Delphi Complete Works of Sophocles

Home > Fiction > Delphi Complete Works of Sophocles > Page 62
Delphi Complete Works of Sophocles Page 62

by Sophocles


  Οὗ δὴ κρεμαστὴν τὴν γυναῖκ’ ἐσείδομεν,

  πλεκταῖς ἐώραις ἐμπεπλεγμένην· ὁ δὲ

  1265 ὅπως ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας,

  χαλᾷ κρεμαστὴν ἀρτάνην· ἐπεὶ δὲ γῇ

  ἔκειθ’ ὁ τλήμων, δεινὰ δ’ ἦν τἀνθένδ’ ὁρᾶν.

  Ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους

  περόνας ἀπ’ αὐτῆς, αἷσιν ἐξεστέλλετο,

  1270 ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων,

  αὐδῶν τοιαῦθ’, ὁθούνεκ’ οὐκ ὄψοιντό νιν

  οὔθ’ οἷ’ ἔπασχεν οὔθ’ ὁποῖ’ ἔδρα κακά,

  ἀλλ’ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει

  ὀψοίαθ’, οὓς δ’ ἔχρῃζεν οὐ γνωσοίατο.

  1275 Τοιαῦτ’ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ

  ἤρασσ’ ἐπαίρων βλέφαρα· φοίνιαι δ’ ὁμοῦ

  γλῆναι γένει’ ἔτεγγον, οὐδ’ ἀνίεσαν

  φόνου μυδώσας σταγόνας, ἀλλ’ ὁμοῦ μέλας

  ὄμβρος χαλάζης αἵματός τ’ ἐτέγγετο.

  1280 Τάδ’ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου, κακά,

  ἀλλ’ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.

  Ὁ πρὶν παλαιὸς δ’ ὄλβος ἦν πάροιθε μὲν

  ὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ

  στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν

  1285 ὅσ’ ἐστὶ πάντων ὀνόματ’, οὐδέν ἐστ’ ἀπόν.

  ΧΟ. Νῦν δ’ ἔσθ’ ὁ τλήμων ἔν τινι σχολῇ κακοῦ;

  ΕΞ. Βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα

  τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον,

  τὸν μητρὸς - αὐδῶν ἀνόσι’ οὐδὲ ῥητά μοι,

  1290 ὡς ἐκ χθονὸς ῥίψων ἑαυτόν, οὐδ’ ἔτι

  μενῶν δόμοις ἀραῖος ὡς ἠράσατο.

  Ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος

  δεῖται· τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν.

  Δείξει δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδε

  1295 διοίγεται· θέαμα δ’ εἰσόψει τάχα

  τοιοῦτον οἷον καὶ στυγοῦντ’ ἐποικτίσαι.

  ΧΟ. Ὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις,

  ὦ δεινότατον πάντων ὅσ’ ἐγὼ

  προσέκυρσ’ ἤδη· τίς σ’, ὦ τλῆμον,

  1300 προσέβη μανία; τίς ὁ πηδήσας

  μείζονα δαίμων τῶν μακίστων

  πρὸς σῇ δυσδαίμονι μοίρᾳ;

  Φεῦ φεῦ, δύσταν’· ἀλλ’ οὐδ’ ἐσιδεῖν

  δύναμαί σε, θέλων πόλλ’ ἀνερέσθαι,

  1305 πολλὰ πυθέσθαι, πολλὰ δ’ ἀθρῆσαι·

  τοίαν φρίκην παρέχεις μοι.

  ΟΙ. Αἰαῖ, αἰαῖ, δύστανος ἐγώ,

  ποῖ γᾶς φέρομαι τλάμων; πᾶ μοι

  1310 φθογγὰ διαπωτᾶται φοράδην;

  ἰὼ δαῖμον, ἵν’ ἐξήλου.

  ΧΟ. Ἐς δεινὸν οὐδ’ ἀκουστὸν οὐδ’ ἐπόψιμον.

  ΟΙ. Ἰὼ σκότου           Str. 1 .

  νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον,

  1315 ἀδάματόν τε καὶ δυσούριστόν ‹μοι›.

  Οἴμοι,

  οἴμοι μάλ’ αὖθις· οἷον εἰσέδυ μ’ ἅμα

  κέντρων τε τῶνδ’ οἴστρημα καὶ μνήμη κακῶν.

  ΧΟ. Καὶ θαῦμά γ’ οὐδὲν ἐν τοσοῖσδε πήμασιν

  1320 διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά.

  ΟΙ. Ἰὼ φίλος,           Ant. 1 .

  σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ

  ὑπομένεις με τὸν τυφλὸν κηδεύων.

  Φεῦ φεῦ,

  1325 οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς,

  καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.

  ΧΟ. Ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς

  ὄψεις μαρᾶναι; τίς σ’ ἐπῆρε δαιμόνων;

  ΟΙ. Ἀπόλλων τάδ’ ἦν, Ἀπόλλων, φίλοι,           Str. 2 .

  1330 ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδ’ ἐμὰ πάθεα.

  Ἔπαισε δ’ αὐτόχειρ νιν οὔ-

  τις, ἀλλ’ ἐγὼ τλάμων.

  Τί γὰρ ἔδει μ’ ὁρᾶν,

  1335 ὅτῳ γ’ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ;

  ΧΟ. Ἦν ταῦθ’ ὅπωσπερ καὶ σὺ φής.

  ΟΙ. Τί δῆτ’ ἐμοὶ βλεπτὸν ἦν

  στερκτόν; ἢ προσήγορον

  ἔτ’ ἔστ’ ἀκούειν ἡδονᾷ, φίλοι;

  1340 Ἀπάγετ’ ἐκτόπιον ὅτι τάχιστά με,

  ἀπάγετ’, ὦ φίλοι, τὸν ὄλεθρον μέγαν,

  τὸν καταρατότατον,

  1345 ἔτι δὲ καὶ θεοῖς ἐχθρότατον βροτῶν.

  ΧΟ. Δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον,

  ὥς σ’ ἠθέλησα μηδαμὰ γνῶναί ποτ’ ἄν.

  ΟΙ. Ὄλοιθ’ ὅστις ἦν ὃς ἀγρίας πέδας           Ant. 2 .

  1350 νομάδος ἐπὶ πόας ἔλαβέ μ’ ἀπό τε φόνου

  ἔρυτο κἀνέσωσεν, οὐ-

  δὲν εἰς χάριν πράσσων.

  Τότε γὰρ ἂν θανὼν

  1355 οὐκ ἦν φίλοισιν οὐδ’ ἐμοὶ τοσόνδ’ ἄχος.

  ΧΟ. Θέλοντι κἀμοὶ τοῦτ’ ἂν ἦν.

  ΟΙ. Οὔκουν πατρός γ’ ἂν φονεὺς

  ἦλθον, οὐδὲ νυμφίος

  βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο.

  1360 Νῦν δ’ ἄθεος μέν εἰμ’, ἀνοσίων δὲ παῖς,

  ὁμογενὴς δ’ ἀφ’ ὧν αὐτὸς ἔφυν τάλας.

  Εἰ δέ τι πρεσβύτερον

  1365 ἔτι κακοῦ κακόν, τοῦτ’ ἔλαχ’ Οἰδίπους.

  ΧΟ. Οὐκ οἶδ’ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς.

  κρείσσων γὰρ ἦσθα μηκέτ’ ὢν ἢ ζῶν τυφλός.

  ΟΙ. Ὡς μὲν τάδ’ οὐχ ὧδ’ ἔστ’ ἄριστ’ εἰργασμένα,

  1370 μή μ’ ἐκδίδασκε, μηδὲ συμβούλευ’ ἔτι.

  Ἐγὼ γὰρ οὐκ οἶδ’ ὄμμα�
�ιν ποίοις βλέπων

  πατέρα ποτ’ ἂν προσεῖδον εἰς Ἅιδου μολών,

  οὐδ’ αὖ τάλαιναν μητέρ’, οἷν ἐμοὶ δυοῖν

  ἔργ’ ἐστὶ κρείσσον’ ἀγχόνης εἰργασμένα.

  1375 Ἀλλ’ ἡ τέκνων δῆτ’ ὄψις ἦν ἐφίμερος,

  βλαστοῦσ’ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;

  Οὐ δῆτα τοῖς γ’ ἐμοῖσιν ὀφθαλμοῖς ποτε·

  οὐδ’ ἄστυ γ’, οὐδὲ πύργος, οὐδὲ δαιμόνων

  ἀγάλμαθ’ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ

  1380 κάλλιστ’ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς

  ἀπεστέρησ’ ἐμαυτόν, αὐτὸς ἐννέπων

  ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν

  φανέντ’ ἄναγνον καὶ γένους τοῦ Λαΐου.

  Τοιάνδ’ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν

  1385 ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν;

  Ἥκιστά γ’· ἀλλ’ εἰ τῆς ἀκουούσης ἔτ’ ἦν

  πηγῆς δι’ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην

  τὸ μἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,

  ἵν’ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ

  1390 τὴν φροντίδ’ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ.

  Ἰὼ Κιθαιρών, τί μ’ ἐδέχου; τί μ’ οὐ λαβὼν

  ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε

  ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς;

  Ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια

  1395 λόγῳ παλαιὰ δώμαθ’, οἷον ἆρά με

  κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε·

  νῦν γὰρ κακός τ’ ὢν κἀκ κακῶν εὑρίσκομαι.

  Ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη,

  δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς,

  1400 αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο

  ἐπίετε πατρός, ἆρά μου μέμνησθ’ ὅτι

  οἷ’ ἔργα δράσας ὑμὶν εἶτα δεῦρ’ ἰὼν

  ὁποῖ’ ἔπρασσον αὖθις; Ὦ γάμοι, γάμοι,

  ἐφύσαθ’ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν

  1405 ἀνεῖτε ταὐτὸν σπέρμα, κἀπεδείξατε

  πατέρας, ἀδελφούς, παῖδας, αἷμ’ ἐμφύλιον,

  νύμφας γυναῖκας μητέρας τε, χὠπόσα

  αἴσχιστ’ ἐν ἀνθρώποισιν ἔργα γίγνεται.

  Ἀλλ’, οὐ γὰρ αὐδᾶν ἔσθ’ ἃ μηδὲ δρᾶν καλόν,

  1410 ὅπως τάχιστα, πρὸς θεῶν, ἔξω μέ που

  καλύψατ’, ἢ φονεύσατ’, ἢ θαλάσσιον

  ἐκρίψατ’, ἔνθα μήποτ’ εἰσόψεσθ’ ἔτι.

  Ἴτ’, ἀξιώσατ’ ἀνδρὸς ἀθλίου θιγεῖν·

  πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ

  1415 οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν.

  ΧΟ. Ἀλλ’ ὧν ἐπαιτεῖς ἐς δέον πάρεσθ’ ὅδε

  Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ

  χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ.

  ΟΙ. Οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδ’ ἔπος;

  1420 τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ

  πάρος πρὸς αὐτὸν πάντ’ ἐφεύρημαι κακός.

  ΚΡ. Οὔθ’ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα,

  οὔθ’ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν.

  Ἀλλ’ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθ’ ἔτι

  1425 γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα

  αἰδεῖσθ’ ἄνακτος Ἡλίου, τοιόνδ’ ἄγος

  ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ

  μήτ’ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται.

  Ἀλλ’ ὡς τάχιστ’ ἐς οἶκον ἐσκομίζετε·

  1430 τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθ’ ὁρᾶν

  μόνοις τ’ ἀκούειν εὐσεβῶς ἔχει κακά.

  ΟΙ. Πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μ’ ἀπέσπασας,

  ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρ’ ἐμέ,

  πιθοῦ τί μοι· πρὸς σοῦ γάρ, οὐδ’ ἐμοῦ, φράσω.

  1435 ΚΡ. Καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν;

  ΟΙ. Ῥῖψόν με γῆς ἐκ τῆσδ’ ὅσον τάχισθ’, ὅπου

  θνητῶν φανοῦμαι μηδενὸς προσήγορος.

  ΚΡ. Ἔδρασ’ ἄν, εὖ τοῦτ’ ἴσθ’, ἄν, εἰ μὴ τοῦ θεοῦ

  πρώτιστ’ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέον.

  1440 ΟΙ. Ἀλλ’ ἥ γ’ ἐκείνου πᾶσ’ ἐδηλώθη φάτις,

  τὸν πατροφόντην, τὸν ἀσεβῆ μ’ ἀπολλύναι.

  ΚΡ. Οὕτως ἐλέχθη ταῦθ’· ὅμως δ’, ἵν’ ἕσταμεν

  χρείας, ἄμεινον ἐκμαθεῖν τί δραστέον.

  ΟΙ. Οὕτως ἄρ’ ἀνδρὸς ἀθλίου πεύσεσθ’ ὕπερ;

  1445 ΚΡ. Καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις.

  ΟΙ. Καὶ σοί γ’ ἐπισκήπτω τε καὶ προστρέψομαι·

  τῆς μὲν κατ’ οἴκους αὐτὸς ὃν θέλεις τάφον

  θοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ·

  ἐμοῦ δὲ μήποτ’ ἀξιωθήτω τόδε

  1450 πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν·

  ἀλλ’ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται

  οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι

  πατήρ τ’ ἐθέσθην ζῶντε κύριον τάφον,

  ἵν’ ἐξ ἐκείνων οἵ μ’ ἀπωλλύτην, θάνω.

  1455 Καίτοι τοσοῦτόν γ’ οἶδα, μήτε μ’ ἂν νόσον

  μήτ’ ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε

  θνῄσκων ἐσώθην, μὴ ‘πί τῳ δεινῷ κακῷ.

  Ἀλλ’ ἡ μὲν ἡμῶν μοῖρ’ ὅποιπερ εἶσ’ ἴτω·

  παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,

  1460 προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ

  σπάνιν ποτὲ σχεῖν, ἔνθ’ ἂν ὦσι, τοῦ βίου·

  ταῖν δ’ ἀθλίαιν οἰκτραῖν τε πα
ρθένοιν ἐμαῖν,

  αἷν οὔποθ’ ἡμὴ χωρὶς ἐστάθη βορᾶς

  τράπεζ’ ἄνευ τοῦδ’ ἀνδρός, ἀλλ’ ὅσων ἐγὼ

  1465 ψαύοιμι, πάντων τῶνδ’ ἀεὶ μετειχέτην·

  αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν

  ψαῦσαί μ’ ἔασον κἀποκλαύσασθαι κακά.

  Ἴθ’, ὦναξ,

  ἴθ’, ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼν

  1470 δοκοῖμ’ ἔχειν σφᾶς, ὥσπερ ἡνίκ’ ἔβλεπον.

  Τί φημί;

  οὐ δὴ κλύω που, πρὸς θεῶν, τοῖν μοι φίλοιν

  δακρυρροούντοιν, καί μ’ ἐποικτίρας Κρέων

  ἔπεμψέ μοι τὰ φίλτατ’ ἐγγόνοιν ἐμοῖν;

  1475 λέγω τι;

  ΚΡ. Λέγεις· ἐγὼ γάρ εἰμ’ ὁ πορσύνας τάδε,

  γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σ’ εἶχεν πάλαι.

  ΟΙ. Ἀλλ’ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ

  δαίμων ἄμεινον ἢ ‘μὲ φρουρήσας τύχοι.

  1480 Ὦ τέκνα, ποῦ ποτ’ ἐστέ; δεῦρ’ ἴτ’, ἔλθετε

  ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,

  αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδ’ ὁρᾶν

  τὰ πρόσθε λαμπρὰ προὐξένησαν ὄμματα·

  ὃς ὑμίν, ὦ τέκν’, οὔθ’ ὁρῶν οὔθ’ ἱστορῶν,

  1485 πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην.

  Καὶ σφὼ δακρύω, προσβλέπειν γὰρ οὐ σθένω,

  νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,

 

‹ Prev