by Sophocles
οὐκ ἂν μεθεῖτο, πρὶν καθ’ ἡδονὴν κλύειν.
Οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ
ξύνεστιν· ὄψει δ’ αὐτὸν αὐτίκ’ ἐμφανῆ.
200 ΔΗ. Ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶν’ ἔχεις,
ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.
Φωνήσατ’, ὦ γυναῖκες, αἵ τ’ εἴσω στέγης
αἵ τ’ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμ’ ἐμοὶ
φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.
205 ΧΟ. Ἀνολολύξεται δόμος ἐφεστίοι-
σιν ἀλαλαῖς ὁ μελλόνυμ-
φος, ἐν δὲ κοινὸς ἀρσένων
ἴτω κλαγγὰ τὸν εὐφαρέτραν
210 Ἀπόλλω προστάταν· ὁμοῦ δὲ
παιᾶνα, παιᾶν’ ἀνάγετ’, ὦ παρθένοι,
βοᾶτε τὰν ὁμόσπορον
Ἄρτεμιν Ὀρτυγίαν,
ἐλαφαβόλον, ἀμφίπυρον,
215 γείτονάς τε Νύμφας.
Ἀείρομ’ οὐδ’ ἀπώσομαι
τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός.
Ἰδού μ’ ἀναταράσσει
‹εὐοῖ› εὐοῖ μ’
220 ὁ κισσὸς ἄρτι βακχίαν
ὑποστρέφων ἅμιλλαν.
Ἰὼ ἰὼ Παιάν· ἴδ’, ὦ φίλα γύναι.
τάδ’ ἀντίπρῳρα δή σοι
βλέπειν πάρεστ’ ἐναργῆ.
225 ΔΗ. Ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μ’ ὄμματος
φρουρὰ παρῆλθε τόνδε μὴ λεύσσειν στόλον·
χαίρειν δὲ τὸν κήρυκα προὐννέπω, χρόνῳ
πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.
ΛΙΧΑΣ
Ἀλλ’ εὖ μὲν ἵγμεθ’, εὖ δὲ προσφωνούμεθα,
230 γύναι, κατ’ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς
πράσσοντ’ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.
ΔΗ. Ὦ φίλτατ’ ἀνδρῶν, πρῶθ’ ἃ πρῶτα βούλομαι
δίδαξον, εἰ ζῶνθ’ Ἡρακλέα προσδέξομαι.
ΛΙ. Ἔγωγέ τοί σφ’ ἔλειπον ἰσχύοντά τε
235 καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν.
ΔΗ. Ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε.
ΛΙ. Ἀκτή τις ἔστ’ Εὐβοιίς, ἔνθ’ ὁρίζεται
βωμοὺς τέλη τ’ ἔγκαρπα Κηναίῳ Διί.
ΔΗ. Εὐκταῖα φαίνων ἢ ‘πὸ μαντείας τινός;
240 ΛΙ. Εὐχαῖς, ὅθ’ ᾕρει τῶνδ’ ἀνάστατον δορὶ
χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.
ΔΗ. Αὗται δέ, πρὸς θεῶν, τοῦ ποτ’ εἰσὶ καὶ τίνες;
οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.
ΛΙ. Ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν
245 ἐξείλεθ’ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν.
ΔΗ. Ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον
χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;
ΛΙ. Οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον
κατείχεθ’, ὥς φησ’ αὐτός, οὐκ ἐλεύθερος,
250 ἀλλ’ ἐμποληθείς· τοῦ λόγου δ’ οὐ χρὴ φθόνον,
γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.
Κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ
ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει,
χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν
255 ὥσθ’ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν
ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους
ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.
Κοὐχ ἡλίωσε τοὔπος, ἀλλ’ ὅθ’ ἁγνὸς ἦν,
στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν
260 τὴν Εὐρυτείαν· τόνδε γὰρ μεταίτιον
μόνον βροτῶν ἔφασκε τοῦδ’ εἶναι πάθους·
ὃς αὐτὸν ἐλθόντ’ ἐς δόμους ἐφέστιον,
ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις
ἐπερρόθησε, πολλὰ δ’ ἀτηρᾷ φρενί,
265 λέγων χεροῖν μὲν ὡς ἄφυκτ’ ἔχων βέλη
τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,
φώνει δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου
ῥαίοιτο· δείπνοις δ’ ἡνίκ’ ἦν ᾠνωμένος,
ἔρριψεν ἐκτὸς αὐτόν. Ὧν ἔχων χόλον,
270 ὡς ἵκετ’ αὖθις Ἴφιτος Τιρυνθίαν
πρὸς κλιτὺν ἵππους νομάδας ἐξιχνοσκοπῶν,
τότ’ ἄλλοσ’ αὐτὸν ὄμμα, θἀτέρᾳ δὲ νοῦν
ἔχοντ’, ἀπ’ ἄκρας ἦκε πυργώδους πλακός.
Ἔργου δ’ ἕκατι τοῦδε μηνίσας ἄναξ,
275 ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος,
πρατόν νιν ἐξέπεμψεν, οὐδ’ ἠνέσχετο
ὁθούνεκ’ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ
ἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο,
Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ·
280 ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες.
Κεῖνοι δ’ ὑπερχλίοντες ἐκ γλώσσης κακῆς,
αὐτοὶ μὲν Ἅιδου πάντες εἴσ’ οἰκήτορες,
πόλις δὲ δούλη· τάσδε δ’ ἅσπερ εἰσορᾷς
ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον
285 χωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸς
ἐφεῖτ’, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.
Αὐτὸν δ’ ἐκεῖνον, εὖτ’ ἂν ἁγνὰ θύματα
ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,
φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγου
290 πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν.
ΧΟ. Ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ,
τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.
ΔΗ. Πῶς δ’ οὐκ ἐγὼ χαίροιμ’ ἄν, ἀνδρὸς εὐτυχῆ
κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρεν�
��;
295 πολλή ‘στ’ ἀνάγκη τῇδε τοῦτο συντρέχειν.
Ὅμως δ’ ἔνεστι τοῖσιν εὖ σκοπουμένοις
ταρβεῖν τὸν εὖ πράσσοντα μὴ σφαλῇ ποτε.
Ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι,
ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης
300 χώρας ἀοίκους ἀπάτοράς τ’ ἀλωμένας,
αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως
ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.
Ὦ Ζεῦ Τροπαῖε, μή ποτ’ εἰσίδοιμί σε
πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,
305 μηδ’, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι·
οὕτως ἐγὼ δέδοικα τάσδ’ ὁρωμένη.
Ὦ δυστάλαινα, τίς ποτ’ εἶ νεανίδων;
ἄνανδρος, ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσιν
πάντων ἄπειρος τῶνδε, γενναία δέ τις.
310 Λίχα, τίνος ποτ’ ἐστὶν ἡ ξένη βροτῶν;
τίς ἡ τεκοῦσα, τίς δ’ ὁ φιτύσας πατήρ;
ἔξειπ’· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα
βλέπουσ’, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.
ΛΙ. Τί δ’ οἶδ’ ἐγώ; τί δ’ ἄν με καὶ κρίνοις; ἴσως
315 γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις.
ΔΗ. Μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;
ΛΙ. Οὐκ οἶδα· καὶ γὰρ οὐδ’ ἀνιστόρουν μακράν.
ΔΗ. Οὐδ’ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;
ΛΙ. Ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.
320 ΔΗ. Εἴπ’, ὦ τάλαιν’, ἀλλ’ ἡμὶν ἐκ σαυτῆς· ἐπεὶ
καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γ’ ἥτις εἶ.
ΛΙ. Οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου
χρόνῳ διοίσει γλῶσσαν, ἥτις οὐδαμὰ
προὔφηνεν οὔτε μείζον’ οὔτ’ ἐλάσσονα,
325 ἀλλ’ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος
δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν
διήνεμον λέλοιπεν. Ἡ δέ τοι τύχη
κακὴ μὲν αὐτῇ γ’, ἀλλὰ συγγνώμην ἔχει.
ΔΗ. Ἡ δ’ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας
330 οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς
τοῖς οὖσι λύπην πρός γ’ ἐμοῦ διπλῆν λάβοι·
ἅλις γὰρ ἡ παροῦσα. Πρὸς δὲ δώματα
χωρῶμεν ἤδη πάντες, ὡς σύ θ’ οἷ θέλεις
σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.
335 ΑΓ. Αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασ’, ὅπως
μάθῃς ἄνευ τῶνδ’ οὕστινάς τ’ ἄγεις ἔσω,
ὧν τ’ οὐδὲν εἰσήκουσας ἐκμάθῃς γ’ ἃ δεῖ·
τούτων ἔχω γὰρ πάντ’ ἐπιστήμην ἐγώ.
ΔΗ. Τί δ’ ἐστί; τοῦ με τήνδ’ ἐφίστασαι βάσιν;
340 ΑΓ. Σταθεῖσ’ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάρος
μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.
ΔΗ. Πότερον ἐκείνους δῆτα δεῦρ’ αὖθις πάλιν
καλῶμεν, ἢ ‘μοὶ ταῖσδέ τ’ ἐξειπεῖν θέλεις;
ΑΓ. Σοὶ ταῖσδέ τ’ οὐδὲν εἴργεται, τούτους δ’ ἔα.
345 ΔΗ. Καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω.
ΑΓ. Ἁνὴρ ὅδ’ οὐδὲν ὧν ἔλεξεν ἀρτίως
φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλ’ ἢ νῦν κακός,
ἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.
ΔΗ. Τί φῄς; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς·
350 ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μ’ ἔχει.
ΑΓ. Τούτου λέγοντος τἀνδρὸς εἰσήκουσ’ ἐγώ,
πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης
ταύτης ἕκατι κεῖνος Εὔρυτόν θ’ ἕλοι
τήν θ’ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν
355 μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε,
οὐ τἀπὶ Λυδοῖς οὐδ’ ὑπ’ Ὀμφάλῃ πόνων
λατρεύματ’, οὐδ’ ὁ ῥιπτὸς Ἰφίτου μόρος,
ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.
Ἀλλ’ ἡνίκ’ οὐκ ἔπειθε τὸν φυτοσπόρον
360 τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος,
ἔγκλημα μικρὸν αἰτίαν θ’ ἑτοιμάσας,
ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ
τὸν Εὔρυτον τῶνδ’ εἶπε δεσπόζειν θρόνων,
κτείνει τ’ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν
365 ἔπερσε. Καί νιν, ὡς ὁρᾷς, ἥκει δόμους
ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι,
οὐδ’ ὥστε δούλην· μηδὲ προσδόκα τόδε·
οὐδ’ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ.
Ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,
370 δέσποιν’, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα.
Καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων
ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί,
ὥστ’ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα,
οὐχ ἥδομαι, τὸ δ’ ὀρθὸν ἐξείρηχ’ ὅμως.
375 ΔΗ. Οἴμοι τάλαινα, ποῦ ποτ’ εἰμὶ πράγματος;
τίν’ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον
λαθραῖον, ὤ, δύστηνος· ἆρ’ ἀνώνυμος
πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;
ΑΓ. Ἦ κάρτα λαμπρὰ καὶ κατ’ ὄνομα καὶ φύσιν,
380 πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ
Ἰόλη ‘καλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ
βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.
ΧΟ. Ὄλοιντο μή τι πάντες οἱ κακοί, τὰ δὲ
λαθραῖ’ ὃς ἀσκεῖ μὴ πρέποντ’ αὐτῷ κακά.
385 ΔΗ. Τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις
τοῖς ν�
�ν παροῦσιν ἐκπεπληγμένη κυρῶ.
ΧΟ. Πεύθου μολοῦσα τἀνδρός, ὡς τάχ’ ἂν σαφῆ
λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.
ΔΗ. Ἀλλ’ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.
390 ΑΓ. Ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν;
ΔΗ. Μίμν’, ὡς ὅδ’ ἁνὴρ οὐκ ἐμῶν ὑπ’ ἀγγέλων,
ἀλλ’ αὐτόκλητος ἐκ δόμων πορεύεται.
ΛΙ. Τί χρή, γύναι, μολόντα μ’ Ἡρακλεῖ λέγειν;
δίδαξον, ὡς ἕρποντος, εἰσορᾷς, ἐμοῦ.
395 ΔΗ. Ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν
ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.
ΛΙ. Ἀλλ’ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμ’ ἐγώ.
ΔΗ. Ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νεμεῖς;
ΛΙ. Ἴστω μέγας Ζεύς, ὧν γ’ ἂν ἐξειδὼς κυρῶ.
400 ΔΗ. Τίς ἡ γυνὴ δῆτ’ ἐστὶν ἣν ἥκεις ἄγων;
ΛΙ. Εὐβοιίς· ὧν δ’ ἔβλαστεν οὐκ ἔχω λέγειν.
ΑΓ. Οὗτος, βλέφ’ ὧδε. Πρὸς τίν’ ἐννέπειν δοκεῖς;
ΛΙ. Σὺ δ’ εἰς τί δή με τοῦτ’ ἐρωτήσας ἔχεις;
ΑΓ. Τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σ’ ἱστορῶ.
405 ΛΙ. Πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως
κόρην, δάμαρτά θ’ Ἡρακλέους, εἰ μὴ κυρῶ
λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν.