by Sophocles
ΙΟ. Ἀλλ’ ὡς φανέν γε τοὔπος ὧδ’ ἐπίστασο,
κοὐκ ἔστιν αὐτῷ τοῦτό γ’ ἐκβαλεῖν πάλιν·
850 πόλις γὰρ ἤκουσ’, οὐκ ἐγὼ μόνη, τάδε.
Εἰ δ’ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,
οὔτοι ποτ’, ὦναξ, τόν γε Λαΐου φόνον
φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας
διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.
855 Καίτοι νιν οὐ κεῖνός γ’ ὁ δύστηνός ποτε
κατέκταν’, ἀλλ’ αὐτὸς πάροιθεν ὤλετο.
Ὥστ’ οὐχὶ μαντείας γ’ ἂν οὔτε τῇδ’ ἐγὼ
βλέψαιμ’ ἂν οὕνεκ’ οὔτε τῇδ’ ἂν ὕστερον.
ΟΙ. Καλῶς νομίζεις. Ἀλλ’ ὅμως τὸν ἐργάτην
860 πέμψον τινὰ στελοῦντα, μηδὲ τοῦτ’ ἀφῇς.
ΙΟ. Πέμψω ταχύνασ’· ἀλλ’ ἴωμεν ἐς δόμους·
οὐδὲν γὰρ ἂν πράξαιμ’ ἂν ὧν οὔ σοι φίλον.
ΧΟ. Εἴ μοι ξυνείη φέροντι μοῖρα τὰν Str. 1 .
εὔσεπτον ἁγνείαν λόγων
865 ἔργων τε πάντων, ὧν νόμοι πρόκεινται
ὑψίποδες, οὐρανίαν
δι’ αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος
πατὴρ μόνος, οὐδέ νιν
θνατὰ φύσις ἀνέρων
ἔτικτεν, οὐδὲ μήποτε λά-
870 θα κατακοιμάσῃ·
μέγας ἐν τούτοις θεός, οὐδὲ γηράσκει.
Ὕβρις φυτεύει τύραννον· ὕβρις, εἰ Ant. 1 .
πολλῶν ὑπερπλησθῇ μάταν
875 ἃ μὴ ‘πίκαιρα μηδὲ συμφέροντα,
ἀκρότατα γεῖσ’ ἀναβᾶσ’
‹ἄφαρ› ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν,
ἔνθ’ οὐ ποδὶ χρησίμῳ
χρῆται. Τὸ καλῶς δ’ ἔχον
πόλει πάλαισμα μήποτε λῦ-
880 σαι θεὸν αἰτοῦμαι·
θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων.
Εἰ δέ τις ὑπέροπτα χερ- Str. 2 .
σὶν ἢ λόγῳ πορεύεται,
885 Δίκας ἀφόβητος οὐδὲ
δαιμόνων ἕδη σέβων,
κακά νιν ἕλοιτο μοῖρα,
δυσπότμου χάριν χλιδᾶς,
εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως
890 καὶ τῶν ἀσέπτων ἔρξεται,
ἢ τῶν ἀθίκτων ἕξεται ματᾴζων.
Τίς ἔτι ποτ’ ἐν τοῖσδ’ ἀνὴρ θυμοῦ βέλη
εὔξεται ψυχᾶς ἀμύνειν;
895 Εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι,
τί δεῖ με χορεύειν;
Οὐκέτι τὸν ἄθικτον εἶ- Ant. 2 .
μι γᾶς ἐπ’ ὀμφαλὸν σέβων,
οὐδ’ ἐς τὸν Ἀβαῖσι ναόν,
οὐδὲ τὰν Ὀλυμπίαν,
900 εἰ μὴ τάδε χειρόδεικτα
πᾶσιν ἁρμόσει βροτοῖς.
Ἀλλ’, ὦ κρατύνων, εἴπερ ὄρθ’ ἀκούεις,
Ζεῦ, πάντ’ ἀνάσσων, μὴ λάθοι
905 σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν.
Φθίνοντα γὰρ ‹τοῦ παλαιοῦ› Λαΐου
θέσφατ’ ἐξαιροῦσιν ἤδη,
κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής·
910 ἔρρει δὲ τὰ θεῖα.
ΙΟ. Χώρας ἄνακτες, δόξα μοι παρεστάθη
ναοὺς ἱκέσθαι δαιμόνων, τάδ’ ἐν χεροῖν
στέφη λαβούσῃ κἀπιθυμιάματα.
Ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν
915 λύπαισι παντοίαισιν; οὐδ’ ὁποῖ’ ἀνὴρ
ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,
ἀλλ’ ἔστι τοῦ λέγοντος, ἢν φόβους λέγῃ.
Ὅτ’ οὖν παραινοῦσ’ οὐδὲν ἐς πλέον ποῶ,
πρὸς σ’, ὦ Λύκει’ Ἄπολλον, ἄγχιστος γὰρ εἶ,
920 ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν,
ὅπως λύσιν τιν’ ἡμὶν εὐαγῆ πόρῃς·
ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον
κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.
ΑΓΓΕΛΟΣ
Ἆρ’ ἂν παρ’ ὑμῶν, ὦ ξένοι, μάθοιμ’ ὅπου
925 τὰ τοῦ τυράννου δώματ’ ἐστὶν Οἰδίπου;
μάλιστα δ’ αὐτὸν εἴπατ’, εἰ κάτισθ’, ὅπου.
ΧΟ. Στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε·
γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.
ΑΓ. Ἀλλ’ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ
930 γένοιτ’, ἐκείνου γ’ οὖσα παντελὴς δάμαρ.
ΙΟ. Αὕτως δὲ καὶ σύ γ’, ὦ ξέν’· ἄξιος γὰρ εἶ
τῆς εὐεπείας οὕνεκ’. Ἀλλὰ φράζ’ ὅτου
χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων.
ΑΓ. Ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι.
935 ΙΟ. Τὰ ποῖα ταῦτα; παρὰ τίνος δ’ ἀφιγμένος;
ΑΓ. Ἐκ τῆς Κορίνθου. Τὸ δ’ ἔπος οὑξερῶ τάχα,
ἥδοιο μέν - πῶς δ’ οὐκ ἄν; - ἀσχάλλοις δ’ ἴσως.
ΙΟ. Τί δ’ ἔστι; ποίαν δύναμιν ὧδ’ ἔχει διπλῆν;
ΑΓ. Τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς
940 τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτ’ ἐκεῖ.
ΙΟ. Τί δ’; οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι;
ΑΓ. Οὐ δῆτ’, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει.
ΙΟ. Πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος;
ΑΓ. Εἰ δὲ μὴ
λέγω γ’ ἐγὼ τἀληθές, ἀξιῶ θανεῖν.
945 Ὦ πρόσπολ’, οὐχὶ δεσπότῃ τάδ’ ὡς τάχος
μολοῦσα λέξεις; Ὦ θεῶν μαντεύματα,
ἵν’ ἐστέ; Τοῦτον Οἰδίπους πάλαι τρέμων
τὸν ἄνδρ’ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε
πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδ�
� ὕπο.
950 ΟΙ. Ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα,
τί μ’ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;
ΙΟ. Ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων
τὰ σέμν’ ἵν’ ἥκει τοῦ θεοῦ μαντεύματα.
ΟΙ. Οὗτος δὲ τίς ποτ’ ἐστί, καὶ τί μοι λέγει;
955 ΙΟ. Ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν
ὡς οὐκέτ’ ὄντα Πόλυβον, ἀλλ’ ὀλωλότα.
ΟΙ. Τί φῄς, ξέν’; αὐτός μοι σὺ σημήνας γενοῦ.
ΑΓ. Εἰ τοῦτο πρῶτον δεῖ μ’ ἀπαγγεῖλαι σαφῶς,
εὖ ἴσθ’ ἐκεῖνον θανάσιμον βεβηκότα.
960 ΟΙ. Πότερα δόλοισιν; ἢ νόσου ξυναλλαγῇ;
ΑΓ. Σμικρὰ παλαιὰ σώματ’ εὐνάζει ῥοπή.
ΟΙ. Νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο.
ΑΓ. Καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.
ΟΙ. Φεῦ φεῦ, τί δῆτ’ ἄν, ὦ γύναι, σκοποῖτό τις
965 τὴν Πυθόμαντιν ἑστίαν, ἢ τοὺς ἄνω
κλάζοντας ὄρνις, ὧν ὑφηγητῶν ἐγὼ
κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν
κεύθει κάτω δὴ γῆς, ἐγὼ δ’ ὅδ’ ἐνθάδε
ἄψαυστος ἔγχους - εἴ τι μὴ τὠμῷ πόθῳ
970 κατέφθιθ’· οὕτω δ’ ἂν θανὼν εἴη ‘ξ ἐμοῦ.
Τὰ δ’ οὖν παρόντα συλλαβὼν θεσπίσματα
κεῖται παρ’ Ἅιδῃ Πόλυβος ἄξι’ οὐδενός.
ΙΟ. Οὔκουν ἐγώ σοι ταῦτα προὔλεγον πάλαι;
ΟΙ. Ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.
975 ΙΟ. Μὴ νῦν ἔτ’ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς.
ΟΙ. Καὶ πῶς τὸ μητρὸς λέκτρον οὐκ ὀκνεῖν με δεῖ;
ΙΟ. Τί δ’ ἂν φοβοῖτ’ ἄνθρωπος, ᾧ τὰ τῆς τύχης
κρατεῖ, πρόνοια δ’ ἐστὶν οὐδενὸς σαφής;
εἰκῇ κράτιστον ζῆν, ὅπως δύναιτό τις.
980 Σὺ δ’ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα·
πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν
μητρὶ ξυνηυνάσθησαν· ἀλλὰ ταῦθ’ ὅτῳ
παρ’ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.
ΟΙ. Καλῶς ἅπαντα ταῦτ’ ἂν ἐξείρητό σοι,
985 εἰ μὴ ‘κύρει ζῶσ’ ἡ τεκοῦσα· νῦν δ’ ἐπεὶ
ζῇ, πᾶσ’ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν.
ΙΟ. Καὶ μὴν μέγας ‹γ’› ὀφθαλμὸς οἱ πατρὸς τάφοι.
ΟΙ. Μέγας, ξυνίημ’· ἀλλὰ τῆς ζώσης φόβος.
ΑΓ. Ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθ’ ὕπερ;
990 ΟΙ. Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα.
ΑΓ. Τί δ’ ἔστ’ ἐκείνης ὑμὶν ἐς φόβον φέρον;
ΟΙ. Θεήλατον μάντευμα δεινόν, ὦ ξένε.
ΑΓ. Ἦ ῥητόν; ἢ οὐ‹χὶ› θεμιτὸν ἄλλον εἰδέναι;
ΟΙ. Μάλιστά γ’· εἶπε γάρ με Λοξίας ποτὲ
995 χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ, τό τε
πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.
Ὧν οὕνεχ’ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι
μακρὰν ἀπῳκεῖτ’· εὐτυχῶς μέν, ἀλλ’ ὅμως
τὰ τῶν τεκόντων ὄμμαθ’ ἥδιστον βλέπειν.
1000 ΑΓ. Ἦ γὰρ τάδ’ ὀκνῶν κεῖθεν ἦσθ’ ἀπόπτολις;
ΟΙ. Πατρός γε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.
ΑΓ. Τί δῆτ’ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σ’, ἄναξ,
ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην;
ΟΙ. Καὶ μὴν χάριν γ’ ἂν ἀξίαν λάβοις ἐμοῦ.
1005 ΑΓ. Καὶ μὴν μάλιστα τοῦτ’ ἀφικόμην, ὅπως
σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι.
ΟΙ. Ἀλλ’ οὔποτ’ εἶμι τοῖς φυτεύσασιν γ’ ὁμοῦ.
ΑΓ. Ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς.
ΟΙ. Πῶς, ὦ γεραιέ; πρὸς θεῶν, δίδασκέ με.
1010 ΑΓ. Εἰ τῶνδε φεύγεις οὕνεκ’ εἰς οἴκους μολεῖν -
ΟΙ. Ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής.
ΑΓ. Ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς;
ΟΙ. Τοῦτ’ αὐτό, πρέσβυ· τοῦτό μ’ εἰσαεὶ φοβεῖ.
ΑΓ. Ἆρ’ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων;
1015 ΟΙ. Πῶς δ’ οὐχί, παῖς γ’ εἰ τῶνδε γεννητῶν ἔφυν;
ΑΓ. Ὁθούνεκ’ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.
ΟΙ. Πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με;
ΑΓ. Οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλ’ ἴσον.
ΟΙ. Καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί;
1020 ΑΓ. Ἀλλ’ οὔ σ’ ἐγείνατ’ οὔτ’ ἐκεῖνος οὔτ’ ἐγώ.
ΟΙ. Ἀλλ’ ἀντὶ τοῦ δὴ παῖδά μ’ ὠνομάζετο;
ΑΓ. Δῶρόν ποτ’, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών.
ΟΙ. Κᾆθ’ ὧδ’ ἀπ’ ἄλλης χειρὸς ἔστερξεν μέγα;
ΑΓ. Ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισ’ ἀπαιδία.
1025 ΟΙ. Σὺ δ’ ἐμπολήσας, ἢ τυχών μ’ αὐτῷ δίδως;
ΑΓ. Εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.
ΟΙ. Ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους;
ΑΓ. Ἐνταῦθ’ ὀρείοις ποιμνίοις ἐπεστάτουν.
ΟΙ. Ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;
1030 ΑΓ. Σοῦ δ’, ὦ τέκνον, σωτήρ γε τῷ τότ’ ἐν χρόνῳ.
ΟΙ. Τί δ’ ἄλγος ἴσχοντ’ ἐν κακοῖς με λαμβάνεις;
ΑΓ. Ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά.
ΟΙ. Οἴμοι, τί τοῦτ’ ἀρχαῖον ἐννέπεις κακόν;
ΑΓ. Λύω σ’ ἔχοντα διατόρους ποδοῖν ἀκμάς.
1035 ΟΙ. Δεινόν γ’ ὄνειδος σπαργάνων ἀνειλόμην.
ΑΓ. Ὥστ’ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ.
Ο
Ι. Ὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός; φράσον.
ΑΓ. Οὐκ οἶδ’· ὁ δοὺς δὲ ταῦτ’ ἐμοῦ λῷον φρονεῖ.
ΟΙ. Ἦ γὰρ παρ’ ἄλλου μ’ ἔλαβες οὐδ’ αὐτὸς τυχών;
1040 ΑΓ. Οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι.
ΟΙ. Τίς οὗτος; ἦ κάτοισθα δηλῶσαι λόγῳ;
ΑΓ. Τῶν Λαΐου δήπου τις ὠνομάζετο.
ΟΙ. Ἦ τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ;
ΑΓ. Μάλιστα· τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ.
1045 ΟΙ. Ἦ κἄστ’ ἔτι ζῶν οὗτος, ὥστ’ ἰδεῖν ἐμέ;
ΑΓ. Ὑμεῖς γ’ ἄριστ’ εἰδεῖτ’ ἂν οὑπιχώριοι.
ΟΙ. Ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας,
ὅστις κάτοιδε τὸν βοτῆρ’ ὃν ἐννέπει,
εἴτ’ οὖν ἐπ’ ἀγρῶν εἴτε κἀνθάδ’ εἰσιδών;
1050 σημήναθ’, ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε.
ΧΟ. Οἶμαι μὲν οὐδέν’ ἄλλον ἢ τὸν ἐξ ἀγρῶν
ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν· ἀτὰρ
ἥδ’ ἂν τάδ’ οὐχ ἥκιστ’ ἂν Ἰοκάστη λέγοι.