Delphi Complete Works of Sophocles

Home > Fiction > Delphi Complete Works of Sophocles > Page 38
Delphi Complete Works of Sophocles Page 38

by Sophocles


  ΟΔ. Ἦ καὶ τὸ βούλευμ’ ὡς ἐπ’ Ἀργείοις τόδ’ ἦν;

    45 ΑΘ. Κἂν ἐξεπράξατ’, εἰ κατημέλησ’ ἐγώ.

  ΟΔ. Ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει;

  ΑΘ. Νύκτωρ ἐφ’ ὑμᾶς δόλιος ὁρμᾶται μόνος.

  ΟΔ. Ἦ καὶ παρέστη κἀπὶ τέρμ’ ἀφίκετο;

  ΑΘ. Καὶ δὴ ‘πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.

    50 ΟΔ. Καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;

  ΑΘ. Ἐγώ σφ’ ἀπείργω, δυσφόρους ἐπ’ ὄμμασι

  γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς,

  καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε

  λείας ἄδαστα βουκόλων φρουρήματα·

    55 ἔνθ’ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον

  κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθ’ ὅτε

  δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,

  ὅτ’ ἄλλοτ’ ἄλλον ἐμπίτνων στρατηλατῶν.

  Ἐγὼ δὲ φοιτῶντ’ ἄνδρα μανιάσιν νόσοις

    60 ὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά.

  Κἄπειτ’ ἐπειδὴ τοῦδ’ ἐλώφησεν φόνου,

  τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν

  ποίμνας τε πάσας εἰς δόμους κομίζεται,

  ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων·

    65 καὶ νῦν κατ’ οἴκους συνδέτους αἰκίζεται.

  Δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,

  ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.

  Θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου

  τὸν ἄνδρ’· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους

    70 αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.

  Οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας

  δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ.

  Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος.

  ΟΔ. Τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφ’ ἔξω κάλει.

    75 ΑΘ. Οὐ σῖγ’ ἀνέξῃ, μηδὲ δειλίαν ἀρῇ;

  ΟΔ. Μή, πρὸς θεῶν· ἀλλ’ ἔνδον ἀρκείτω μένων.

  ΑΘ. Τί μὴ γένηται; πρόσθεν οὐκ ἀνὴρ ὅδ’ ἦν;

  ΟΔ. Ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.

  ΑΘ. Οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν;

    80 ΟΔ. Ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.

  ΑΘ. Μεμηνότ’ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;

  ΟΔ. Φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.

  ΑΘ. Ἀλλ’ οὐδὲ νῦν σε μὴ παρόντ’ ἴδῃ πέλας.

  ΟΔ. Πῶς; εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ.

    85 ΑΘ. Ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.

  ΟΔ. Γένοιτο μεντἂν πᾶν θεοῦ τεχνωμένου.

  ΑΘ. Σίγα νυν ἑστώς, καὶ μέν’ ὡς κυρεῖς ἔχων.

  ΟΔ. Μένοιμ’ ἄν· ἤθελον δ’ ἂν ἐκτὸς ὢν τυχεῖν.

  ΑΘ. Ὦ οὗτος, Αἶαν, δεύτερόν σε προσκαλῶ·

    90 τί βαιὸν οὕτως ἐντρέπῃ τῆς συμμάχου;

  ΑΙΑΣ

  Ὦ χαῖρ’, Ἀθάνα, χαῖρε, Διογενὲς τέκνον,

  ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ

  στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.

  ΑΘ. Καλῶς ἔλεξας· ἀλλ’ ἐκεῖνό μοι φράσον,

    95 ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;

  ΑΙ. Κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.

  ΑΘ. Ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρας;

  ΑΙ. Ὥστ’ οὔποτ’ Αἴαντ’, οἶδ’, ἀτιμάσουσ’ ἔτι.

  ΑΘ. Τεθνᾶσιν ἅνδρες, ὡς τὸ σὸν ξυνῆκ’ ἐγώ.

   100 ΑΙ. Θανόντες ἤδη τἄμ’ ἀφαιρείσθων ὅπλα.

  ΑΘ. Εἶεν· τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου;

  ποῦ σοι τύχης ἕστηκεν; ἦ πέφευγέ σε;

  ΑΙ. Ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μ’ ὅπου;

  ΑΘ. Ἔγωγ’· Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω.

   105 ΑΙ. Ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω

  θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.

  ΑΘ. Πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον;

  ΑΙ. Πρὶν ἂν δεθεὶς πρὸς κίον’ ἑρκείου στέγης -

  ΑΘ. Τί δῆτα τὸν δύστηνον ἐργάσῃ κακόν;

   110 ΑΙ. Μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.

  ΑΘ. Μὴ δῆτα τὸν δύστηνον ὧδέ γ’ αἰκίσῃ.

  ΑΙ. Χαίρειν, Ἀθάνα, τἄλλ’ ἐγώ σ’ ἐφίεμαι,

  κεῖνος δὲ τείσει τήνδε κοὐκ ἄλλην δίκην.

  ΑΘ. Σὺ δ’ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,

   115 χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς.

  ΑΙ. Χωρῶ πρὸς ἔργον, τοῦτό σοι δ’ ἐφίεμαι,

  τοιάνδ’ ἀεί μοι σύμμαχον παρεστάναι.

  ΑΘ. Ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση;

  Τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος

   120 ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;

  ΟΔ. Ἐγὼ μὲν οὐδέν’ οἶδ’· ἐποικτίρω δέ νιν

  δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ,

  ὁθούνεκ’ ἄτῃ συγκατέζευκται κακῇ,

  οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν.

   125 Ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν

  εἴδωλ’, ὅσοιπερ ζῶμεν, ἢ κούφην σκιάν.

  ΑΘ. Τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον

  μηδέν ποτ’ εἴπῃς αὐτὸς ἐς θεοὺς ἔπος,

  μηδ’ ὄγκον ἄρῃ μηδέν’, εἴ τινος πλέον

   130 ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει·

  ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν

  ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας

  θεοὶ φιλοῦσι καὶ σ�
�υγοῦσι τοὺς κακούς.

  ΧΟΡΟΣ

  Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου

   135 Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,

  σὲ μὲν εὖ πράσσοντ’ ἐπιχαίρω·

  σὲ δ’ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς

  λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,

  μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι

   140 πτηνῆς ὡς ὄμμα πελείας.

  Ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς

  μεγάλοι θόρυβοι κατέχουσ’ ἡμᾶς

  ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ

  λειμῶν’ ἐπιβάντ’ ὀλέσαι Δαναῶν

   145 βοτὰ καὶ λείαν

  ἥπερ δορίληπτος ἔτ’ ἦν λοιπή,

  κτείνοντ’ αἴθωνι σιδήρῳ.

  Τοιούσδε λόγους ψιθύρους πλάσσων

  εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς,

   150 καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν

  εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων

  τοῦ λέξαντος χαίρει μᾶλλον

  τοῖς σοῖς ἄχεσιν καθυβρίζων.

  Τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς

   155 οὐκ ἂν ἁμάρτοις· κατὰ δ’ ἄν τις ἐμοῦ

  τοιαῦτα λέγων οὐκ ἂν πείθοι·

  πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει·

  καίτοι σμικροὶ μεγάλων χωρὶς

  σφαλερὸν πύργου ῥῦμα πέλονται·

   160 μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ’ ἄν,

  καὶ μέγας ὀρθοῖθ’ ὑπὸ μικροτέρων·

  ἀλλ’ οὐ δυνατὸν τοὺς ἀνοήτους

  τούτων γνώμας προδιδάσκειν.

  Ὑπὸ τοιούτων ἀνδρῶν θορυβῇ·

   165 χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ’

  ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ·

  ἀλλ’ - ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ’ ἀπέδραν,

  παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι -

  μέγαν αἰγυπιόν ‹γ’› ὑποδείσαντες,

   170 τάχ’ ἄν, ἐξαίφνης εἰ σὺ φανείης,

  σιγῇ πτήξειαν ἄφωνοι.

  Ἦ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις -    Str.

  ὦ μεγάλα φάτις, ὦ

  μᾶτερ αἰσχύνας ἐμᾶς -

   175 ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,

  ἤ πού τινος νίκας ἀκάρπωτον χάριν,

  ἤ ῥα κλυτῶν ἐνάρων

  ψευσθεῖσ’, ἀδώροις εἴτ’ ἐλαφαβολίαις;

  ἢ χαλκοθώραξ, εἴ τιν’ Ἐνυάλιος

   180 μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις

  μαχαναῖς ἐτείσατο λώβαν;

  Οὔ ποτε γὰρ φρενόθεν γ’ ἐπ’ ἀριστερά,    Ant.

  παῖ Τελαμῶνος, ἔβας

   185 τόσσον ἐν ποίμναις πίτνων·

  ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλ’ ἀπερύκοι

  καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν·

  εἰ δ’ ὑποβαλλόμενοι

  κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς,

   190 ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,

  μὴ μή μ’, ἄναξ, ἔθ’ ὧδ’ ἐφάλοις κλισίαις

  ἐμμένων κακὰν φάτιν ἄρῃ.

  Ἀλλ’ ἄνα ἐξ ἑδράνων ὅπου μακραίωνι    Ep.

  στηρίζῃ ποτὲ τᾷδ’ ἀγωνίῳ σχολᾷ

   195 ἄταν οὐρανίαν φλέγων.

  Ἐχθρῶν δ’ ὕβρις ὧδ’ ἀταρβήτως

  ὁρμᾶτ’ ἐν εὐανέμοισ‹ι› βάσσαις,

  πάντων καγχαζόντων

  γλώσσαις βαρυάλγητ’·

   200 ἐμοὶ δ’ ἄχος ἕστακεν.

  ΤΕΚΜΗΣΣΑ

  Ναὸς ἀρωγοὶ τῆς Αἴαντος,

  γενεᾶς χθονίων ἀπ’ Ἐρεχθειδᾶν,

  ἔχομεν στοναχὰς οἱ κηδόμενοι

  τοῦ Τελαμῶνος τηλόθεν οἴκου·

   205 νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς

  Αἴας θολερῷ

  κεῖται χειμῶνι νοσήσας.

  ΧΟ. Τί δ’ ἐνήλλακται τῆς ἠρεμίας

  νὺξ ἥδε βάρος;

   210 παῖ τοῦ Φρυγίου ‹σὺ› Τελεύταντος,

  λέγ’, ἐπεί σε λέχος δουριάλωτον

  στέρξας ἀνέχει θούριος Αἴας·

  ὥστ’ οὐκ ἂν ἄϊδρις ὑπείποις.

  ΤΕ. Πῶς δῆτα λέγω λόγον ἄρρητον;

   215 θανάτῳ γὰρ ἴσον πάθος ἐκπεύσῃ·

  μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς

  νύκτερος Αἴας ἀπελωβήθη·

  τοιαῦτ’ ἂν ἴδοις σκηνῆς ἔνδον

  χειροδάϊκτα σφάγι’ αἱμοβαφῆ,

   220 κείνου χρηστήρια τἀνδρός.

  ΧΟ. Οἵαν ἐδήλωσας    Str.

  ἀνέρος αἴθονος ἀγγελίαν

  ἄτλατον οὐδὲ φευκτάν,

   225 τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν,

  τὰν ὁ μέγας μῦθος ἀέξει.

  Ὤιμοι φοβοῦμαι τὸ προσέρπον· περίφαντος ἁνὴρ

   230 θανεῖται, παραπλήκτῳ χερὶ συγκατακτὰς

  κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας.

  ΤΕ. Ὤιμοι· κεῖθεν κεῖθεν ἄρ’ ἡμῖν

  δεσμῶτιν ἄγων ἤλυθε ποίμναν·

   235 ὧν τὴν μὲν ἔσω σφάζ’ ἐπὶ γαίας,

  τὰ δὲ πλευροκοπῶν δίχ’ ἀνερρήγνυ·

  δύο δ’ ἀργίποδας κριοὺς ἀνελών,

  τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν

  ῥιπτεῖ θερίσας, τὸν δ’ ὀρθὸν ἄνω

   240 κίονι δήσας,

  μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν

  παίει λιγυρᾷ μάστιγι διπλῇ,

  κακὰ δεννάζων ῥήμαθ’ ἃ δαίμων

  κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.

   245 ΧΟ. Ὥρα τιν’ ἤδη τοι    Ant.

  κρᾶτα καλύμμασι κρυψάμενον

  ποδοῖν κλοπὰν ἀρέσθαι,

  ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον

   
250 ποντοπόρῳ ναῒ μεθεῖναι·

  τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι

  καθ’ ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη

  ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσ’ ἄπλατος ἴσχει.

  ΤΕ. Οὐκέτι· λαμπρᾶς γὰρ ἄτερ στεροπᾶς

  ᾄξας ὀξὺς νότος ὣς λήγει,

  καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει.

   260 Τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη,

  μηδενὸς ἄλλου παραπράξαντος,

  μεγάλας ὀδύνας ὑποτείνει.

  ΧΟ. Ἀλλ’ εἰ πέπαυται, κάρτ’ ἂν εὐτυχεῖν δοκῶ·

  φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.

   265 ΤΕ. Πότερα δ’ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,

  φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν

  ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;

  ΧΟ. Τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.

  ΤΕ. Ἡμεῖς ἄρ’ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.

   270 ΧΟ. Πῶς τοῦτ’ ἔλεξας; οὐ κάτοιδ’ ὅπως λέγεις.

  ΤΕ. Ἁνὴρ ἐκεῖνος, ἡνίκ’ ἦν ἐν τῇ νόσῳ,

  αὐτὸς μὲν ἥδεθ’ οἷσιν εἴχετ’ ἐν κακοῖς,

  ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·

  νῦν δ’ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,

   275 κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ,

 

‹ Prev