by Sophocles
Ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς,
αὑτῷ δὲ τερπνός· ὧν γὰρ ἠράσθη τυχεῖν
ἐκτήσαθ’ αὑτῷ, θάνατον ὅνπερ ἤθελεν.
Τί δῆτα τοῦδ’ ἐπεγγελῷεν ἂν κάτα;
970 Θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ.
Πρὸς ταῦτ’ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω·
Αἴας γὰρ αὐτοῖς οὐκέτ’ ἔστιν, ἀλλ’ ἐμοὶ
λιπὼν ἀνίας καὶ γόους διοίχεται.
ΤΕΥΚΡΟΣ
Ἰώ μοί μοι.
975 ΧΟ. Σίγησον. Αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν
βοῶντος ἄτης τῆσδ’ ἐπίσκοπον μέλος.
ΤΕΥ. Ὦ φίλτατ’ Αἴας, ὦ ξύναιμον ὄμμ’ ἐμοί,
ἆρ’ ἠμπόληκας ὥσπερ ἡ φάτις κρατεῖ;
ΧΟ. Ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτ’ ἐπίστασο.
980 ΤΕΥ. Οἴμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.
ΧΟ. Ὡς ὧδ’ ἐχόντων -
ΤΕΥ. Ὢ τάλας ἐγώ, τάλας.
ΧΟ. πάρα στενάζειν·
ΤΕΥ. Ὦ περισπερχὲς πάθος.
ΧΟ. Ἄγαν γε, Τεῦκρε.
ΤΕΥ. Φεῦ τάλας. Τί γὰρ τέκνον
τὸ τοῦδε; ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;
985 ΧΟ. Μόνος παρὰ σκηναῖσιν -
ΤΕΥ. Οὐχ ὅσον τάχος
δῆτ’ αὐτὸν ἄξεις δεῦρο, μή τις ὡς κενῆς
σκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ;
Ἴθ’, ἐγκόνει, σύγκαμνε· τοῖς θανοῦσί τοι
φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν.
990 ΧΟ. Καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν
ἐφίεθ’ ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει.
ΤΕΥ. Ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ
ἄλγιστον ὧν προσεῖδον ὀφθαλμοῖς ἐγώ,
ὁδός θ’ ὁδῶν πασῶν ἀνιάσασα δὴ
995 μάλιστα τοὐμὸν σπλάγχνον, ἣν δὴ νῦν ἔβην,
ὦ φίλτατ’ Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην
μόρον διώκων κἀξιχνοσκοπούμενος.
Ὀξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος
διῆλθ’ Ἀχαιοὺς πάντας ὡς οἴχῃ θανών.
1000 Ἁγὼ κλύων δύστηνος ἐκποδὼν μὲν ὢν
ὑπεστέναζον, νῦν δ’ ὁρῶν ἀπόλλυμαι.
Οἴμοι.
Ἴθ’, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.
Ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς,
1005 ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.
Ποῖ γὰρ μολεῖν μοι δυνατόν, εἰς ποίους βροτούς,
τοῖς σοῖς ἀρήξαντ’ ἐν πόνοισι μηδαμοῦ;
Ἦ πού ‹με› Τελαμών, σὸς πατὴρ ἐμός θ’ ἅμα,
δέξαιτ’ ἂν εὐπρόσωπος ἵλεώς τ’ ἴσως
1010 χωροῦντ’ ἄνευ σοῦ· πῶς γὰρ οὔχ; ὅτῳ πάρα
μηδ’ εὐτυχοῦντι μηδὲν ἥδιον γελᾶν.
Οὗτος τί κρύψει; ποῖον οὐκ ἐρεῖ κακόν,
τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,
τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ
1015 σέ, φίλτατ’ Αἴας, ἢ δόλοισιν, ὡς τὰ σὰ
κράτη θανόντος καὶ δόμους νέμοιμι σούς.
Τοιαῦτ’ ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς,
ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος·
τέλος δ’ ἀπωστὸς γῆς ἀπορριφθήσομαι,
1020 δοῦλος λόγοισιν ἀντ’ ἐλευθέρου φανείς.
Τοιαῦτα μὲν κατ’ οἶκον· ἐν Τροίᾳ δέ μοι
πολλοὶ μὲν ἐχθροί, παῦρα δ’ ὠφελήσιμα·
καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην.
Οἴμοι, τί δράσω; πῶς σ’ ἀποσπάσω πικροῦ
1025 τοῦδ’ αἰόλου κνώδοντος, ὦ τάλας, ὑφ’ οὗ
φονέως ἄρ’ ἐξέπνευσας; Εἶδες ὡς χρόνῳ
ἔμελλέ σ’ Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν;
Σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν·
Ἕκτωρ μέν, ᾧ δὴ τοῦδ’ ἐδωρήθη πάρα,
1030 ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων,
ἐκνάπτετ’ αἰὲν ἔστ’ ἀπέψυξεν βίον·
οὗτος δ’ ἐκείνου τήνδε δωρεὰν ἔχων
πρὸς τοῦδ’ ὄλωλε θανασίμῳ πεσήματι.
Ἆρ’ οὐκ Ἐρινὺς τοῦτ’ ἐχάλκευσεν ξίφος,
1035 κἀκεῖνον Ἅιδης, δημιουργὸς ἄγριος;
Ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντ’ ἀεὶ
φάσκοιμ’ ἂν ἀνθρώποισι μηχανᾶν θεούς·
ὅτῳ δὲ μὴ τάδ’ ἐστὶν ἐν γνώμῃ φίλα,
κεῖνός τ’ ἐκεῖνα στεργέτω κἀγὼ τάδε.
1040 ΧΟ. Μὴ τεῖνε μακράν, ἀλλ’ ὅπως κρύψεις τάφῳ
φράζου τὸν ἄνδρα χὤ τι μυθήσῃ τάχα.
Βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχ’ ἂν κακοῖς
γελῶν ἃ δὴ κακοῦργος ἐξίκοιτ’ ἀνήρ.
ΤΕΥ. Τίς δ’ ἐστὶν ὅντιν’ ἄνδρα προσλεύσσεις στρατοῦ;
1045 ΧΟ. Μενέλαος, ᾧ δὴ τόνδε πλοῦν ἐστείλαμεν.
ΤΕΥ. Ὁρῶ· μαθεῖν γὰρ ἐγγὺς ὢν οὐ δυσπετής.
ΜΕΝΕΛΑΟΣ
Οὗτος, σὲ φωνῶ, τόνδε τὸν νεκρὸν χεροῖν
μὴ συγκομίζειν, ἀλλ’ ἐᾶν ὅπως ἔχει.
ΤΕΥ. Τίνος χάριν τοσόνδ’ ἀνήλωσας λόγον;
1050 ΜΕ. Δοκοῦντ’ ἐμοί, δοκοῦντα δ’ ὃς κραίνει στρατοῦ.
ΤΕΥ. Οὔκουν ἂν εἴποις ἥντιν’ αἰτίαν προθείς;
ΜΕ. Ὁθούνεκ’ αὐτὸν ἐλπίσαντες οἴκοθεν
ἄγειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον,
ἐξηύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν·
1055 ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον
νύκτωρ ἐπεστράτευσε�
�, ὡς ἕλοι δορί·
κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν,
ἡμεῖς μὲν ἂν τήνδ’ ἣν ὅδ’ εἴληχεν τύχην
θανόντες ἂν προὐκείμεθ’ αἰσχίστῳ μόρῳ,
1060 οὗτος δ’ ἂν ἔζη. Νῦν δ’ ἐνήλλαξεν θεὸς
τὴν τοῦδ’ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.
Ὧν οὕνεκ’ αὐτὸν οὔτις ἔστ’ ἀνὴρ σθένων
τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ,
ἀλλ’ ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος
1065 ὄρνισι φορβὴ παραλίοις γενήσεται.
Πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος·
εἰ γὰρ βλέποντος μὴ ‘δυνήθημεν κρατεῖν,
πάντως θανόντος γ’ ἄρξομεν, κἂν μὴ θέλῃς,
χερσὶν παρευθύνοντες· οὐ γὰρ ἔσθ’ ὅπου
1070 λόγων ἀκοῦσαι ζῶν ποτ’ ἠθέλησ’ ἐμῶν.
Καίτοι κακοῦ πρὸς ἀνδρὸς ἄνδρα δημότην
μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.
Οὐ γάρ ποτ’ οὔτ’ ἂν ἐν πόλει νόμοι καλῶς
φέροιντ’ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος,
1075 οὔτ’ ἂν στρατός γε σωφρόνως ἄρχοιτ’ ἔτι
μηδὲν φόβου πρόβλημα μηδ’ αἰδοῦς ἔχων.
Ἀλλ’ ἄνδρα χρή, κἂν σῶμα γεννήσῃ μέγα,
δοκεῖν πεσεῖν ἂν κἂν ἀπὸ σμικροῦ κακοῦ.
Δέος γὰρ ᾧ πρόσεστιν αἰσχύνη θ’ ὁμοῦ,
1080 σωτηρίαν ἔχοντα τόνδ’ ἐπίστασο·
ὅπου δ’ ὑβρίζειν δρᾶν θ’ ἃ βούλεται παρῇ,
ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ
ἐξ οὐρίων δραμοῦσαν εἰς βυθὸν πεσεῖν.
Ἀλλ’ ἑστάτω μοι καὶ δέος τι καίριον,
1085 καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθα
οὐκ ἀντιτίσειν αὖθις ἃν λυπώμεθα.
Ἕρπει παραλλὰξ ταῦτα. Πρόσθεν οὗτος ἦν
αἴθων ὑβριστής, νῦν δ’ ἐγὼ μέγ’ αὖ φρονῶ.
Καί σοι προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως
1090 μὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς.
ΧΟ. Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς
εἶτ’ αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ.
ΤΕΥ. Οὐκ ἄν ποτ’, ἄνδρες, ἄνδρα θαυμάσαιμ’ ἔτι,
ὃς μηδὲν ὢν γοναῖσιν εἶθ’ ἁμαρτάνει,
1095 ὅθ’ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι
τοιαῦθ’ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη.
Ἄγ’, εἴπ’ ἀπ’ ἀρχῆς αὖθις, ἦ σὺ φῂς ἄγειν
τὸν ἄνδρ’ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;
οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν;
1100 ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεῶν
ἔξεστ’ ἀνάσσειν ὧν ὅδ’ ἤγετ’ οἴκοθεν;
Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν,
οὐδ’ ἔσθ’ ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον
ἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδε σέ.
1105 Ὕπαρχος ἄλλων δεῦρ’ ἔπλευσας, οὐχ ὅλων
στρατηγός, ὥστ’ Αἴαντος ἡγεῖσθαί ποτε.
Ἀλλ’ ὧνπερ ἄρχεις ἄρχε, καὶ τὰ σέμν’ ἔπη
κόλαζ’ ἐκείνους· τόνδε δ’, εἴτε μὴ σὺ φῂς
εἴθ’ ἅτερος στρατηγός, εἰς ταφὰς ἐγὼ
1110 θήσω δικαίως οὐ τὸ σὸν δείσας στόμα.
Οὐ γάρ τι τῆς σῆς οὕνεκ’ ἐστρατεύσατο
γυναικός, ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ,
ἀλλ’ οὕνεχ’ ὅρκων οἷσιν ἦν ἐπώμοτος,
σοῦ δ’ οὐδέν· οὐ γὰρ ἠξίου τοὺς μηδένας.
1115 Πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν
καὶ τὸν στρατηγὸν ἧκε· τοῦ δὲ σοῦ ψόφου
οὐκ ἂν στραφείην, ἕως ἂν ᾖς οἷός περ εἶ.
ΧΟ. Οὐδ’ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ·
τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικ’ ᾖ, δάκνει.
1120 ΜΕ. Ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.
ΤΕΥ. Οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.
ΜΕ. Μέγ’ ἄν τι κομπάσειας, ἀσπίδ’ εἰ λάβοις.
ΤΕΥ. Κἂν ψιλὸς ἀρκέσαιμι σοί γ’ ὡπλισμένῳ.
ΜΕ. Ἡ γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.
1125 ΤΕΥ. Ξὺν τῷ δικαίῳ γὰρ μέγ’ ἔξεστιν φρονεῖν.
ΜΕ. Δίκαια γὰρ τόνδ’ εὐτυχεῖν κτείναντά με;
ΤΕΥ. Κτείναντα; δεινόν γ’ εἶπας, εἰ καὶ ζῇς θανών.
ΜΕ. Θεὸς γὰρ ἐκσῴζει με, τῷδε δ’ οἴχομαι.
ΤΕΥ. Μὴ νῦν ἀτίμα θεούς, θεοῖς σεσωσμένος.
1130 ΜΕ. Ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;
ΤΕΥ. Εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών.
ΜΕ. Τούς γ’ αὐτὸς αὑτοῦ πολεμίους· οὐ γὰρ καλόν.
ΤΕΥ. Ἦ σοὶ γὰρ Αἴας πολέμιος προὔστη ποτέ;
ΜΕ. Μισοῦντ’ ἐμίσει, καὶ σὺ τοῦτ’ ἠπίστασο.
1135 ΤΕΥ. Κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης.
ΜΕ. Ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοί, τόδ’ ἐσφάλη.
ΤΕΥ. Πόλλ’ ἂν καλῶς λάθρᾳ σὺ κλέψειας κακά.
ΜΕ. Τοῦτ’ εἰς ἀνίαν τοὔπος ἔρχεταί τινι.
ΤΕΥ. Οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν.
1140 ΜΕ. Ἕν σοι φράσω· τόνδ’ ἐστὶν οὐχὶ θαπτέον.
ΤΕΥ. Ἀλλ’ ἀντακούσῃ τοῦτον ὡς τεθάψεται.
ΜΕ. Ἤδη ποτ’ εἶδον ἄνδρ’ ἐγὼ γλώσσῃ θρασὺν
ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,
ᾧ φθέγμ’ ἂν οὐκ ἀνηῦρες, ἡνίκ’ ἐν κακῷ
1145 χειμῶνος εἴχετ’, ἀλλ’ ὑφ’ εἵματος κρυφεὶς
πατεῖν πα
ρεῖχε τῷ θέλοντι ναυτίλων.
Οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα
σμικροῦ νέφους τάχ’ ἄν τις ἐκπνεύσας μέγας
χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.
1150 ΤΕΥ. Ἐγὼ δέ γ’ ἄνδρ’ ὄπωπα μωρίας πλέων,
ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
Κᾆτ’ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ
ὀργήν θ’ ὅμοιος εἶπε τοιοῦτον λόγον·
“Ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·
1155 εἰ γὰρ ποιήσεις, ἴσθι πημανούμενος”.
Τοιαῦτ’ ἄνολβον ἄνδρ’ ἐνουθέτει παρών.
Ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ,
οὐδείς ποτ’ ἄλλος ἢ σύ. Μῶν ᾐνιξάμην;
ΜΕ. Ἄπειμι· καὶ γὰρ αἰσχρόν, εἰ πύθοιτό τις,
1160 λόγοις κολάζειν ᾧ βιάζεσθαι παρῇ.
ΤΕΥ. Ἄφερπέ νυν· κἀμοὶ γὰρ αἴσχιστον κλύειν
ἀνδρὸς ματαίου φλαῦρ’ ἔπη μυθουμένου.
ΧΟ. Ἔσται μεγάλης ἔριδός τις ἀγών.
Ἀλλ’ ὡς δύνασαι, Τεῦκρε, ταχύνας
1165 σπεῦσον κοίλην κάπετόν τιν’ ἰδεῖν
τῷδ’, ἔνθα βροτοῖς τὸν ἀείμνηστον
τάφον εὐρώεντα καθέξει.
ΤΕΥ. Καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίοι