by Sophocles
ΠΟ. Οὐδ’ ἀγγελοῦμεν φλαῦρ’· ἐπεὶ στρατηλάτου
1430 χρηστοῦ τὰ κρείσσω μηδὲ τἀνδεᾶ λέγειν.
ΑΝ. Οὕτως ἄρ’, ὦ παῖ, ταῦτά σοι δεδογμένα;
ΠΟ. Καὶ μή μ’ ἐπίσχῃς γ’· ἀλλ’ ἐμοὶ μὲν ἥδ’ ὁδὸς
ἔσται μέλουσα δύσποτμός τε καὶ κακὴ
πρὸς τοῦδε πατρὸς τῶν τε τοῦδ’ Ἐρινύων.
1435 Σφῷν δ’ εὐοδοίη Ζεύς, τάδ’ εἰ θανόντι μοι
τελεῖτ’, ἐπεὶ οὔ μοι ζῶντί γ’ αὖθις ἕξετον.
Μέθεσθε δ’ ἤδη, χαίρετόν τ’· οὐ γάρ μ’ ἔτι
βλέποντ’ ἐσόψεσθ’ αὖθις.
ΑΝ. Ὦ τάλαιν’ ἐγώ.
ΠΟ. Μή τοί μ’ ὀδύρου.
ΑΝ. Καὶ τίς ἄν σ’ ὁρμώμενον
1440 εἰς προὖπτον Ἅιδην οὐ καταστένοι, κάσι;
ΠΟ. Εἰ χρή, θανοῦμαι.
ΑΝ. Μὴ σύ γ’, ἀλλ’ ἐμοὶ πιθοῦ.
ΠΟ. Μὴ πεῖθ’ ἃ μὴ δεῖ.
ΑΝ. Δυστάλαινά τἄρ’ ἐγώ,
εἴ σου στερηθῶ.
ΠΟ. Ταῦτα δ’ ἐν τῷ δαίμονι
καὶ τῇδε φῦναι χἀτέρᾳ. Σφῷν δ’ οὖν ἐγὼ
1445 θεοῖς ἀρῶμαι μή ποτ’ ἀντῆσαι κακῶν·
ἀνάξιαι γὰρ πᾶσίν ἐστε δυστυχεῖν.
ΧΟ. Νέα τάδε νεόθεν ἦλθέ μοι Str. 1 .
βαρύποτμά ‹τινα› κακὰ παρ’ ἀλαοῦ ξένου,
1450 εἴ τι μοῖρα μὴ κιγχάνει.
Ματᾶν γὰρ οὐδὲν ἀξίω-
μα δαιμόνων ἔχω φράσαι.
Ὁρᾷ, ὁρᾷ ταῦτ’ ἀεὶ
Χρόνος, ἐπ’ ‹ἔτ›ει μὲν ἕτερα,
1455 τὰ δὲ π‹αρ›’ ἦμαρ αὖθις αὔξων ἄνω.
Ἔκτυπεν αἰθήρ, ὦ Ζεῦ.
ΟΙ. Ὦ τέκνα, τέκνα, πῶς ἄν, εἴ τις ἔντοπος,
τὸν πάντ’ ἄριστον δεῦρο Θησέα πόροι;
ΑΝ. Πάτερ, τί δ’ ἐστὶ τἀξίωμ’ ἐφ’ ᾧ καλεῖς;
1460 ΟΙ. Διὸς πτερωτὸς ἥδε μ’ αὐτίκ’ ἄξεται
βροντὴ πρὸς Ἅιδην· ἀλλὰ πέμψαθ’ ὡς τάχος.
ΧΟ. Ἴδε μάλα μέγας ἐρείπεται Ant. 1 .
κτύπος ἄφατος ὅδε διόβολος· ἐς δ’ ἄκραν
1465 δεῖμ’ ὑπῆλθε κρατὸς φόβαν.
Ἔπτηξα θυμόν· οὐράνια
γὰρ ἀστραπὰ φλέγει πάλιν.
Τί μὰν ἀφήσει τέλος;
δέδια τόδ’· οὐ γὰρ ἅλιον
1470 ἀφορμᾷ ποτ’, οὐκ ἄνευ ξυμφορᾶς.
Ὦ μέγας αἰθήρ, ὦ Ζεῦ.
ΟΙ. Ὦ παῖδες, ἥκει τῷδ’ ἐπ’ ἀνδρὶ θέσφατος
βίου τελευτή, κοὐκέτ’ ἔστ’ ἀποστροφή.
ΑΝ. Πῶς οἶσθα; τῷ δὲ τοῦτο συμβαλὼν ἔχεις;
1475 ΟΙ. Καλῶς κάτοιδ’· ἀλλ’ ὡς τάχιστά μοι μολὼν
ἄνακτα χώρας τῆσδέ τις πορευσάτω.
ΧΟ. Ἔα ἔα, ἰδοὺ μάλ’ αὖθις ἀμφίσταται Str. 2 .
διαπρύσιος ὄτοβος.
1480 Ἵλαος, ὦ δαίμων, ἵλαος, εἴ τι γᾷ
ματέρι τυγχάνεις ἀφεγγὲς φέρων.
Ἐναισίου δὲ σοῦ τύχοι-
μι, μηδ’ ἄλαστον ἄνδρ’ ἰδὼν
ἀκερδῆ χάριν μετάσχοιμί πως·
1485 Ζεῦ ἄνα, σοὶ φωνῶ.
ΟΙ. Ἆρ’ ἐγγὺς ἁνήρ; ἆρ’ ἔτ’ ἐμψύχου, τέκνα,
κιχήσεταί μου καὶ κατορθοῦντος φρένα;
ΑΝ. Τί δ’ ἂν θέλοις τὸ πιστὸν ἐμφῦσαι φρενί;
ΟΙ. Ἀνθ’ ὧν ἔπασχον εὖ, τελεσφόρον χάριν
1490 δοῦναί σφιν ἥνπερ τυγχάνων ὑπεσχόμην.
ΧΟ. Ἰὼ ‹ἰώ›, παῖ, βᾶθι, βᾶθ’, ˉ ˉ ˘ ˉ Ant. 2 .
εἴτ’ ἄκρον ἐπὶ γύαλον
ἐναλίῳ Ποσειδαονίῳ θεῷ
1495 βούθυτον ἑστίαν ἁγίζων, ἱκοῦ.
Ὁ γὰρ ξένος σε καὶ πόλισ-
μα καὶ φίλους ἐπαξιοῖ
δικαίαν χάριν παρασχεῖν παθών.
‹Σπεῦσον›, ἄϊσσ’, ὦναξ.
1500 ΘΗ. Τίς αὖ παρ’ ὑμῶν κοινὸς ἠχεῖται κτύπος
σαφὴς μὲν αὐτῶν, ἐμφανὴς δὲ τοῦ ξένου;
μή τις Διὸς κεραυνός, ἤ τις ὀμβρία
χάλαζ’ ἐπιρράξασα; πάντα γὰρ θεοῦ
τοιαῦτα χειμάζοντος εἰκάσαι πάρα.
1505 ΟΙ. Ἄναξ, ποθοῦντι προὐφάνης, καί σοι θεῶν
τύχην τις ἐσθλὴν τῆσδ’ ἔθηκε τῆς ὁδοῦ.
ΘΗ. Τί δ’ ἐστίν, ὦ παῖ Λαΐου, νέορτον αὖ;
ΟΙ. Ῥοπὴ βίου μοι· καί σ’ ἅπερ ξυνῄνεσα
θέλω πόλιν τε τήνδε μὴ ψεύσας θανεῖν.
1510 ΘΗ. Ἐν τῷ δὲ κεῖσαι τοῦ μόρου τεκμηρίῳ;
ΟΙ. Αὐτοὶ θεοὶ κήρυκες ἀγγέλλουσί μοι,
ψεύδοντες οὐδὲν σημάτων προκειμένων.
ΘΗ. Πῶς εἶπας, ὦ γεραιέ, δηλοῦσθαι τάδε;
ΟΙ. Αἱ πολλὰ βρονταὶ διατελεῖς τὰ πολλά τε
1515 στράψαντα χειρὸς τῆς ἀνικήτου βέλη.
ΘΗ. Πείθεις με· πολλὰ γάρ σε θεσπίζονθ’ ὁρῶ
κοὐ ψευδόφημα· χὤ τι χρὴ ποεῖν λέγε.
ΟΙ. Ἐγὼ διδάξω, τέκνον Αἰγέως, ἃ σοὶ
γήρως ἄλυπα σῇ τε κείσεται πόλει.
1520 Χῶρον μὲν αὐτὸς αὐτίκ’ ἐξηγήσομαι,
ἄθικτος ἡγητῆρος, οὗ με χρὴ θανεῖν.
Τοῦτον δὲ φράζε μή ποτ’ ἀνθρώπων τινὶ
μήθ’ οὗ κέκευθε μήτ’ ἐν οἷς κεῖται τόποις,
ὥς σοι πρὸ πολλῶν ἀσπίδων ἀλκὴν ὅδε
1525 δορός τ’ ἐπακτοῦ γειτόνων ἀεὶ τιθῇ.
Ἃ δ’ ἐξάγιστα μηδὲ κινεῖται λόγῳ
αὐτὸς μαθήσῃ, κεῖσ’ ὅταν μόλῃς, μόνος·
ὡς οὔ
τ’ ἂν ἀστῶν τῶνδ’ ἂν ἐξείποιμί τῳ,
οὔτ’ ἂν τέκνοισι τοῖς ἐμοῖς στέργων ὅμως.
1530 Ἀλλ’ αὐτὸς αἰεὶ σῷζε, χὤταν εἰς τέλος
τοῦ ζῆν ἀφικνῇ, τῷ προφερτάτῳ μόνῳ
σήμαιν’, ὃ δ’ αἰεὶ τὠπιόντι δεικνύτω.
Χοὔτως ἀδῇον τήνδ’ ἐνοικήσεις πόλιν
σπαρτῶν ἀπ’ ἀνδρῶν· αἱ δὲ μυρίαι πόλεις,
1535 κἂν εὖ τις οἰκῇ, ῥᾳδίως καθύβρισαν·
θεοὶ γὰρ εὖ μέν, ὀψὲ δ’ εἰσορῶσ’, ὅταν
τὰ θεῖ’ ἀφείς τις εἰς τὸ μαίνεσθαι τραπῇ·
ὃ μὴ σύ, τέκνον Αἰγέως, βούλου παθεῖν.
Τὰ μὲν τοιαῦτ’ οὖν εἰδότ’ ἐκδιδάσκομεν.
1540 Χῶρον δ’, ἐπείγει γάρ με τοὐκ θεοῦ παρόν,
στείχωμεν ἤδη, μηδ’ ἔτ’ ἐντρεπώμεθα.
Ὦ παῖδες, ὧδ’ ἕπεσθ’· ἐγὼ γὰρ ἡγεμὼν
σφῷν αὖ πέφασμαι καινός, ὥσπερ σφὼ πατρί.
Χωρεῖτε, καὶ μὴ ψαύετ’, ἀλλ’ ἐᾶτέ με
1545 αὐτὸν τὸν ἱερὸν τύμβον ἐξευρεῖν ἵνα
μοῖρ’ ἀνδρὶ τῷδε τῇδε κρυφθῆναι χθονί.
Τῇδ’, ὧδε, τῇδε βᾶτε· τῇδε γάρ μ’ ἄγει
Ἑρμῆς ὁ πομπὸς ἥ τε νερτέρα θεός.
Ὦ φῶς ἀφεγγές, πρόσθε πού ποτ’ ἦσθ’ ἐμόν,
1550 νῦν δ’ ἔσχατόν σου τοὐμὸν ἅπτεται δέμας·
ἤδη γὰρ ἕρπω τὸν τελευταῖον βίον
κρύψων παρ’ Ἅιδην. Ἀλλά, φίλτατε ξένων,
αὐτός τε χώρα θ’ ἥδε πρόσπολοί τε σοὶ
εὐδαίμονες γένοισθε, κἀπ’ εὐπραξίᾳ
1555 μέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί.
ΧΟ. Εἰ θέμις ἐστί μοι τὰν ἀφανῆ θεὸν Str.
καὶ σὲ λιταῖς σεβίζειν,
ἐννυχίων ἄναξ,
Αἰδωνεῦ Αἰδωνεῦ, λίσσομαι
1560 μὴ ‘πιπόνῳ μήτ’ ἐπὶ βαρυαχεῖ
ξένον ἐξανύσαι
μόρῳ τὰν παγκευ-
θῆ κάτω νεκρῶν πλάκα
καὶ Στύγιον δόμον.
1565 Πολλῶν γὰρ ἂν καὶ μάταν
πημάτων ἱκνουμένων
πάλιν σφε δαίμων δίκαιος αὔξοι.
Ὦ χθόνιαι θεαὶ σῶμά τ’ ἀνικάτου Ant.
θηρὸς ὃν ἐν πύλαισι
1570 ‹ταῖσδε› πολυξένοις
εὐνᾶσθαι κνυζεῖσθαί τ’ ἐξ ἄντρων
ἀδάματον φύλακα παρ’ Ἀΐδᾳ
λόγος αἰὲν ἔχει·
ὃν, ὦ Γᾶς παῖ καὶ
Ταρτάρου, κατεύχομαι,
1575 ἐν καθαρῷ βῆναι
ὁρμωμένῳ νερτέρας
τῷ ξένῳ νεκρῶν πλάκας·
σέ τοι κικλήσκω τὸν αἰένυπνον.
ΑΓΓΕΛΟΣ
Ἄνδρες πολῖται, ξυντομωτάτως μὲν ἂν
1580 τύχοιμι λέξας Οἰδίπουν ὀλωλότα·
ἃ δ’ ἦν τὰ πραχθέντ’ οὔθ’ ὁ μῦθος ἐν βραχεῖ
φράσαι πάρεστιν, οὔτε τἄργ’ ὅσ’ ἦν ἐκεῖ.
ΧΟ. Ὄλωλε γὰρ δύστηνος;
ΑΓ. Ὡς λελογχότα
κεῖνον τὸν αἰεὶ βίοτον ἐξεπίστασο.
1585 ΧΟ. Πῶς; ἆρα θείᾳ κἀπόνῳ τάλας τύχῃ;
ΑΓ. Τοῦτ’ ἐστὶν ἤδη κἀποθαυμάσαι πρέπον.
Ὡς μὲν γὰρ ἐνθένδ’ εἷρπε, καὶ σύ που παρὼν
ἔξοισθ’, ὑφηγητῆρος οὐδενὸς φίλων,
ἀλλ’ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος·
1590 ἐπεὶ δ’ ἀφῖκτο τὸν καταρράκτην ὀδὸν
χαλκοῖς βάθροισι γῆθεν ἐρριζωμένον,
ἔστη κελεύθων ἐν πολυσχίστων μιᾷ,
κοίλου πέλας κρατῆρος, οὗ τὰ Θησέως
Περίθου τε κεῖται πίστ’ ἀεὶ ξυνθήματα·
1595 ἀφ’ οὗ μέσος στὰς τοῦ τε Θορικίου πέτρου
κοίλης τ’ ἀχέρδου κἀπὸ λαΐνου τάφου,
καθέζετ’· εἶτ’ ἔλυσε δυσπινεῖς στολάς,
κἄπειτ’ ἀΰσας παῖδας ἠνώγει ῥυτῶν
ὑδάτων ἐνεγκεῖν λουτρὰ καὶ χοάς ποθεν.
1600 Τὼ δ’, εὐχλόου Δήμητρος εἰς προσόψιον
πάγον μολοῦσαι, τάσδ’ ἐπιστολὰς πατρὶ
ταχεῖ ‘πόρευσαν σὺν χρόνῳ λουτροῖς τέ νιν
ἐσθῆτί τ’ ἐξήσκησαν ᾗ νομίζεται.
Ἐπεὶ δὲ παντὸς εἶχε δρῶντος ἡδονὴν
1605 κοὐκ ἦν ἔτ’ ἀργὸν οὐδὲν ὧν ἐφίετο,
κτύπησε μὲν Ζεὺς Χθόνιος, αἱ δὲ παρθένοι
ῥίγησαν, ὡς ἤκουσαν· ἐς δὲ γούνατα
πατρὸς πεσοῦσαι κλαῖον, οὐδ’ ἀνίεσαν
στέρνων ἀραγμοὺς οὐδὲ παμμήκεις γόους.
1610 Ὁ δ’ ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν,
πτύξας ἐπ’ αὐταῖς χεῖρας εἶπεν· “Ὦ τέκνα,
οὐκ ἔστ’ ἔθ’ ὑμῖν τῇδ’ ἐν ἡμέρᾳ πατήρ.
Ὄλωλε γὰρ δὴ πάντα τἀμὰ κοὐκέτι
τὴν δυσπόνητον ἕξετ’ ἀμφ’ ἐμοὶ τροφήν·
1615 σκληρὰν μέν, οἶδα, παῖδες· ἀλλ’ ἓν γὰρ μόνον
τὰ πάντα λύει ταῦτ’ ἔπος μοχθήματα·
τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέον
ἢ τοῦδε τἀνδρὸς ἔσχεθ’, οὗ τητώμεναι
τὸ λοιπὸν ἤδη τοῦ βίου διάξετον.”
1620 Τοιαῦτ’ ἐπ’ ἀλλήλοισιν ἀμφικείμενοι
λύγδην ἔκλαιον πάντες· ὡς δὲ πρὸς τέλος
γόων ἀφίκοντ’ οὐδ’ ἔτ’ ὠρώρει βοή,
ἦν μὲν σιωπή, φθέγμα δ’ ἐξαίφνης τινὸς
θώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίας
1625 στῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας.
Καλε�
� γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός·
“Ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομεν
χωρεῖν; πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται.”
Ὁ δ’ ὡς ἐπῄσθετ’ ἐκ θεοῦ καλούμενος,
1630 αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα·
κἀπεὶ προσῆλθεν, εἶπεν· “Ὦ φίλον κάρα,
δός μοι χερὸς σῆς πίστιν ἀρχαίαν τέκνοις,
ὑμεῖς τε, παῖδες, τῷδε· καὶ καταίνεσον
μήποτε προδώσειν τάσδ’ ἑκών, τελεῖν δ’ ὅσ’ ἂν
1635 μέλλῃς φρονῶν εὖ ξυμφέροντ’ αὐταῖς ἀεί.”
Ὁ δ’, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτα
κατῄνεσεν τάδ’ ὅρκιος δράσειν ξένῳ.
Ὅπως δὲ ταῦτ’ ἔδρασεν, εὐθὺς Οἰδίπους
ψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει·
1640 “Ὦ παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶ
χωρεῖν τόπων ἐκ τῶνδε, μηδ’ ἃ μὴ θέμις
λεύσσειν δικαιοῦν, μηδὲ φωνούντων κλύειν.
Ἀλλ’ ἕρπεθ’ ὡς τάχιστα· πλὴν ὁ κύριος
Θησεὺς παρέστω μανθάνων τὰ δρώμενα.”
1645 Τοσαῦτα φωνήσαντος εἰσηκούσαμεν
ξύμπαντες· ἀστακτὶ δὲ σὺν ταῖς παρθένοις
στένοντες ὡμαρτοῦμεν· ὡς δ’ ἀπήλθομεν,
χρόνῳ βραχεῖ στραφέντες, ἐξαπείδομεν
τὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντ’ ἔτι,