by Sophocles
οὕτως, ὡς κείνῳ δυστάνῳ,
τμητοῖς ὁλκοῖς ἐγκῦρσαι;
ΧΟ. Ἄσκοπος ἁ λώβα.
865 ΗΛ. Πῶς γὰρ οὔκ; εἰ ξένος
ἄτερ ἐμᾶν χερῶν - ΧΟ. Παπαῖ.
ΗΛ. κέκευθεν, οὔτε του τάφου ἀντιάσας
870 οὔτε γόων παρ’ ἡμῶν.
ΧΡ. Ὑφ’ ἡδονῆς τοι, φιλτάτη, διώκομαι
τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·
φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν
πάροιθεν εἶχες καὶ κατέστενες κακῶν.
875 ΗΛ. Πόθεν δ’ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων
ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστ’ ἰδεῖν;
ΧΡ. Πάρεστ’ Ὀρέστης ἡμίν, ἴσθι τοῦτ’ ἐμοῦ
κλύουσ’, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ.
ΗΛ. Ἀλλ’ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς
880 σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς;
ΧΡ. Μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλ’ οὐχ ὕβριν
λέγω τάδ’, ἀλλ’ ἐκεῖνον ὡς παρόντα νῷν.
ΗΛ. Οἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγον
τόνδ’ εἰσακούσασ’ ὧδε πιστεύεις ἄγαν;
885 ΧΡ. Ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ
σημεῖ’ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.
ΗΛ. Τίν’, ὦ τάλαιν’, ἰδοῦσα πίστιν; ἐς τί μοι
βλέψασα θάλπῃ τῷδ’ ἀνηκέστῳ πυρί;
ΧΡ. Πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου
890 τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μώραν λέγῃς.
ΗΛ. Σὺ δ’ οὖν λέγ’, εἴ σοι τῷ λόγῳ τις ἡδονή.
ΧΡ. Καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.
Ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,
ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους
895 πηγὰς γάλακτος, καὶ περιστεφῆ κύκλῳ
πάντων ὅσ’ ἔστιν ἀνθέων θήκην πατρός·
ἰδοῦσα δ’ ἔσχον θαῦμα, καὶ περισκοπῶ
μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.
Ὡς δ’ ἐν γαλήνῃ πάντ’ ἐδερκόμην τόπον,
900 τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δ’ ὁρῶ
πυρᾶς νεώρη βόστρυχον τετμημένον·
κεὐθὺς τάλαιν’ ὡς εἶδον, ἐμπαίει τί μοι
ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν
πάντων Ὀρέστου τοῦθ’ ὁρᾶν τεκμήριον·
905 καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ,
χαρᾷ δὲ πίμπλημ’ εὐθὺς ὄμμα δακρύων.
Καὶ νῦν θ’ ὁμοίως καὶ τότ’ ἐξεπίσταμαι
μή του τόδ’ ἀγλάϊσμα πλὴν κείνου μολεῖν·
τῷ γὰρ προσήκει πλήν γ’ ἐμοῦ καὶ σοῦ τόδε;
910 Κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτ’ ἐπίσταμαι,
οὐδ’ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺς
ἔξεστ’ ἀκλαύτῳ τῆσδ’ ἀποστῆναι στέγης·
ἄλλ’ οὐδὲ μὲν δὴ μητρὸς οὔθ’ ὁ νοῦς φιλεῖ
τοιαῦτα πράσσειν οὔτε δρῶσ’ ἐλάνθανεν·
915 ἀλλ’ ἔστ’ Ὀρέστου ταῦτα τἀπιτίμια.
Ἀλλ’, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοι
οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ·
νῷν ἦν τὰ πρόσθε στυγνός; ἡ δὲ νῦν ἴσως
πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.
920 ΗΛ. Φεῦ τῆς ἀνοίας, ὥς σ’ ἐποικτίρω πάλαι.
ΧΡ. Τί δ’ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε;
ΗΛ. Οὐκ οἶσθ’ ὅποι γῆς οὐδ’ ὅποι γνώμης φέρῃ.
ΧΡ. Πῶς δ’ οὐκ ἐγὼ κάτοιδ’ ἅ γ’ εἶδον ἐμφανῶς;
ΗΛ. Τέθνηκεν, ὦ τάλαινα· τἀκείνου δέ σοι
925 σωτήρι’ ἔρρει· μηδὲν ἐς κεῖνόν γ’ ὅρα.
ΧΡ. Οἴμοι τάλαινα· τοῦ τάδ’ ἤκουσας βροτῶν;
ΗΛ. Τοῦ πλησίον παρόντος ἡνίκ’ ὤλλυτο.
ΧΡ. Καὶ ποῦ ‘στιν οὗτος; θαῦμά τοί μ’ ὑπέρχεται.
ΗΛ. Κατ’ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής.
930 ΧΡ. Οἴμοι τάλαινα· τοῦ γὰρ ἀνθρώπων ποτ’ ἦν
τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα;
ΗΛ. Οἶμαι μάλιστ’ ἔγωγε τοῦ τεθνηκότος
μνημεῖ’ Ὀρέστου ταῦτα προσθεῖναί τινα.
ΧΡ. Ὢ δυστυχής· ἐγὼ δὲ σὺν χαρᾷ λόγους
935 τοιούσδ’ ἔχουσ’ ἔσπευδον, οὐκ εἰδυῖ’ ἄρα
ἵν’ ἦμεν ἄτης· ἀλλὰ νῦν, ὅθ’ ἱκόμην,
τά τ’ ὄντα πρόσθεν ἄλλα θ’ εὑρίσκω κακά.
ΗΛ. Οὕτως ἔχει σοι ταῦτ’· ἐὰν δέ μοι πίθῃ,
τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος.
940 ΧΡ. Ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ;
ΗΛ. Οὐκ ἔσθ’ ὅ γ’ εἶπον· οὐ γὰρ ὧδ’ ἄφρων ἔφυν.
ΧΡ. Τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος;
ΗΛ. Τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω.
ΧΡ. Ἀλλ’ εἴ τις ὠφέλειά γ’, οὐκ ἀπώσομαι.
945 ΗΛ. Ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ.
ΧΡ. Ὁρῶ· ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω.
ΗΛ. Ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν.
Παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων
ὡς οὔτις ἡμῖν ἐστιν, ἀλλ’ Ἅιδης λαβὼν
950 ἀπεστέρηκε καὶ μόνα λελείμμεθον·
ἐγὼ δ’, ἕως μὲν τὸν κασίγνητον βίῳ
θάλλοντ’ ἔτ’ εἰσήκουον, εἶχον ἐλπίδας
φόνου ποτ’ αὐτὸν πράκτορ’ ἵξεσθαι πατρός·
νῦν δ’, ἡνίκ’ οὐκέτ’ ἔστιν, εἰς σὲ δὴ βλέπω,
955 ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου
ξὺν τῇδ’ ἀδελφῇ μ�
� κατοκνήσεις κτανεῖν,
Αἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μ’ ἔτι.
Ποῖ γὰρ μενεῖς ῥᾴθυμος ἐς τίν’ ἐλπίδων
βλέψασ’ ἔτ’ ὀρθήν; ᾗ πάρεστι μὲν στένειν
960 πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ,
πάρεστι δ’ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου
ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.
Καὶ τῶνδε μέντοι μηκέτ’ ἐλπίσῃς ὅπως
τεύξῃ ποτ’· οὐ γὰρ ὧδ’ ἄβουλός ἐστ’ ἀνὴρ
965 Αἴγισθος, ὥστε σόν ποτ’ ἢ κἀμὸν γένος
βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.
Ἀλλ’ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν,
πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω
θανόντος οἴσῃ τοῦ κασιγνήτου θ’ ἅμα·
970 ἔπειτα δ’, ὥσπερ ἐξέφυς, ἐλευθέρα
καλῇ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων
τεύξῃ· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.
Λόγῳ γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην
σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσ’ ἐμοί;
975 Τίς γάρ ποτ’ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν
τοιοῖσδ’ ἐπαίνοις οὐχὶ δεξιώσεται;
“Ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,
ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην,
ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτέ,
980 ψυχῆς ἀφειδήσαντε, προὐστήτην φόνου·
τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν·
τώδ’ ἔν θ’ ἑορταῖς ἔν τε πανδήμῳ πόλει
τιμᾶν ἅπαντας οὕνεκ’ ἀνδρείας χρεών.”
Τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν,
985 ζώσαιν θανούσαιν θ’ ὥστε μὴ ‘κλιπεῖν κλέος.
Ἀλλ’, ὦ φίλη, πείσθητι, συμπόνει πατρί,
σύγκαμν’ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ,
παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσ’ ὅτι
ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.
990 ΧΟ. Ἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθία
καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος.
ΧΡ. Καὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶν
ἐτύγχαν’ αὕτη μὴ κακῶν, ἐσῴζετ’ ἂν
τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται.
995 Ποῖ γάρ ποτ’ ἐμβλέψασα τοιοῦτον θράσος
αὐτή θ’ ὁπλίζῃ κἄμ’ ὑπηρετεῖν καλεῖς;
Οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδ’ ἀνὴρ ἔφυς,
σθένεις δ’ ἔλασσον τῶν ἐναντίων χερί.
Δαίμων δὲ τοῖς μὲν εὐτυχὴς καθ’ ἡμέραν,
1000 ἡμῖν δ’ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται.
Τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν
ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;
Ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ
κτησώμεθ’, εἴ τις τούσδ’ ἀκούσεται λόγους.
1005 Λύει γὰρ ἡμᾶς οὐδὲν οὐδ’ ἐπωφελεῖ
βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν·
οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλ’ ὅταν θανεῖν
χρῄζων τις εἶτα μηδὲ τοῦτ’ ἔχῃ λαβεῖν.
Ἀλλ’ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν
1010 ἡμᾶς τ’ ὀλέσθαι κἀξερημῶσαι γένος,
κατάσχες ὀργήν. Καὶ τὰ μὲν λελεγμένα
ἄρρητ’ ἐγώ σοι κἀτελῆ φυλάξομαι,
αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ,
σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν.
1015 ΧΟ. Πείθου· προνοίας οὐδὲν ἀνθρώποις ἔφυ
κέρδος λαβεῖν ἄμεινον, οὐδὲ νοῦ σοφοῦ.
ΗΛ. Ἀπροσδόκητον οὐδὲν εἴρηκας· καλῶς δ’
ᾔδειν σ’ ἀπορρίψουσαν ἁπηγγελλόμην.
Ἀλλ’ αὐτόχειρί μοι μόνῃ τε δραστέον
1020 τοὔργον τόδ’· οὐ γὰρ δὴ κενόν γ’ ἀφήσομεν.
ΧΡ. Φεῦ·
εἴθ’ ὤφελες τοιάδε τὴν γνώμην πατρὸς
θνῄσκοντος εἶναι· πάντα γ’ ἂν κατειργάσω.
ΗΛ. Ἀλλ’ ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε.
ΧΡ. Ἄσκει τοιαύτη νοῦν δι’ αἰῶνος μένειν.
1025 ΗΛ. Ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε.
ΧΡ. Εἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς.
ΗΛ. Ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ.
ΧΡ. Ἀνέξομαι κλύουσα χὤταν ‹μ’› εὖ λέγῃς.
ΗΛ. Ἀλλ’ οὔ ποτ’ ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε.
1030 ΧΡ. Μακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος.
ΗΛ. Ἄπελθε· σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι.
ΧΡ. Ἔνεστιν· ἀλλὰ σοὶ μάθησις οὐ πάρα.
ΗΛ. Ἐλθοῦσα μητρὶ ταῦτα πάντ’ ἔξειπε σῇ.
ΧΡ. Οὐδ’ αὖ τοσοῦτον ἔχθος ἐχθαίρω σ’ ἐγώ.
1035 ΗΛ. Ἀλλ’ οὖν ἐπίστω γ’ οἷ μ’ ἀτιμίας ἄγεις.
ΧΡ. Ἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ.
ΗΛ. Τῷ σῷ δικαίῳ δῆτ’ ἐπισπέσθαι με δεῖ;
ΧΡ. Ὅταν γὰρ εὖ φρονῇς, τόθ’ ἡγήσῃ σὺ νῷν.
ΗΛ. Ἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν.
1040 ΧΡ. Εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ.
ΗΛ. Τί δ’; οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν;
ΧΡ. Ἀλλ’ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει.
ΗΛ. Τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι.
ΧΡ. Ἀλλ’ εἰ ποήσεις ταῦτ’, ἐπαινέσεις ἐμέ.
1045 ΗΛ. Καὶ μὴν ποήσω γ’, οὐδὲν ἐκπλαγεῖσά σε.
ΧΡ. Καὶ τοῦτ’ ἀληθές, οὐδὲ βουλεύσῃ πάλιν;
ΗΛ. Βουλῆς γὰρ
οὐδέν ἐστιν ἔχθιον κακῆς.
ΧΡ. Φρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω.
ΗΛ. Πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι.
1050 ΧΡ. Ἄπειμι τοίνυν· οὔτε γὰρ σὺ τἄμ’ ἔπη
τολμᾷς ἐπαινεῖν οὔτ’ ἐγὼ τοὺς σοὺς τρόπους.
ΗΛ. Ἀλλ’ εἴσιθ’· οὔ σοι μὴ μεθέψομαί ποτε,
οὐδ’ ἢν σφόδρ’ ἱμείρουσα τυγχάνῃς· ἐπεὶ
πολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά.
1055 ΧΡ. Ἀλλ’ εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τι
φρονεῖν, φρόνει τοιαῦθ’· ὅταν γὰρ ἐν κακοῖς
ἤδη βεβήκῃς, τἄμ’ ἐπαινέσεις ἔπη.
ΧΟ. Τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰω- Str. 1 .
νοὺς ἐσορώμενοι τροφᾶς
1060 κηδομένους ἀφ’ ὧν τε βλά-
στωσιν ἀφ’ ὧν τ’ ὄνασιν εὕ-
ρωσι, τάδ’ οὐκ ἐπ’ ἴσας τελοῦμεν;
Ἀλλ’ οὐ τὰν Διὸς ἀστραπὰν
καὶ τὰν οὐρανίαν Θέμιν,
1065 δαρὸν οὐκ ἀπόνητοι.
Ὦ χθονία βροτοῖσι Φά-
μα, κατά μοι βόασον οἰκ-
τρὰν ὄπα τοῖς ἔνερθ’ Ἀτρεί-
δαις, ἀχόρευτα φέρουσ’ ὀνείδη·