Delphi Complete Works of Sophocles

Home > Fiction > Delphi Complete Works of Sophocles > Page 55
Delphi Complete Works of Sophocles Page 55

by Sophocles

ἔοικεν ἡ τάλαινα διάβορος νόσος.

  1085 Ὦναξ Ἀΐδη, δέξαι μ’,

  ὦ Διὸς ἀκτίς, παῖσον·

  ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος,

  πάτερ, κεραυνοῦ. Δαίνυται γὰρ αὖ πάλιν,

  ἤνθηκεν, ἐξώρμηκεν. Ὦ χέρες, χέρες,

  1090 ὦ νῶτα καὶ στέρν’, ὦ φίλοι βραχίονες,

  ὑμεῖς ἐκεῖνοι δὴ καθέσταθ’ οἵ ποτε

  Νεμέας ἔνοικον, βουκόλων ἀλάστορα,

  λέοντ’, ἄπλατον θρέμμα κἀπροσήγορον,

  βίᾳ κατειργάσασθε, Λερναίαν θ’ ὕδραν,

  1095 διφυῆ τ’ ἄμικτον ἱπποβάμονα στρατὸν

  θηρῶν, ὑβριστήν, ἄνομον, ὑπέροχον βίαν,

  Ἐρυμάνθιόν τε θῆρα, τόν θ’ ὑπὸ χθονὸς

  Ἅιδου τρίκρανον σκύλακ’, ἀπρόσμαχον τέρας,

  δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέων

  1100 δράκοντα μήλων φύλακ’ ἐπ’ ἐσχάτοις τόποις·

  ἄλλων τε μόχθων μυρίων ἐγευσάμην,

  κοὐδεὶς τροπαῖ’ ἔστησε τῶν ἐμῶν χερῶν.

  Νῦν δ’ ὧδ’ ἄναρθρος καὶ κατερρακωμένος

  τυφλῆς ὑπ’ ἄτης ἐκπεπόρθημαι τάλας,

  1105 ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος,

  ὁ τοῦ κατ’ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος.

  Ἀλλ’ εὖ γέ τοι τόδ’ ἴστε, κἂν τὸ μηδὲν ὦ

  κἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδε

  χειρώσομαι κἀκ τῶνδε· προσμόλοι μόνον,

  1110 ἵν’ ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι

  καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτεισάμην.

  ΧΟ. Ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶ

  ἕξουσαν, ἀνδρὸς τοῦδέ γ’ εἰ σφαλήσεται.

  ΥΛ. Ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ,

  1115 σιγὴν παρασχών, κλῦθί μου νοσῶν ὅμως·

  αἰτήσομαι γάρ σ’ ὧν δίκαια τυγχάνειν.

  Δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνῃ

  θυμῷ δύσοργος· οὐ γὰρ ἂν γνοίης ἐν οἷς

  χαίρειν προθυμῇ κἀν ὅτοις ἀλγεῖς μάτην.

  1120 ΗΡ. Εἰπὼν ὃ χρῄζεις λῆξον· ὡς ἐγὼ νοσῶν

  οὐδὲν ξυνίημ’ ὧν σὺ ποικίλλεις πάλαι.

  ΥΛ. Τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷς

  νῦν ἐστιν οἷς θ’ ἥμαρτεν οὐχ ἑκουσία.

  ΗΡ. Ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ

  1125 τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ;

  ΥΛ. Ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν.

  ΗΡ. Οὐ δῆτα, τοῖς γε πρόσθεν ἡμαρτημένοις.

  ΥΛ. Ἀλλ’ οὐδὲ μὲν δὴ τοῖς γ’ ἐφ’ ἡμέραν ἐρεῖς.

  ΗΡ. Λέγ’, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς.

  1130 ΥΛ. Λέγω· τέθνηκεν ἀρτίως νεοσφαγής.

  ΗΡ. Πρὸς τοῦ; τέρας τοι διὰ κακῶν ἐθέσπισας.

  ΥΛ. Αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου.

  ΗΡ. Οἴμοι· πρὶν ὡς χρῆν σφ’ ἐξ ἐμῆς θανεῖν χερός;

  ΥΛ. Κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις.

  1135 ΗΡ. Δεινοῦ λόγου κατῆρξας· εἰπὲ δ’ ᾗ νοεῖς.

  ΥΛ. Ἅπαν τὸ χρῆμ’, ἥμαρτε χρηστὰ μωμένη.

  ΗΡ. Χρήστ’, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ;

  ΥΛ. Στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν

  ἀπήμπλαχ’, ὡς προσεῖδε τοὺς ἔνδον γάμους.

  1140 ΗΡ. Καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων;

  ΥΛ. Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν

  τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον.

  ΗΡ. Ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας·

  ὄλωλ’ ὄλωλα, φέγγος οὐκέτ’ ἔστι μοι.

  1145 Οἴμοι, φρονῶ δὴ ξυμφορᾶς ἵν’ ἕσταμεν.

  Ἴθ’, ὦ τέκνον· πατὴρ γὰρ οὐκέτ’ ἔστι σοι·

  κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων,

  κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸς

  μάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦ

  1150 φήμην πύθησθε θεσφάτων ὅσ’ οἶδ’ ἐγώ.

  ΥΛ. Ἀλλ’ οὔτε μήτηρ ἐνθάδ’, ἀλλ’ ἐπακτίᾳ

  Τίρυνθι συμβέβηκεν ὥστ’ ἔχειν ἕδραν,

  παίδων δὲ τοὺς μὲν ξυλλαβοῦσ’ αὐτὴ τρέφει

  τοὺς δ’ ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις·

  1155 ἡμεῖς δ’ ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ,

  πράσσειν, κλύοντες ἐξυπηρετήσομεν.

  ΗΡ. Σὺ δ’ οὖν ἄκουε τοὔργον· ἐξήκεις δ’ ἵνα

  φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλῇ.

  Ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι

  1160 πρὸς τῶν πνεόντων μηδενὸς θανεῖν ὕπο,

  ἀλλ’ ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι.

  Ὅδ’ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν

  πρόφαντον, οὕτω ζῶντά μ’ ἔκτεινεν θανών.

  Φανῶ δ’ ἐγὼ τούτοισι συμβαίνοντ’ ἴσα

  1165 μαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα,

  ἃ τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼ

  Σελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμην

  πρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός,

  ἥ μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦν

  1170 ἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶ

  λύσιν τελεῖσθαι· κἀδόκουν πράξειν καλῶς·

  τὸ δ’ ἦν ἄρ’ οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ·

  τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται.

  Ταῦτ’ οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον,

  1175 δεῖ σ’ αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχον,

  καὶ μὴ ‘πιμεῖναι τοὐμὸν
ὀξῦναι στόμα,

  ἀλλ’ αὐτὸν εἰκάθοντα συμπράσσειν, νόμον

  κάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί.

  ΥΛ. Ἀλλ’, ὦ πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιν

  1180 τοιάνδ’ ἐπελθών, πείσομαι δ’ ἅ σοι δοκεῖ.

  ΗΡ. Ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι.

  ΥΛ. Ὡς πρὸς τί πίστιν τήνδ’ ἄγαν ἐπιστρέφεις;

  ΗΡ. Οὐ θᾶσσον οἴσεις μηδ’ ἀπιστήσεις ἐμοί;

  ΥΛ. Ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται.

  1185 ΗΡ. Ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα -

  ΥΛ. Ἦ μὴν τί δράσειν; Καὶ τόδ’ ἐξειρήσεται;

  ΗΡ. Ἦ μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν.

  ΥΛ. Ὄμνυμ’ ἔγωγε, Ζῆν’ ἔχων ἐπώμοτον.

  ΗΡ. Εἰ δ’ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν.

  1190 ΥΛ. Οὐ μὴ λάβω, δράσω γάρ· εὔχομαι δ’ ὅμως.

  ΗΡ. Οἶσθ’ οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον;

  ΥΛ. Οἶδ’, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω.

  ΗΡ. Ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σε

  σῶμ’ αὐτόχειρα, καὶ ξὺν οἷς χρῄζεις φίλων,

  1195 πολλὴν μὲν ὕλην τῆς βαθυρρίζου δρυὸς

  κείραντα, πολλὸν δ’ ἄρσεν’ ἐκτεμόνθ’ ὁμοῦ

  ἄγριον ἔλαιον, σῶμα τοὐμὸν ἐμβαλεῖν,

  καὶ πευκίνης λαβόντα λαμπάδος σέλας

  πρῆσαι. Γόου δὲ μηδὲν εἰσίτω δάκρυ,

  1200 ἀλλ’ ἀστένακτος κἀδάκρυτος, εἴπερ εἶ

  τοῦδ’ ἀνδρός, ἔρξον· εἰ δὲ μή, μενῶ σ’ ἐγὼ

  καὶ νέρθεν ὢν ἀραῖος εἰσαεὶ βαρύς.

  ΥΛ. Οἴμοι, πάτερ, τί εἶπας; Οἷά μ’ εἴργασαι.

  ΗΡ. Ὁποῖα δραστέ’ ἐστίν· εἰ δὲ μή, πατρὸς

  1205 ἄλλου γενοῦ του μηδ’ ἐμὸς κληθῇς ἔτι.

  ΥΛ. Οἴμοι μάλ’ αὖθις, οἷά μ’ ἐκκαλῇ, πάτερ,

  φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν.

  ΗΡ. Οὐ δῆτ’ ἔγωγ’, ἀλλ’ ὧν ἔχω παιώνιον

  καὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν.

  1210 ΥΛ. Καὶ πῶς ὑπαίθων σῶμ’ ἂν ἰῴμην τὸ σόν;

  ΗΡ. Ἀλλ’ εἰ φοβῇ πρὸς τοῦτο, τἄλλα γ’ ἔργασαι.

  ΥΛ. Φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται.

  ΗΡ. Ἦ καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης;

  ΥΛ. Ὅσον γ’ ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν·

  1215 τὰ δ’ ἄλλα πράξω κοὐ καμῇ τοὐμὸν μέρος.

  ΗΡ. Ἀλλ’ ἀρκέσει καὶ ταῦτα· πρόσνειμαι δέ μοι

  χάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς.

  ΥΛ. Εἰ καὶ μακρὰ κάρτ’ ἐστίν, ἐργασθήσεται.

  ΗΡ. Τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον;

  1220 ΥΛ. Ἰόλην ἔλεξας, ὥς γ’ ἐπεικάζειν ἐμέ.

  ΗΡ. Ἔγνως. Τοσοῦτον δή σ’ ἐπισκήπτω, τέκνον·

  ταύτην, ἐμοῦ θανόντος, εἴπερ εὐσεβεῖν

  βούλει, πατρῴων ὁρκίων μεμνημένος,

  προσθοῦ δάμαρτα, μηδ’ ἀπιστήσῃς πατρί·

  1225 μηδ’ ἄλλος ἀνδρῶν τοῖς ἐμοῖς πλευροῖς ὁμοῦ

  κλιθεῖσαν αὐτὴν ἀντὶ σοῦ λάβοι ποτέ,

  ἀλλ’ αὐτός, ὦ παῖ, τοῦτο κήδευσον λέχος.

  Πείθου· τὸ γάρ τοι μεγάλα πιστεύσαντ’ ἐμοὶ

  σμικροῖς ἀπιστεῖν τὴν πάρος συγχεῖ χάριν.

  1230 ΥΛ. Οἴμοι. Τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν,

  τὸ δ’ ὧδ’ ὁρᾶν φρονοῦντα τίς ποτ’ ἂν φέροι;

  ΗΡ. Ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς.

  ΥΛ. Τίς γάρ ποθ’, ἥ μοι μητρὶ μὲν θανεῖν μόνη

  μεταίτιος σοί τ’ αὖθις ὡς ἔχεις ἔχειν,

  1235 τίς ταῦτ’ ἄν, ὅστις μὴ ‘ξ ἀλαστόρων νοσοῖ,

  ἕλοιτο; κρεῖσσον κἀμέ γ’, ὦ πάτερ, θανεῖν

  ἢ τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ.

  ΗΡ. Ἁνὴρ ὅδ’ ὡς ἔοικεν οὐ νεμεῖν ἐμοὶ

  φθίνοντι μοῖραν· ἀλλά τοι θεῶν ἀρὰ

  1240 μενεῖ σ’ ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις.

  ΥΛ. Οἴμοι, τάχ’, ὡς ἔοικας, ὡς νοσεῖς φράσεις.

  ΗΡ. Σὺ γάρ μ’ ἀπ’ εὐνασθέντος ἐκκινεῖς κακοῦ.

  ΥΛ. Δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω.

  ΗΡ. Οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν.

  1245 ΥΛ. Ἀλλ’ ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ;

  ΗΡ. Οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ.

  ΥΛ. Πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε;

  ΗΡ. Ἔγωγε· τούτων μάρτυρας καλῶ θεούς.

  ΥΛ. Τοιγὰρ ποήσω, κοὐκ ἀπώσομαι, τὸ σὸν

  1250 θεοῖσι δεικνὺς ἔργον· οὐ γὰρ ἄν ποτε

  κακὸς φανείην σοί γε πιστεύσας, πάτερ.

  ΗΡ. Καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν

  ταχεῖαν, ὦ παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖν

  σπαραγμὸν ἤ τιν’ οἶστρον, ἐς πυράν με θῇς.

  1255 Ἄγ’ ἐγκονεῖτ’, αἴρεσθε· παῦλά τοι κακῶν

  αὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη.

  ΥΛ. Ἀλλ’ οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε,

  ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ.

  ΗΡ. Ἄγε νυν, πρὶν τήνδ’ ἀνακινῆσαι

  1260 νόσον, ὦ ψυχὴ σκληρά, χάλυβος

  λιθοκόλλητον στόμιον παρέχουσ’,

  ἀνάπαυε βοήν, ὡς ἐπίχαρτον

  τελέουσ’ ἀεκούσιον ἔργον.

  ΥΛ. Αἴρετ’, ὀπαδοί, μεγάλην μὲν ἐμοὶ

  1265 τούτων θέμενοι συγγνωμοσύνην,

  μεγάλην δὲ θεῶν ἀγνωμοσύνην

  εἰδότες ἔργων τῶ
ν πρασσομένων,

  οἳ φύσαντες καὶ κλῃζόμενοι

  πατέρες τοιαῦτ’ ἐφορῶσι πάθη.

  1270 Τὰ μὲν οὖν μέλλοντ’ οὐδεὶς ἐφορᾷ,

  τὰ δὲ νῦν ἑστῶτ’ οἰκτρὰ μὲν ἡμῖν,

  αἰσχρὰ δ’ ἐκείνοις,

  χαλεπώτατα δ’ οὖν ἀνδρῶν πάντων

  τῷ τήνδ’ ἄτην ὑπέχοντι.

  1275 ΧΟ. Λείπου μηδὲ σύ, παρθέν’, ἀπ’ οἴκων,

  μεγάλους μὲν ἰδοῦσα νέους θανάτους,

  πολλὰ δὲ πήματα ‹καὶ› καινοπαθῆ·

  κοὐδὲν τούτων ὅ τι μὴ Ζεύς.

  Οιδίπους Τύραννος - OEDIPUS THE KING

  ΟΙΔΙΠΟΥΣ

  Ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,

  τίνας ποθ’ ἕδρας τάσδε μοι θοάζετε

  ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;

  Πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμει,

     5 ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·

  ἁγὼ δικαιῶν μὴ παρ’ ἀγγέλων, τέκνα,

  ἄλλων ἀκούειν αὐτὸς ὧδ’ ἐλήλυθα,

  ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.

  Ἀλλ’, ὦ γεραιέ, φράζ’, ἐπεὶ πρέπων ἔφυς

 

‹ Prev