Delphi Complete Works of Sophocles

Home > Fiction > Delphi Complete Works of Sophocles > Page 46
Delphi Complete Works of Sophocles Page 46

by Sophocles


  κακοῖσιν, εἴ τις τοῦδ’ ἀφειδήσοι πόνου.

   415 Χρόνον τάδ’ ἦν τοσοῦτον, ἔστ’ ἐν αἰθέρι

  μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος

  καὶ καῦμ’ ἔθαλπε· καὶ τότ’ ἐξαίφνης χθονὸς

  τυφὼς ἀείρας σκηπτόν, οὐράνιον ἄχος,

  πίμπλησι πεδίον πᾶσαν αἰκίζων φόβην

   420 ὕλης πεδιάδος, ἐν δ’ ἐμεστώθη μέγας

  αἰθήρ· μύσαντες δ’ εἴχομεν θείαν νόσον.

  Καὶ τοῦδ’ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ,

  ἡ παῖς ὁρᾶται κἀνακωκύει πικρᾶς

  ὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆς

   425 εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος·

  οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν,

  γόοισιν ἐξῴμωξεν, ἐκ δ’ ἀρὰς κακὰς

  ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις.

  Καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν,

   430 ἔκ τ’ εὐκροτήτου χαλκέας ἄρδην πρόχου

  χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.

  Χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν

  θηρώμεθ’ εὐθὺς οὐδὲν ἐκπεπληγμένην,

  καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν

   435 πράξεις· ἄπαρνος δ’ οὐδενὸς καθίστατο,

  ἅμ’ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα.

  Τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι

  ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν

  ἀλγεινόν· ἀλλὰ πάντα ταῦθ’ ἥσσω λαβεῖν

   440 ἐμοὶ πέφυκεν τῆς ἐμῆς σωτηρίας.

  ΚΡ. Σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα,

  φῄς, ἢ καταρνῇ μὴ δεδρακέναι τάδε;

  ΑΝ. Καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.

  ΚΡ. Σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾗ θέλεις

   445 ἔξω βαρείας αἰτίας ἐλεύθερον·

  σὺ δ’ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως,

  ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;

  ΑΝ. Ἤιδη· τί δ’ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.

  ΚΡ. Καὶ δῆτ’ ἐτόλμας τούσδ’ ὑπερβαίνειν νόμους;

   450 ΑΝ. Οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,

  οὐδ’ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη·

  οὐ τούσδ’ ἐν ἀνθρώποισιν ὥρισαν νόμους·

  οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ

  κηρύγμαθ’ ὥστ’ ἄγραπτα κἀσφαλῆ θεῶν

   455 νόμιμα δύνασθαι θνητὸν ὄνθ’ ὑπερδραμεῖν.

  Οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ’ ἀεί ποτε

  ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ‘φάνη.

  Τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς

  φρόνημα δείσασ’, ἐν θεοῖσι τὴν δίκην

   460 δώσειν· θανουμένη γὰρ ἐξῄδη - τί δ’ οὔ; -

  κεἰ μὴ σὺ προὐκήρυξας. Εἰ δὲ τοῦ χρόνου

  πρόσθεν θανοῦμαι, κέρδος αὔτ’ ἐγὼ λέγω·

  ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς

  ζῇ, πῶς ὅδ’ οὐχὶ κατθανὼν κέρδος φέρει;

   465 Οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν

  παρ’ οὐδὲν ἄλγος· ἀλλ’ ἄν, εἰ τὸν ἐξ ἐμῆς

  μητρὸς θανόντ’ ἄθαπτον ἠνσχόμην νέκυν,

  κείνοις ἂν ἤλγουν· τοῖσδε δ’ οὐκ ἀλγύνομαι.

  Σοὶ δ’ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,

   470 σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.

  ΧΟ. Δηλοῖ τὸ γέννημ’ ὠμὸν ἐξ ὠμοῦ πατρὸς

  τῆς παιδός· εἴκειν δ’ οὐκ ἐπίσταται κακοῖς.

  ΚΡ. Ἀλλ’ ἴσθι τοι τὰ σκλήρ’ ἄγαν φρονήματα

  πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον

   475 σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ

  θραυσθέντα καὶ ῥαγέντα πλεῖστ’ ἂν εἰσίδοις.

  Σμικρῷ χαλινῷ δ’ οἶδα τοὺς θυμουμένους

  ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει

  φρονεῖν μέγ’ ὅστις δοῦλός ἐστι τῶν πέλας.

   480 Αὕτη δ’ ὑβρίζειν μὲν τότ’ ἐξηπίστατο

  νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·

  ὕβρις δ’, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,

  τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.

  Ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δ’ ἀνήρ,

   485 εἰ ταῦτ’ ἀνατὶ τῇδε κείσεται κράτη.

  Ἀλλ’ εἴτ’ ἀδελφῆς εἴθ’ ὁμαιμονεστέρα

  τοῦ παντὸς ἡμῖν Ζηνὸς Ἑρκείου κυρεῖ,

  αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον

  μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον

   490 ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου.

  Καί νιν καλεῖτ’· ἔσω γὰρ εἶδον ἀρτίως

  λυσσῶσαν αὐτὴν οὐδ’ ἐπήβολον φρενῶν.

  Φιλεῖ δ’ ὁ θυμὸς πρόσθεν ᾑρῆσθαι κλοπεὺς

  τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων.

   495 Μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις

  ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.

  ΑΝ. Θέλεις τι μεῖζον ἢ κατακτεῖναί μ’ ἑλών;

  ΚΡ. Ἐγὼ μὲν οὐδέν· τοῦτ’ ἔχων ἅπαντ’ ἔχω.

  ΑΝ. Τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων

   500 ἀρεστὸν οὐδέν, μηδ’ ἀρεσθείη ποτέ·

  οὕτω δὲ καὶ σοὶ τἄμ’ ἀφανδάνοντ’ ἔφυ.

  Καίτοι πόθεν κλέος γ’ ἂν εὐκλεέστερον

  κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ

  τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν

   505 λέγοιτ’ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄσοι φόβος.

  Ἀλλ
’ ἡ τυραννὶς πολλά τ’ ἄλλ’ εὐδαιμονεῖ

  κἄξεστιν αὐτῇ δρᾶν λέγειν θ’ ἃ βούλεται.

  ΚΡ. Σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.

  ΑΝ. Ὁρῶσι χοὖτοι· σοὶ δ’ ὑπίλλουσι στόμα.

   510 ΚΡ. Σὺ δ’ οὐκ ἐπαιδῇ, τῶνδε χωρὶς εἰ φρονεῖς;

  ΑΝ. Οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.

  ΚΡ. Οὔκουν ὅμαιμος χὠ καταντίον θανών;

  ΑΝ. Ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.

  ΚΡ. Πῶς δῆτ’ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;

   515 ΑΝ. Οὐ μαρτυρήσει ταῦθ’ ὁ κατθανὼν νέκυς.

  ΚΡ. Εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.

  ΑΝ. Οὐ γάρ τι δοῦλος. ἀλλ’ ἀδελφὸς ὤλετο.

  ΚΡ. Πορθῶν δὲ τήνδε γῆν· ὁ δ’ ἀντιστὰς ὕπερ.

  ΑΝ. Ὅμως ὅ γ’ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.

   520 ΚΡ. Ἀλλ’ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος.

  ΑΝ. Τίς οἶδεν εἰ κάτω ‘στὶν εὐαγῆ τάδε;

  ΚΡ. Οὔτοι ποθ’ οὑχθρός, οὐδ’ ὅταν θάνῃ, φίλος.

  ΑΝ. Οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.

  ΚΡ. Κάτω νυν ἐλθοῦσ’, εἰ φιλητέον, φίλει

   525 κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.

  ΧΟ. Καὶ μὴν πρὸ πυλῶν ἥδ’ Ἰσμήνη,

  φιλάδελφα κάτω δάκρυ’ εἰβομένη·

  νεφέλη δ’ ὀφρύων ὕπερ αἱματόεν

  ῥέθος αἰσχύνει,

   530 τέγγουσ’ εὐῶπα παρειάν.

  ΚΡ. Σὺ δ’, ἣ κατ’ οἴκους ὡς ἔχιδν’ ὑφειμένη

  λήθουσά μ’ ἐξέπινες, οὐδ’ ἐμάνθανον

  τρέφων δύ’ ἄτα κἀπαναστάσεις θρόνων,

  φέρ’, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου

   535 φήσεις μετασχεῖν, ἢ ‘ξομῇ τὸ μὴ εἰδέναι;

  ΙΣ. Δέδρακα τοὔργον, εἴπερ ἥδ’ ὁμορροθεῖ,

  καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.

  ΑΝ. Ἀλλ’ οὐκ ἐάσει τοῦτό γ’ ἡ Δίκη σ’, ἐπεὶ

  οὔτ’ ἠθέλησας οὔτ’ ἐγὼ ‘κοινωσάμην.

   540 ΙΣ. Ἀλλ’ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι

  ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.

  ΑΝ. Ὧν τοὔργον Ἅιδης χοἰ κάτω ξυνίστορες·

  λόγοις δ’ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.

  ΙΣ. Μήτοι, κασιγνήτη, μ’ ἀτιμάσῃς τὸ μὴ οὐ

   545 θανεῖν τε σὺν σοὶ τὸν θανόντα θ’ ἁγνίσαι.

  ΑΝ. Μή μοι θάνῃς σὺ κοινά, μηδ’ ἃ μὴ ‘θιγες

  ποιοῦ σεαυτῆς· ἀρκέσω θνῄσκουσ’ ἐγώ.

  ΙΣ. Καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;

  ΑΝ. Κρέοντ’ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.

   550 ΙΣ. Τί ταῦτ’ ἀνιᾷς μ’ οὐδὲν ὠφελουμένη;

  ΑΝ. Ἀλγοῦσα μὲν δῆτ’, εἰ γέλωτ’ ἐν σοὶ γελῶ.

  ΙΣ. Τί δῆτ’ ἂν ἀλλὰ νῦν σ’ ἔτ’ ὠφελοῖμ’ ἐγώ;

  ΑΝ. Σῶσον σεαυτήν· οὐ φθονῶ σ’ ὑπεκφυγεῖν.

  ΙΣ. Οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;

   555 ΑΝ. Σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν.

  ΙΣ. Ἀλλ’ οὐκ ἐπ’ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις.

  ΑΝ. Καλῶς σὺ μὲν τοῖς, τοῖς δ’ ἐγὼ ‘δόκουν φρονεῖν.

  ΙΣ. Καὶ μὴν ἴση νῷν ἐστιν ἡ ‘ξαμαρτία.

  ΑΝ. Θάρσει· σὺ μὲν ζῇς, ἡ δ’ ἐμὴ ψυχὴ πάλαι

   560 τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν.

  ΚΡ. Τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως

  ἄνουν πεφάνθαι, τὴν δ’ ἀφ’ οὗ τὰ πρῶτ’ ἔφυ.

  ΙΣ. Οὐ γάρ ποτ’, ὦναξ, οὐδ’ ὃς ἂν βλάστῃ μένει

  νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ’ ἐξίσταται.

   565 ΚΡ. Σοὶ γοῦν, ὅθ’ εἵλου σὺν κακοῖς πράσσειν κακά.

  ΙΣ. Τί γὰρ μόνῃ μοι τῆσδ’ ἄτερ βιώσιμον;

  ΚΡ. Ἀλλ’ “ἥδε” μέντοι μὴ λέγ’· οὐ γὰρ ἔστ’ ἔτι.

  ΙΣ. Ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου;

  ΚΡ. Ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι.

   570 ΙΣ. Οὐχ ὥς γ’ ἐκείνῳ τῇδέ τ’ ἦν ἡρμοσμένα.

  ΚΡ. Κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ.

  ΙΣ. Ὦ φίλταθ’ Αἵμων, ὥς σ’ ἀτιμάζει πατήρ.

  ΚΡ. Ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος.

  ΧΟ. Ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον;

   575 ΚΡ. Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἐμοί.

  ΧΟ. Δεδογμέν’, ὡς ἔοικε, τήνδε κατθανεῖν.

  ΚΡ. Καὶ σοί γε κἀμοί. Μὴ τριβὰς ἔτ’, ἀλλά νιν

  κομίζετ’ εἴσω, δμῶες· ἐκδέτας δὲ χρὴ

  γυναῖκας εἶναι τάσδε μηδ’ ἀνειμένας.

   580 Φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας

  ἤδη τὸν ᾅδην εἰσορῶσι τοῦ βίου.

  ΧΟ. Εὐδαίμονες οἷσι κακῶν ἄγευστος αἰών·          Str. 1 .

  οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄτας

   585 οὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον·

  ὅμοιον ὥστε ποντίας

  οἶδμα, δυσπνόοις ὅταν

  Θρῄσσῃσιν ἔρεβος ὕφαλον ἐπιδράμῃ πνοαῖς,

   590 κυλίνδει βυσσόθεν

  κελαινὰν θῖνα καὶ δυσάνεμοι

  στόνῳ βρέμουσιν ἀντιπλῆγες ἀκταί.

  Ἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαι      Ant. 1 .

   595 πήματα φθιμένων ἐπὶ πήμασι πίπτοντ’,

  οὐδ’ ἀπαλλάσσει γενεὰν γένος, ἀλλ’ ἐρείπει

  θεῶν τις, οὐδ’ ἔχει λύσιν.

  Νῦν γὰρ ἐσχάτας ὅπερ

   600 ῥίζας
ἐτέτατο φάος ἐν Οἰδίπου δόμοις,

  κατ’ αὖ νιν φοινία

  θεῶν τῶν νερτέρων ἀμᾷ κόνις,

  λόγου τ’ ἄνοια καὶ φρενῶν Ἐρινύς.

  Τεάν, Ζεῦ, δύναμιν τίς ἀνδρῶν ὑπερβασία κατάσχοι,    Str. 2 .

   606 τὰν οὔθ’ ὕπνος αἱρεῖ ποθ’ ὁ πάντα κηλῶν,

  οὔτε θεῶν ἄκμητοι

  μῆνες, ἀγήρως δὲ χρόνῳ δυνάστας

  κατέχεις Ὀλύμπου

   610 μαρμαρόεσσαν αἴγλαν.

  Τό τ’ ἔπειτα καὶ τὸ μέλλον

  καὶ τὸ πρὶν ἐπαρκέσει

  νόμος ὅδ’· οὐδὲν ἕρπει

  θνατῶν βιότῳ πάμπολύ γ’ ἐκτὸς ἄτας.

   615 Ἁ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν,       Ant. 2 .

  πολλοῖς δ’ ἀπάτα κουφονόων ἐρώτων·

  εἰδότι δ’ οὐδὲν ἕρπει,

  πρὶν πυρὶ θερμῷ πόδα τις προσαύσῃ.

   620 Σοφίᾳ γὰρ ἔκ του

  κλεινὸν ἔπος πέφανται·

  τὸ κακὸν δοκεῖν ποτ’ ἐσθλὸν

  τῷδ’ ἔμμεν, ὅτῳ φρένας

  θεὸς ἄγει πρὸς ἄταν·

   625 πράσσει δ’ ὀλιγοστὸν χρόνον ἐκτὸς ἄτας.

 

‹ Prev