by Sophocles
ΟΙ. Ὅτ’ οὐκέτ’ εἰμί, τηνικαῦτ’ ἄρ’ εἴμ’ ἀνήρ;
ΙΣ. Νῦν γὰρ θεοί σ’ ὀρθοῦσι, πρόσθε δ’ ὤλλυσαν.
395 ΟΙ. Γέροντα δ’ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ.
ΙΣ. Καὶ μὴν Κρέοντά γ’ ἴσθι σοι τούτων χάριν
ἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου.
ΟΙ. Ὅπως τί δράσῃ, θύγατερ; ἐρμήνευέ μοι.
ΙΣ. Ὥς σ’ ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως
400 κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ ‘μβαίνῃς ὅρων.
ΟΙ. Ἡ δ’ ὠφέλησις τίς θύρασι κειμένου;
ΙΣ. Κείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς.
ΟΙ. Κἄνευ θεοῦ τις τοῦτό γ’ ἂν γνώμῃ μάθοι.
ΙΣ. Τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας
405 χώρας θέλουσι, μηδ’ ἵν’ ἂν σαυτοῦ κρατοῖς.
ΟΙ. Ἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει;
ΙΣ. Ἀλλ’ οὐκ ἐᾷ τοὔμφυλον αἷμά σ’, ὦ πάτερ.
ΟΙ. Οὐκ ἆρ’ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε.
ΙΣ. Ἔσται ποτ’ ἆρα τοῦτο Καδμείοις βάρος.
410 ΟΙ. Ποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς;
ΙΣ. Τῆς σῆς ὑπ’ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις.
ΟΙ. Ἃ δ’ ἐννέπεις κλύουσα τοῦ λέγεις, τέκνον;
ΙΣ. Ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφ’ ἑστίας.
ΟΙ. Καὶ ταῦτ’ ἐφ’ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ;
415 ΙΣ. Ὡς φασὶν οἱ μολόντες εἰς Θήβης πέδον.
ΟΙ. Παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε;
ΙΣ. Ἄμφω γ’ ὁμοίως, κἀξεπίστασθον καλῶς.
ΟΙ. Κᾆθ’ οἱ κάκιστοι τῶνδ’ ἀκούσαντες πάρος
τοὐμοῦ πόθου προὔθεντο τὴν τυραννίδα;
420 ΙΣ. Ἀλγῶ κλύουσα ταῦτ’ ἐγώ, φέρω δ’ ὅμως.
ΟΙ. Ἀλλ’ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην
ἔριν κατασβέσειαν, ἐν δ’ ἐμοὶ τέλος
αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι,
ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ·
425 ὡς οὔτ’ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει
μείνειεν, οὔτ’ ἂν οὑξεληλυθὼς πάλιν
ἔλθοι ποτ’ αὖθις· οἵ γε τὸν φύσαντ’ ἐμὲ
οὕτως ἀτίμως πατρίδος ἐξωθούμενον
οὐκ ἔσχον οὐδ’ ἤμυναν, ἀλλ’ ἀνάστατος
430 αὐτοῖν ἐπέμφθην κἀξεκηρύχθην φυγάς.
Εἴποις ἂν ὡς θέλοντι τοῦτ’ ἐμοὶ τότε
πόλις τὸ δῶρον εἰκότως κατῄνεσεν.
Οὐ δῆτ’, ἐπεί τοι τὴν μὲν αὐτίχ’ ἡμέραν,
ὁπηνίκ’ ἔζει θυμὸς, ἥδιστον δέ μοι
435 τὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις,
οὐδεὶς ἐρῶντος τοῦδ’ ἐφαίνετ’ ὠφελῶν·
χρόνῳ δ’, ὅτ’ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων,
κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι
μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων,
440 τὸ τηνίκ’ ἤδη τοῦτο μὲν πόλις βίᾳ
ἤλαυνέ μ’ ἐκ γῆς χρόνιον, οἱ δ’ ἐπωφελεῖν,
οἱ τοῦ πατρὸς τῷ πατρὶ δυνάμενοι τὸ δρᾶν
οὐκ ἠθέλησαν, ἀλλ’ ἔπους μικροῦ χάριν
φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί.
445 Ἐκ ταῖνδε δ’ οὔσαιν παρθένοιν, ὅσον φύσις
δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου
καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν·
τὼ δ’ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους
καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός.
450 Ἀλλ’ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου,
οὔτε σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ
ὄνησις ἥξει· τοῦτ’ ἐγᾦδα, τῆσδέ τε
μαντεῖ’ ἀκούων, συννοῶν τε τἀξ ἐμοῦ
παλαίφαθ’ ἅ μοι Φοῖβος ἤνυσέν ποτε.
455 Πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ
μαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει·
ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέλητέ μου
σὺν ταῖσδε ταῖς σεμναῖσι δημούχοις θεαῖς
ἀλκὴν ποεῖσθαι, τῇδε μὲν πόλει μέγαν
460 σωτῆρ’ ἀρεῖσθε, τοῖς δ’ ἐμοῖς ἐχθροῖς πόνους.
ΧΟ. Ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι,
αὐτός τε παῖδές θ’ αἵδ’· ἐπεὶ δὲ τῆσδε γῆς
σωτῆρα σαυτὸν τῷδ’ ἐπεμβάλλεις λόγῳ,
παραινέσαι σοι βούλομαι τὰ σύμφορα.
465 ΟΙ. Ὦ φίλταθ’, ὡς νῦν πᾶν τελοῦντι προξένει.
ΧΟ. Θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφ’ ἃς
τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον.
ΟΙ. Τρόποισι ποίοις; ὦ ξένοι, διδάσκετε.
ΧΟ. Πρῶτον μὲν ἱρὰς ἐξ ἀειρύτου χοὰς
470 κρήνης ἐνεγκοῦ δι’ ὁσίων χειρῶν θιγών.
ΟΙ. Ὅταν δὲ τοῦτο χεῦμ’ ἀκήρατον λάβω;
ΧΟ. Κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη,
ὧν κρᾶτ’ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους.
ΟΙ. Θαλλοῖσιν, ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ;
475 ΧΟ. Οἰός ‹γε› νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών.
ΟΙ. Εἶεν· τὸ δ’ ἔνθεν ποῖ τελευτῆσαί με χρή;
ΧΟ. Χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω.
ΟΙ. Ἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε;
ΧΟ. Τρισσάς γε πηγάς· τὸν τελευταῖον δ’ ὅλον.
480 ΟΙ. Τοῦ τόνδε πλήσας θῶ; δίδασκε καὶ τόδε.
ΧΟ. Ὕδατος, μελίσσης· μηδὲ προσφέρειν μέθυ.
ΟΙ. Ὅταν δὲ τούτων γῆ μελά
μφυλλος τύχῃ;
ΧΟ. Τρὶς ἐννέ’ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν
τιθεὶς ἐλαίας, τάσδ’ ἐπεύχεσθαι λιτάς -
485 ΟΙ. Τούτων ἀκοῦσαι βούλομαι· μέγιστα γάρ.
ΧΟ. Ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν
στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον
αἰτοῦ σύ τ’ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ,
ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν·
490 ἔπειτ’ ἀφέρπειν ἄστροφος. Καὶ ταῦτά σοι
δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ,
ἄλλως δὲ δειναίνοιμ’ ἄν, ὦ ξέν’, ἀμφὶ σοί.
ΟΙ. Ὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων;
ΙΣ. Ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν.
495 ΟΙ. Ἐμοὶ μὲν οὐχ ὁδωτά· λείπομαι γὰρ ἐν
τῷ μὴ δύνασθαι μήθ’ ὁρᾶν, δυοῖν κακοῖν·
σφῷν δ’ ἁτέρα μολοῦσα πραξάτω τάδε.
Ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίαν
ψυχὴν τάδ’ ἐκτίνουσαν, ἢν εὔνους παρῇ.
500 Ἀλλ’ ἐν τάχει τι πράσσετον· μόνον δέ με
μὴ λείπετ’· οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμας
ἔρημον ἕρπειν οὐδ’ ὑφηγητοῦ δίχα.
ΙΣ. Ἀλλ’ εἶμ’ ἐγὼ τελοῦσα· τὸν τόπον δ’ ἵνα
χρἤσταί μ’ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν.
505 ΧΟ. Τοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδ’. Ἢν δέ του
σπάνιν τιν’ ἴσχῃς, ἔστ’ ἔποικος ὃς φράσει.
ΙΣ. Χωροῖμ’ ἂν ἐς τόδ’· Ἀντιγόνη, σὺ δ’ ἐνθάδε
φύλασσε πατέρα τόνδε· τοῖς τεκοῦσι γὰρ
οὐδ’ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.
510 ΧΟ. Δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη Str. 1 .
κακόν, ὦ ξεῖν’, ἐπεγείρειν·
ὅμως δ’ ἔραμαί ‹τι› πυθέσθαι -
ΟΙ. Τί τοῦτο;
ΧΟ. τᾶς δειλαίας ἀπόρου φανείσας
ἀλγηδόνος, ᾇ ξυνέστας.
515 ΟΙ. Μὴ πρὸς ξενίας ἀνοίξῃς
τᾶς σᾶς· γέγον’ ἔργ’ ἀναιδῆ.
ΧΟ. Τό τοι πολὺ καὶ μηδαμὰ λῆγον
χρῄζω, ξεῖν’, ὀρθὸν ἄκουσμ’ ἀκοῦσαι.
ΟΙ. Ὤμοι.
ΧΟ. Στέρξον, ἱκετεύω.
520 ΟΙ. Φεῦ φεῦ.
ΧΟ. Πείθου· κἀγὼ γὰρ ὅσον σὺ προσχρῄζεις.
ΟΙ. Ἤνεγκον κακότατ’, ὦ ξένοι, ἤνεγκ’ Ant. 1 .
ἀέκων μέν, θεὸς ἴστω·
τούτων δ’ αὐθαίρετον οὐδέν.
ΧΟ. Ἀλλ’ ἐς τί;
525 ΟΙ. Κακᾷ μ’ εὐνᾷ πόλις οὐδὲν ἴδρις
γάμων ἐνέδησεν ἄτᾳ.
ΧΟ. Ἦ ματρόθεν, ὡς ἀκούω,
δυσώνυμα λέκτρ’ ἐπλήσω;
ΟΙ. Ὤμοι, θάνατος μὲν τάδ’ ἀκούειν,
530 ὦ ξεῖν’· αὗται δὲ δύ’ ἐξ ἐμοῦ ‹μὲν› -
ΧΟ. Πῶς φῄς;
ΟΙ. παῖδε, δύο δ’ ἄτα -
ΧΟ. Ὦ Ζεῦ.
ΟΙ. ματρὸς κοινᾶς ἀπέβλαστον ὠδῖνος.
ΧΟ. Σαί τἄρ’ ἀπόγονοί τ’ εἰσὶ καὶ - Str. 2 .
535 ΟΙ. Κοιναί γε πατρὸς ἀδελφεαί.
ΧΟ. Ἰώ.
ΟΙ. Ἰὼ δῆτα μυρίων γ’ ἐπιστροφαὶ κακῶν.
ΧΟ. Ἔπαθες -
ΟΙ. Ἔπαθον ἄλαστ’ ἔχειν.
ΧΟ. Ἔρεξας -
ΟΙ. Οὐκ ἔρεξα.
ΧΟ. Τί γάρ;
ΟΙ. Ἐδεξάμην
540 δῶρον ὃ μήποτ’ ἐγὼ ταλακάρδιος
ἐπωφελήσας πόλεος ἐξελέσθαι.
ΧΟ. Δύστανε, τί γάρ; ἔθου φόνον - Ant. 2 .
ΟΙ. Τί τοῦτο; τί δ’ ἐθέλεις μαθεῖν;
ΧΟ. πατρός;
ΟΙ. Παπαῖ, δευτέραν ἔπαισας, ἐπὶ νόσῳ νόσον.
545 ΧΟ. Ἔκανες -
ΟΙ. Ἔκανον. Ἔχει δέ μοι -
ΧΟ. Τί τοῦτο;
ΟΙ. πρὸς δίκας τι.
ΧΟ. Τί γάρ;
ΟΙ. Ἐγὼ φράσω·
καὶ γὰρ ἄνους ἐφόνευσα καὶ ὤλεσα·
νόμῳ δὲ καθαρός, ἄϊδρις ἐς τόδ’ ἦλθον.
ΧΟ. Καὶ μὴν ἄναξ ὅδ’ ἡμὶν Αἰγέως γόνος
550 Θησεὺς κατ’ ὀμφὴν σὴν ἀποσταλεὶς πάρα.
ΘΗΣΕΥΣ
Πολλῶν ἀκούων ἔν τε τῷ πάρος χρόνῳ
τὰς αἱματηρὰς ὀμμάτων διαφθορὰς
ἔγνωκά σ’, ὦ παῖ Λαΐου, τανῦν θ’ ὁδοῖς
ἐν ταῖσδ’ ἀκούων μᾶλλον ἐξεπίσταμαι.
555 Σκευή τε γάρ σε καὶ τὸ δύστηνον κάρα
δηλοῦτον ἡμῖν ὄνθ’ ὃς εἶ, καί σ’ οἰκτίσας
θέλω ‘περέσθαι, δύσμορ’ Οἰδίπου, τίνα
πόλεως ἐπέστης προστροπὴν ἐμοῦ τ’ ἔχων.
αὐτός τε χἠ σὴ δύσμορος παραστάτις.
560 Δίδασκε· δεινὴν γάρ τιν’ ἂν πρᾶξιν τύχοις
λέξας ὁποίας ἐξαφισταίμην ἐγώ,
ὃς οἶδα καὐτὸς ὡς ἐπαιδεύθην ξένος,
ὥσπερ σύ, χὤς τις πλεῖστ’ ἀνὴρ ἐπὶ ξένης
ἤθλησα κινδυνεύματ’ ἐν τὠμῷ κάρᾳ·
565 ὥστε ξένον γ’ ἂν οὐδέν’ ὄνθ’, ὥσπερ σὺ νῦν,
ὑπεκτραποίμην μὴ οὐ συνεκσῴζειν· ἐπεὶ
ἔξοιδ’ ἀνὴρ ὢν χὤτι τῆς ἐς αὔριον
οὐδὲν πλέον μοι σοῦ μέτεστιν ἡμέρας.
ΟΙ. Θησεῦ, τὸ σὸν γενναῖον ἐν σμικρῷ λόγῳ
570 παρῆκεν ὥστε βραχέ’ ἐμοὶ δεῖσθαι φράσαι·
σὺ γάρ μ’ ὅς εἰμι κἀφ’ ὅτου πατρὸς γεγὼς
καὶ γῆς ὁποίας ἦλθον, εἰρηκὼς κυρεῖς·
ὥστ’ ἐστί μοι τ�
�� λοιπὸν οὐδὲν ἄλλο πλὴν
εἰπεῖν ἃ χρῄζω, χὠ λόγος διοίχεται.
575 ΘΗ. Τοῦτ’ αὐτὸ νῦν δίδασχ’, ὅπως ἂν ἐκμάθω.
ΟΙ. Δώσων ἱκάνω τοὐμὸν ἄθλιον δέμας
σοὶ δῶρον, οὐ σπουδαῖον εἰς ὄψιν· τὰ δὲ
κέρδη παρ’ αὐτοῦ κρείσσον’ ἢ μορφὴ καλή.
ΘΗ. Ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων;
580 ΟΙ. Χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που.
ΘΗ. Ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται;
ΟΙ. Ὅταν θάνω ‘γὼ καὶ σύ μου ταφεὺς γένῃ.
ΘΗ. Τὰ λοίσθι’ αἰτῇ τοῦ βίου, τὰ δ’ ἐν μέσῳ
ἢ λῆστιν ἴσχεις ἢ δι’ οὐδενὸς ποιῇ.
585 ΟΙ. Ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται.
ΘΗ. Ἀλλ’ ἐν βραχεῖ δὴ τήνδε μ’ ἐξαιτῇ χάριν.
ΟΙ. Ὅρα γε μήν· οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε.
ΘΗ. Πότερα τὰ τῶν σῶν ἐκγόνων ἢ ‘μοῦ λέγεις;