Delphi Complete Works of Sophocles

Home > Fiction > Delphi Complete Works of Sophocles > Page 82
Delphi Complete Works of Sophocles Page 82

by Sophocles


  Ἓν γάρ μ’ ἄμειψαι μοῦνον ὧν σ’ ἀνιστορῶ·

  εἴ τίς σε τὸν δίκαιον αὐτίκ’ ἐνθάδε

  κτείνοι παραστάς, πότερα πυνθάνοι’ ἂν εἰ

  πατήρ σ’ ὁ καίνων, ἢ τίνοι’ ἂν εὐθέως;

   995 Δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιον

  τίνοι’ ἄν, οὐδὲ τοὔνδικον περιβλέποις.

  Τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά,

  θεῶν ἀγόντων· οἷς ἐγὼ οὐδὲ τὴν πατρὸς

  ψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί.

  1000 Σὺ δ’, εἶ γὰρ οὐ δίκαιος, ἀλλ’ ἅπαν καλὸν

  λέγειν νομίζων, ῥητὸν ἄρρητόν τ’ ἔπος,

  τοιαῦτ’ ὀνειδίζεις με τῶνδ’ ἐναντίον.

  Καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν,

  καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς·

  1005 κᾆθ’ ὧδ’ ἐπαινῶν πολλὰ τοῦδ’ ἐκλανθάνῃ,

  ὁθούνεκ’ εἴ τις γῆ θεοὺς ἐπίσταται

  τιμαῖς σεβίζειν, ἥδε τοῦθ’ ὑπερφέρει·

  ἀφ’ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντ’ ἐμὲ

  αὐτόν τ’ ἐχειροῦ τὰς κόρας τ’ οἴχῃ λαβών.

  1010 Ἀνθ’ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ

  καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς

  ἐλθεῖν ἀρωγοὺς ξυμμάχους ‹θ’›, ἵν’ ἐκμάθῃς

  οἵων ὑπ’ ἀνδρῶν ἥδε φρουρεῖται πόλις.

  ΧΟ. Ὁ ξεῖνος, ὦναξ, χρηστός· αἱ δὲ συμφοραὶ

  1015 αὐτοῦ πανώλεις, ἄξιαι δ’ ἀμυναθεῖν.

  ΘΗ. Ἅλις λόγων· ὡς οἱ μὲν ἐξηρπασμένοι

  σπεύδουσιν, ἡμεῖς δ’ οἱ παθόντες ἕσταμεν.

  ΚΡ. Τί δῆτ’ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν;

  ΘΗ. Ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ με

  1020 χωρεῖν, ἵν’ εἰ μὲν ἐν τόποισι τοῖσδ’ ἔχεις

  τὰς παῖδας ἡμῶν, αὐτὸς ἐκδείξῃς ἐμοί·

  εἰ δ’ ἐγκρατεῖς φεύγουσιν, οὐδὲν δεῖ πονεῖν·

  ἄλλοι γὰρ οἱ σπεύδοντες, οὓς οὐ μή ποτε

  χώρας φυγόντες τῆσδ’ ἐπεύξωνται θεοῖς.

  1025 Ἀλλ’ ἐξυφηγοῦ· γνῶθι δ’ ὡς ἔχων ἔχῃ

  καί σ’ εἷλε θηρῶνθ’ ἡ Τύχη· τὰ γὰρ δόλῳ

  τῷ μὴ δικαίῳ κτήματ’ οὐχὶ σῴζεται.

  Κοὐκ ἄλλον ἕξεις εἰς τόδ’· ὡς ἔξοιδά σε

  οὐ ψιλὸν οὐδ’ ἄσκευον ἐς τοσήνδ’ ὕβριν

  1030 ἥκοντα τόλμης τῆς παρεστώσης τανῦν,

  ἀλλ’ ἔσθ’ ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε·

  ἃ δεῖ μ’ ἀθρῆσαι, μηδὲ τήνδε τὴν πόλιν

  ἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν.

  Νοεῖς τι τούτων, ἢ μάτην τὰ νῦν τέ σοι

  1035 δοκεῖ λελέχθαι χὤτε ταῦτ’ ἐμηχανῶ;

  ΚΡ. Οὐδὲν σὺ μεμπτὸν ἐνθάδ’ ὢν ἐρεῖς ἐμοί·

  οἴκοι δὲ χἠμεῖς εἰσόμεσθ’ ἃ χρὴ ποεῖν.

  ΘΗ. Χωρῶν ἀπείλει νῦν· σὺ δ’ ἡμίν, Οἰδίπους,

  ἕκηλος αὐτοῦ μίμνε, πιστωθεὶς ὅτι,

  1040 ἢν μὴ θάνω ‘γὼ πρόσθεν, οὐχὶ παύσομαι

  πρὶν ἄν σε τῶν σῶν κύριον στήσω τέκνων.

  ΟΙ. Ὄναιο, Θησεῦ, τοῦ τε γενναίου χάριν

  καὶ τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθίας.

  ΧΟ. Εἴην ὅθι δαΐων          Str. 1 .

  1045 ἀνδρῶν τάχ’ ἐπιστροφαὶ

  τὸν χαλκοβόαν Ἄρη

  μείξουσιν, ἢ πρὸς Πυθίαις,

  ἢ λαμπάσιν ἀκταῖς,

  1050 οὗ πότνιαι σεμνὰ τιθηνοῦνται τέλη

  θνατοῖσιν ὧν καὶ χρυσέα

  κλῂς ἐπὶ γλώσσᾳ βέβα-

  κε προσπόλων Εὐμολπιδᾶν·

  ἔνθ’ οἶμαι τὸν ἐγρεμάχαν

  1055 Θησέα καὶ τὰς διστόλους

  ἀδμῆτας ἀδελφὰς

  αὐτάρκει τάχ’ ἐμμείξειν βοᾷ

  τούσδ’ ἀνὰ χώρους·

  ἤ που τὸν ἐφέσπερον          Ant. 1 .

  1060 πέτρας νιφάδος πελῶσ’

  Οἰάτιδος ἐκ νομοῦ

  πώλοισιν ἢ ῥιμφαρμάτοις

  φεύγοντες ἁμίλλαις;

  1065 Ἁλώσεται· δεινὸς ὁ προσχωρῶν Ἄρης,

  δεινὰ δὲ Θησειδᾶν ἀκμά.

  Πᾶς γὰρ ἀστράπτει χαλι-

  νός, πᾶσα δ’ ὁρμᾶται κατὰ

  ἀμπυκτήρια ‹νεαρῶν›

  1070 ἄμβασις οἳ τὰν ἱππίαν

  τιμῶσιν Ἀθάναν

  καὶ τὸν πόντιον γαιάοχον

  Ῥέας φίλον υἱόν.

  Ἔρδουσ’ ἢ μέλλουσιν; ὡς          Str. 2 .

  1075 προμνᾶταί τί μοι

  γνώμα τάχ’ ἀνσώσειν

  τὰν δεινὰ τλᾶσαν, δεινὰ δ’ εὑροῦ-

  σαν πρὸς αὐθαίμων πάθη.

  Τελεῖ, τελεῖ Ζεύς τι κατ’ ἆμαρ·

  1080 μάντις εἴμ’ ἐσθλῶν ἀγώνων.

  Εἴθ’ ἀελλαία ταχύρρωστος πελειὰς

  αἰθερίας νεφέλας

  κύρσαιμι τῶνδ’ ἀγώνων

  θεωρὸν θεῖσα τοὐμὸν ὄμμα.

  1085 Ἰὼ Ζεῦ, πάνταρχε θεῶν,          Ant. 2 .

  παντόπτ’, ὤ, πόροις

  γᾶς τᾶσδε δαμούχοις

  σθένει ‘πινικείῳ τὸν εὔ-

  αγρον τελειῶσαι λόχον,

  1090 σεμνά τε παῖς Παλλὰς Ἀθάνα.

  Καὶ τὸν ἀγρευτὰν Ἀπόλλω,

  καὶ κασιγνήταν πυκνοστίκτων ὀπαδὸν

  ὠκυπόδων ἐλάφων,

  στέργω διπλᾶς ἀρωγὰς

  1095 μολεῖν γᾷ τᾷδε καὶ πολίταις.

  Ὦ ξεῖν’ ἀλῆτα, τῷ σκοπῷ μὲν οὐκ ἐρεῖς

  ὡς ψευδόμαντις· τὰς κόρας γὰρ εἰσορῶ

  τάσδ’ ἆσσον α�
��θις ὧδε προσπολουμένας.

  ΟΙ. Ποῦ ποῦ; τί φῄς; πῶς εἶπας;

  ΑΝ.         Ὦ πάτερ, πάτερ,

  1100 τίς ἂν θεῶν σοι τόνδ’ ἄριστον ἄνδρ’ ἰδεῖν

  δοίη, τὸν ἡμᾶς δεῦρο προσπέμψαντά σοι;

  ΟΙ. Ὦ τέκνον, ἦ πάρεστον;

  ΑΝ.    Αἵδε γὰρ χέρες

  Θησέως ἔσωσαν φιλτάτων τ’ ὀπαόνων.

  ΟΙ. Προσέλθετ’, ὦ παῖ, πατρί, καὶ τὸ μηδαμὰ

  1105 ἐλπισθὲν ἥξειν σῶμα βαστάσαι δότε.

  ΑΝ. Αἰτεῖς ἃ τεύξῃ· σὺν πόθῳ γὰρ ἡ χάρις.

  ΟΙ. Ποῦ δῆτα, ποῦ ‘στόν;

  ΑΝ.           Αἵδ’ ὁμοῦ πελάζομεν.

  ΟΙ. Ὦ φίλτατ’ ἔρνη.

  ΑΝ.       Τῷ τεκόντι πᾶν φίλον.

  ΟΙ. Ὦ σκῆπτρα φωτός.

  ΑΝ.        Δυσμόρου γε δύσμορα.

  1110 ΟΙ. Ἔχω τὰ φίλτατ’, οὐδ’ ἔτ’ ἂν πανάθλιος

  θανὼν ἂν εἴην σφῷν παρεστώσαιν ἐμοί.

  Ἐρείσατ’, ὦ παῖ, πλευρὸν ἀμφιδέξιον

  ἐμφύντε τῷ φύσαντι, κἀναπαύσατον

  τοῦ πρόσθ’ ἐρήμου τοῦδε δυστήνου πλάνου.

  1115 Καί μοι τὰ πραχθέντ’ εἴπαθ’ ὡς βράχιστ’, ἐπεὶ

  ταῖς τηλικαῖσδε σμικρὸς ἐξαρκεῖ λόγος.

  ΑΝ. Ὅδ’ ἔσθ’ ὁ σώσας· τοῦδε χρὴ κλύειν, πάτερ,

  καὶ σοί γε τοὔργον τοὐμὸν εἶτ’ ἔσται βραχύ.

  ΟΙ. Ὦ ξεῖνε, μὴ θαύμαζε πρὸς τὸ λιπαρές,

  1120 τέκν’ εἰ φανέντ’ ἄελπτα μηκύνω λόγον·

  ἐπίσταμαι γὰρ τήνδε τὴν ἐς τάσδε μοι

  τέρψιν παρ’ ἄλλου μηδενὸς πεφασμένην.

  Σὺ γάρ νιν ἐξέσωσας, οὐκ ἄλλος βροτῶν,

  καὶ σοὶ θεοὶ πόροιεν ὡς ἐγὼ θέλω,

  1125 αὐτῷ τε καὶ γῇ τῇδ’· ἐπεὶ τό γ’ εὐσεβὲς

  μόνοις παρ’ ὑμῖν ηὗρον ἀνθρώπων ἐγὼ

  καὶ τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν·

  εἰδὼς δ’ ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε·

  ἔχω γὰρ ἅχω διὰ σὲ κοὐκ ἄλλον βροτῶν,

  1130 καί μοι χέρ’, ὦναξ, δεξιάν τ’ ὄρεξον ὡς

  ψαύσω φιλήσω τ’, εἰ θέμις, τὸ σὸν κάρα.

  Καίτοι τί φωνῶ; πῶς σ’ ἂν ἄθλιος γεγὼς

  θιγεῖν θελήσαιμ’ ἀνδρός, ᾧ τίς οὐκ ἔνι

  κηλὶς κακῶν ξύνοικος; οὐκ ἔγωγέ σε,

  1135 οὐδ’ οὖν ἐάσω· τοῖς γὰρ ἐμπείροις βροτῶν

  μόνοις οἷόν τε συνταλαιπωρεῖν τάδε.

  Σὺ δ’ αὐτόθεν μοι χαῖρε, καὶ τὰ λοιπά μου

  μέλου δικαίως, ὥσπερ ἐς τόδ’ ἡμέρας.

  ΘΗ. Οὔτ’ εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον,

  1140 τέκνοισι τερφθεὶς τοῖσδε θαυμάσας ἔχω,

  οὐδ’ εἰ πρὸ τοὐμοῦ προὔλαβες τὰ τῶνδ’ ἔπη·

  βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει·

  οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν

  λαμπρὸν ποιεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις.

  1145 Δείκνυμι δ’· ὧν γὰρ ὤμοσ’ οὐκ ἐψευσάμην

  οὐδέν σε, πρέσβυ· τάσδε γὰρ πάρειμ’ ἄγων

  ζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων.

  Χὤπως μὲν ἁγὼν οὗτος ᾑρέθη, τί δεῖ

  κομπεῖν ἅ γ’ εἴσῃ καὐτὸς ἐκ ταύταιν ξυνών;

  1150 Λόγος δ’ ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶ

  στείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶ

  σμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι·

  πρᾶγος δ’ ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών.

  ΟΙ. Τί δ’ ἔστι, τέκνον Αἰγέως; δίδασκέ με,

  1155 ὡς μὴ εἰδότ’ αὐτὸν μηδὲν ὧν σὺ πυνθάνῃ.

  ΘΗ. Φασίν τιν’ ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολιν

  οὐκ ὄντα, συγγενῆ δέ, προσπεσόντα πως

  βωμῷ καθῆσθαι τῷ Ποσειδῶνος, παρ’ ᾧ

  θύων ἔκυρον, ἡνίχ’ ὡρμώμην ἐγώ.

  1160 ΟΙ. Ποδαπόν; τί προσχρῄζοντα τῷ θακήματι;

  ΘΗ. Οὐκ οἶδα πλὴν ἕν· σοῦ γάρ, ὡς λέγουσί μοι,

  βραχύν τιν’ αἰτεῖ μῦθον οὐκ ὄγκου πλέων.

  ΟΙ. Ποῖόν τιν’; οὐ γὰρ ἥδ’ ἕδρα σμικροῦ λόγου.

  ΘΗ. Σοὶ φασὶν αὐτὸν ἐς λόγους ἐλθεῖν μολόντ’

  1165 αἰτεῖν ἀπελθεῖν ‹τ’› ἀσφαλῶς τῆς δεῦρ’ ὁδοῦ.

  ΟΙ. Τίς δῆτ’ ἂν εἴη τήνδ’ ὁ προσθακῶν ἕδραν;

  ΘΗ. Ὅρα κατ’ Ἄργος εἴ τις ὑμὶν ἐγγενὴς

  ἔσθ’, ὅστις ἄν σου τοῦτο προσχρῄζοι τυχεῖν.

  ΟΙ. Ὦ φίλτατε, σχὲς οὗπερ εἶ.

  ΘΗ.       Τί δ’ ἔστι σοι;

  1170 ΟΙ. Μή μου δεηθῇς -

  ΘΗ. Πράγματος ποίου; λέγε.

  ΟΙ. Ἔξοιδ’ ἀκούων τῶνδ’ ὅς ἐσθ’ ὁ προστάτης.

  ΘΗ. Καὶ τίς ποτ’ ἐστίν, ὅν γ’ ἐγὼ ψέξαιμί τι;

  ΟΙ. Παῖς οὑμός, ὦναξ, στυγνός, οὗ λόγων ἐγὼ

  ἄλγιστ’ ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων.

  1175 ΘΗ. Τί δ’; οὐκ ἀκούειν ἔστι, καὶ μὴ δρᾶν ἃ μὴ

  χρῄζεις; τί σοι τοῦτ’ ἐστὶ λυπηρὸν κλύειν;

  ΟΙ. Ἔχθιστον, ὦναξ, φθέγμα τοῦθ’ ἥκει πατρί·

  καὶ μή μ’ ἀνάγκῃ προσβάλῃς τάδ’ εἰκαθεῖν.

  ΘΗ. Ἀλλ’ εἰ τὸ θάκημ’ ἐξαναγκάζει, σκόπει,

  1180 μή σοι πρόνοι’ ᾖ τοῦ θεοῦ φυλακτέα.

  ΑΝ. Πάτερ, πιθοῦ μοι, κεἰ νέα παραινέσω.

  Τὸν ἄνδρ’ ἔασον τόνδε τῇ θ’ αὑτοῦ φρενὶ

  χάριν παρασχεῖν τῷ θεῷ θ’ ἃ βούλεται,

  καὶ νῷν ὕπεικε τὸν κασίγνητον μολεῖν.

/>   1185 Οὐ γάρ σε, θάρσει, πρὸς βίαν παρασπάσει

  γνώμης, ἃ μή σοι συμφέροντα λέξεται.

  Λόγων δ’ ἀκοῦσαι τίς βλάβη; τά τοι κακῶς

  ηὑρημέν’ ἔργα τῷ λόγῳ μηνύεται.

  Ἔφυσας αὐτόν· ὥστε μηδὲ δρῶντά σε

  1190 τὰ τῶν κακίστων δυσσεβέστατ’, ὦ πάτερ,

  θέμις σέ γ’ εἶναι κεῖνον ἀντιδρᾶν κακῶς.

  Ἄλλαι γονεῦσι χἀτέροις γοναὶ κακαὶ

  καὶ θυμὸς ὀξύς, ἀλλὰ νουθετούμενοι

  φίλων ἐπῳδαῖς ἐξεπᾴδονται φύσιν.

  1195 Σὺ δ’ εἰς ἐκεῖνα, μὴ τὰ νῦν, ἀποσκόπει,

  πατρῷα καὶ μητρῷα πήμαθ’ ἅπαθες·

  κἂν κεῖνα λεύσσῃς, οἶδ’ ἐγώ, γνώσῃ κακοῦ

  θυμοῦ τελευτὴν ὡς κακὴ προσγίγνεται.

  Ἔχεις γὰρ οὐχὶ βαιὰ τἀνθυμήματα,

  1200 τῶν σῶν ἀδέρκτων ὀμμάτων τητώμενος.

  Ἀλλ’ ἡμὶν εἶκε· λιπαρεῖν γὰρ οὐ καλὸν

  δίκαια προσχρῄζουσιν, οὐδ’ αὐτὸν μὲν εὖ

  πάσχειν, παθόντα δ’ οὐκ ἐπίστασθαι τίνειν.

  ΟΙ. Τέκνον, βαρεῖαν ἡδονὴν νικᾶτέ με

  1205 λέγοντες· ἔστω δ’ οὖν ὅπως ὑμῖν φίλον.

  Μόνον, ξέν’, εἴπερ κεῖνος ὧδ’ ἐλεύσεται,

  μηδεὶς κρατείτω τῆς ἐμῆς ψυχῆς ποτε.

  ΘΗ. Ἅπαξ τὰ τοιαῦτ’, οὐχὶ δὶς χρῄζω κλύειν,

 

‹ Prev