οὔτι πω τοιόνδε πῆμ’ ἀνεσχόμην.
τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·
φίλον δ’ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
750 ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη
. . . . . . . .
καὶ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
καὶ πολλὰ καὶ μοχθήρ’ ἀνωφέλητ’ ἐμοὶ
τλάσῃ - τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·
755 οὐ γάρ τι φωνεῖ παῖς ἔτ’ ὢν ἐν σπαργάνοις,
εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία
ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
τούτων πρόμαντις οὖσα, πολλὰ δ’, οἴομαι,
ψευσθεῖσα, παιδὸς σπαργάνων φαιδρύντρια -
760 κναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.
ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
ἔχουσ’ Ὀρέστην ἐξεδεξάμην πατρί·
τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
στείχω δ’ ἐπ’ ἄνδρα τῶνδε λυμαντήριον
765 οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.
Χο. πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;
Τρ. ἦ πῶς; λέγ’ αὖθις, ὡς μάθω σαφέστερον.
Χο. εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.
Τρ. ἄγειν κελεύει δορυφόρους ὀπάονας.
770 Χο. μή νυν σὺ ταῦτ’ ἄγγελλε δεσπότου στύγει·
ἀλλ’ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντων κλύῃ,
ἄνωχθ’ ὅσον τάχιστα, γαθούσῃ φρενί.
ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.
Τρ. ἀλλ’ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;
775 Χο. ἀλλ’ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ;
Τρ. καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.
Χο. οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε.
Τρ. τί φῄς; ἔχεις τι τῶν λελεγμένων δίχα;
Χο. ἄγγελλ’ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.
780 μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι.
Τρ. ἀλλ’ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
γένοιτο δ’ ὡς ἄριστα σὺν θεῶν δόσει.
Χο. νῦν παραιτουμένᾳ μοι, πάτερ [στρ. α.
Ζεῦ θεῶν Ὀλυμπίων,
785 δὸς τυχὰς τυχεῖν δόμου
κυρίοις τὰ σώφρον’ αὖ
μαιομένοις ἰδεῖν.
διὰ δίκας ἔπος ἅπαν ἔλακον, ὦ
Ζεῦ, σύ νιν φυλάσσοις.
αἰαῖ, πρὸ δὲ δὴ ‘χθρῶν [μεσῳδ. α.
790 τῶν ἔσω μελάθρων,
ὦ Ζεῦ, θές, ἐπεί νιν μέγαν ἄρας
δίδυμα καὶ τριπλᾶ παλίμ-
ποινα θέλων ἀμείψῃ.
ἴσθι δ’ ἀνδρὸς φίλου πῶλον εὖ- [ἀντ. α.
795 νιν ζυγέντ’ ἐν ἅρμασιν
πημάτων, ‹σὺ δ’› ἐν δρόμῳ
προστιθεὶς μέτρον κτίσον
σῳζομένων ῥυθμόν,
διὰ πέδον τοῦτ’ ἰδεῖν ἀνομένων
βημάτων ὄρεγμα.
800 οἵ τ’ ἔσω δωμάτων πλουτογα- [στρ. β.
θῆ μυχὸν νομίζετε,
κλῦτε, σύμφρονες θεοί·
ἄγετε . . . .
τῶν πάλαι πεπραγμένων
805 λύσασθ’ αἷμα προσφάτοις δίκαις·
γέρων φόνος μηκέτ’ ἐν δόμοις τέκοι.
τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων [μεσῳδ. β.
στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,
καί νιν ἐλευθερίας φῶς
810 λαμπρὸν ἰδεῖν φιλίοις
ὄμμασιν ‹ἐκ› δνοφερᾶς καλύπτρας.
ξυλλάβοι δ’ ἐνδίκως παῖς ὁ Μαί- [ἀντ. β.
ας, ἐπεὶ φορώτατος
πρᾶξιν οὐρίσαι θέλων.
815 ἀλαὰ πολλὰ δ’ ἀμφανεῖ χρῄζων [κρυπτά],
ἄσκοπον δ’ ἔπος λέγων
νυκτὸς προὐμμάτων σκότον φέρει,
καθ’ ἡμέραν δ’ οὐδὲν ἐμφανέστερος.
καὶ τότ’ ἤδη †πλοῦτον [στρ. γ.
820 δωμάτων λυτήριον,
θῆλυν οὐριοστάταν
†ὁμοῦ κρεκτὸν γοήτων νόμον
μεθήσομεν· πλεῖ τάδ’ εὖ·
825 ἐμὸν ἐμὸν κέρδος
αὔξεται τόδ’, ἄ-
τα δ’ ἀποστατεῖ φίλων.
σὺ δὲ θαρσῶν ὅταν ἥκῃ μέρος ἔργων [μεσῳδ. γ.
ἐπαΰσας θροεούσᾳ
πρὸς σὲ ‘Τέκνον’, ‘Πατρὸς’ αὔδα,
830 καὶ πέραιν’
ἀνεπίμομφον ἄταν.
Περσέως τ’ ἐν φρεσὶν [ἀντ. γ.
‹σαῖσι› καρδίαν σχεθών,
τοῖς θ’ ὑπὸ χθονὸς φίλος
τοῖς τ’ ἄνωθεν, προφράσσων φάρος
835 Γοργοῦς λυγρᾶς ἔνδοθεν
φόνιον ἄταν τίθει, τὸν αἴτιον δ’
ἐξαπόλλυ’ εἰσορῶν.
ΑΙΓΙΣΘΟΣ
ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ’ ὑπάγγελος·
νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
840 ξένους μολόντας οὐδαμῶς ἐφίμερον,
μόρον γ’ Ὀρέστου. καὶ τόδ’ αὖ φέρειν δόμοις
γένοιτ’ ἂν ἄχθος αἱματοσταγές, φόνῳ
τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
πῶς ταῦτ’ ἀληθῆ καὶ βλέποντα δοξάσω;
845 ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
τί τῶνδ’ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
Χο. ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
850 ὡς αὐτόσ’ αὐτὸν ἄνδρα πεύθεσθαι πέρι.
Αι. ἰδεῖν ἐλέγξαι τ’ εὖ θέλω τὸν ἄγγελον,
εἴτ’ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,
εἴτ’ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
οὔτοι φρέν’ ἂν κλέψειεν ὠμματωμένην.
855 Χο. Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι
τάδ’ ἐπευχομένη κἀπιθεάζουσ’,
ὑπὸ δ’ εὐνοίας
πῶς ἴσον εἰποῦσ’ ἀνύσωμαι;
νῦν γὰρ μέλλουσι μιανθεῖσαι
860 πειραὶ κοπάνων ἀνδροδαΐκτων
ἢ πάνυ θήσειν Ἀγαμεμνονίων
οἴκων ὄλεθρον διὰ παντός,
ἢ πῦρ καὶ φῶς ἐπ’ ἐλευθερίᾳ
δαίων ἀρχαῖς τε πολισσονόμοις
865 ἕξει πατέρων μέγαν ὄλβον.
τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
δισσοῖς μέλλει θεῖος Ὀρέστης
ἅψειν. εἴη δ’ ἐπὶ νίκῃ.
Αι. ἒ ἔ, ὀτοτοτοῖ.
870 Χο. - ἔα ἔα μάλα·
- πῶς ἔχει; πῶς κέκρανται δόμοις;
- ἀποσταθῶμεν πράγματος τελουμένου,
ὅπως δοκῶμεν τῶνδ’ ἀναίτιαι κακῶν
εἶναι· μάχης γὰρ δὴ κεκύρωται τέλος.
875 ΟΙΚΕΤΗΣ
οἴμοι, πανοίμοι δεσπότου †τελουμένου·
οἴμοι μάλ’ αὖθις ἐν τρίτοις προσφθέγμασιν.
Αἴγισθος οὐκέτ’ ἔστιν. ἀλλ’ ἀνοίξατε
ὅπως τάχιστα, καὶ γυναικείους πύλας
μοχλοῖς χαλᾶτε· καὶ μάλ’ ἡβῶντος δὲ δεῖ -
880 οὐχ ὥστ’ ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ;
ἰοὺ ἰού.
κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην
ἄκραντα βάζω. ποῦ Κλυταιμήστρα; τί δρᾷ;
ἔοικε νῦν αὐτῆς †ἐπὶ ξυροῦ πέλας
αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.
885 Κλ. τί δ’ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;
Οι. τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.
Κλ. οἲ ‘γώ, ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
δόλοις ὀλούμεθ’, ὥσπερ οὖν ἐκτείναμεν.
δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος·
890 εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα.
ἐνταῦθα γὰρ δὴ τοῦδ’ ἀφικόμην κακοῦ.
Ορ. σὲ καὶ ματεύω· τῷδε δ’ ἀρκούντως ἔχει.
Κλ. οἲ ‘γώ. τέθνηκας, φίλτατ’, Αἰγίσθου βία.
Ορ. φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ
895 κείσῃ. θανόντα δ’ οὔτι μὴ προδῷς ποτε.
Κλ. ἐπίσχες, ὦ παῖ, τόνδε δ’ αἴδεσαι, τέκνον,
μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα
οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
Ορ. Πυλάδη, τί δράσω; μητέρ’ αἰδεσθῶ κτανεῖν;
900 ΠΥΛΑΔΗΣ
ποῦ δὴ τὸ λοιπὸν Λοξίου μαντεύματα
τὰ πυθόχρηστα, πιστά τ’ εὐορκώματα;
ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
Ορ. κρίνω σε νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
ἕπου, πρὸς αὐτὸν τόνδε σε σφάξαι θέλω·
905 καὶ ζῶντα γάρ νιν κρείσσον’ ἡγήσω πατρός.
τούτῳ θανοῦσα ξυγκάθευδ’, ἐπεὶ φιλεῖς
τὸν ἄνδρα τοῦτον, ὃν δὲ χρῆν φιλεῖν στυγεῖς.
Κλ. ἐγώ σ’ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.
Ορ. πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
910 Κλ. ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.
Ορ. καὶ τόνδε τοίνυν Μοῖρ’ ἐπόρσυνεν μόρον.
Κλ. οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον;
Ορ. τεκοῦσα γάρ μ’ ἔρριψας ἐς τὸ δυστυχές.
Κλ. οὔτοι σ’ ἀπέρριψ’ ἐς δόμους δορυξένους.
915 Ορ. αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.
Κλ. ποῦ δῆθ’ ὁ τῖμος, ὅντιν’ ἀντεδεξάμην;
Ορ. αἰσχύνομαί σοι τοῦτ’ ὀνειδίσαι σαφῶς.
Κλ. [μὴ] ἀλλ’ εἴφ’ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
Ορ. μὴ ἔλεγχε τὸν πονοῦντ’ ἔσω καθημένη.
920 Κλ. ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.
Ορ. τρέφει δέ γ’ ἀνδρὸς μ�
�χθος ἡμένας ἔσω.
Κλ. κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.
Ορ. σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.
Κλ. ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
925 Ορ. τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;
Κλ. ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.
Ορ. πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον.
Κλ. οἲ ‘γὼ τεκοῦσα τόνδ’ ὄφιν ἐθρεψάμην.
Ορ. ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.
930 ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.
Χο. στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.
ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε
τλήμων Ὀρέστης, τοῦθ’ ὅμως αἱρούμεθα,
ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.
935 - ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ, [στρ. α.
βαρύδικος ποινά·
ἔμολε δ’ ἐς δόμον τὸν Ἀγαμέμνονος
διπλοῦς λέων, διπλοῦς Ἄρης.
ἔλαχε δ’ ἐς τὸ πᾶν
940 ὁ πυθόχρηστος φυγὰς
θεόθεν εὖ φραδαῖσιν ὡρμημένος.
ἐπολολύξατ’ ὦ δεσποσύνων δόμων [μεσῳδ.
ἀναφυγᾷ κακῶν καὶ κτεάνων τριβᾶς
ὑπὸ δυοῖν μιαστόροιν
945 δυσοίμου τύχας.
ἔμολε δ’ ᾧ μέλει κρυπταδίου μάχας [ἀντ. α.
δολιόφρων ποινά·
ἔθιγε δ’ ἐν μάχᾳ χερὸς ἐτήτυμος
Διὸς κόρα - Δίκαν δέ νιν
950 προσαγορεύομεν
βροτοὶ τυχόντες καλῶς -
ὀλέθριον πνέουσ’ ἐν ἐχθροῖς κότον·
τάπερ ὁ Λοξίας ὁ Παρνασίας [στρ. β.
μέγαν ἔχων μυχὸν χθονὸς ἐπωρθία-
955 ξεν ἀδόλως †δολίας