Delphi Complete Works of Sophocles

Home > Fiction > Delphi Complete Works of Sophocles > Page 91
Delphi Complete Works of Sophocles Page 91

by Sophocles


  [ἤ] τ̣ις πίθηκοσ̣ κύβδ’ ἀποθυμαίνεις τινί.

  [τ]ί̣ ταῦτα; ποῦ γ̣ῆς ἐμάθετ’; ἐν πο̣[ί]ῳ τόπῳ;

   130σ̣[η]μήνατ’· ο̣ὐ γ̣ὰρ ἴδρις εἰμὶ τοῦ τρόπου.

  ‹ΧΟ.› ὕ̣ [ὗ] ὕ̣ ὗ̣.

  ‹ΣΙ.› τ̣[ί........] τ̣ίνα φοβῇ; τίν’ εἰσορᾷς;

  τ̣[ί........]ις; τί ποτε βακχεύεις ἔχων;

  α[........]. κέρχν[ο]ς ἱμείρει[ς] μαθεῖν

   135 τ[ί.....] σιγᾶτ’, ὦ πρὸ τοῦ [......]ατοι;

  ‹ΧΟ.› σ[non plus 9 ll.]

  ‹ΣΙ.› τ[..........]ναπ̣ονοσ̣[...]ε̣ι̣σ̣εχων.

  ‹ΧΟ.› ἄ[κουε δή.

  ‹ΣΙ.› καλ̣ῶς ἀκούσ[ομ’ οὐδεν]ὸς φωνὴν κλύων.

   140 ‹ΧΟ.› ἐμ[ο]ὶ πιθοῦ.

  ‹ΣΙ.› ἐμ[.]δί̣σ̣[.........].ῶς ὀνήσετε.

  ‹ΧΟ.› ἄκουσον αὐτὸ̣σ̣ ν̣ῦ̣[ν, πά]τε̣ρ̣, χρόνον τινὰ

  οἵῳ πλαγέντες ἐνθάδ’ ἐξενίσμεθα

  ψόφῳ, τὸν οὐδε[ὶ]ς π̣[ώπο]τ’ ἤκουσεν βροτῶν.

   145 ‹ΣΙ.› τί μοι ψ[ό]φον; φοβ[...]. κα[.] δειμαίνετε

  μάλθης ἄναγνα σώ[μα]τ̣’ ἐκμεμαγμένα

  κάκιστα θηρῶν ὀνθ̣[..]ν [π]ά̣σῃ σκιᾷ

  φόβον βλέποντες, πάν[τα] δειματούμενοι,

  ἄνευρα κἀκ̣όμιστα κἀν̣ε[λε]ύθερα

   150 διακονοῦντες, σώ̣ματ’ εἰ[ς]ιδ[ε]ῖ̣ν̣ μόνον

  κα̣[ὶ γ]λ̣ῶ̣σσα κα[ὶ] φ̣άλητες. εἰ δέ που δέῃ,

  π̣ι̣σ̣τ̣οὶ λόγοισιν ὄντες ἔργα φεύγετε,

  τοιοῦ̣[δ]ε πατρός, ὦ κάκιστα θηρίων,

  οὗ πόλλ’ ἐφ’ ἥβης μνήματ’ ἀνδρείας ὕπο

   155 κ[ε]ῖται παρ’ οἴκοις νυμφικοῖς ἠσκημένα,

  οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δειλ[ο]υμένου,

  οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν

  [π]τήσσοντος, ἀλλ’ α[ἰχ]μαῖσιν ἐξει[ρ]γασμένου

  [ἃ] νῦν ὑφ’ ὑμῶν λάμ[πρ’ ἀ]π̣ορρυπαίνεται

   160 [ψ]όφῳ νεώρει κόλακ[ι] ποιμένων π[ο]θέν.

  [..].η φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν,

  πλοῦτον δὲ χ[ρ]υσόφαντον ἐξαφίε̣τε,

  ὃν Φοῖβος ὑμῖν εἶπε κ[ἀ]νεδέξατο,

  καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσ̣εν

   165 ὑμῖν τε κἀμοί· ταῦτ’ ἀφ̣έντες εὕδετε.

  εἰ μὴ ‘νανοστήσαντες ἐξιχνεύσε[τε

  τὰς βοῦς ὅπῃ βεβᾶσι καὶ τὸν βουκόλο[ν,

  κλαίοντες αὐτῇ δειλίᾳ ψοφή[ς]ετε.

  ‹ΧΟ.› πάτερ, παρὼν αὐτός με συμποδηγέτε[ι,

   170 ἵν’ εὖ κατείδῃς εἴ τίς ἐστι δειλία·

  γνώση̣[ι] γὰρ αὐτός, ἂν παρῇς, οὐδὲν λέγω[ν.

  ‹ΣΙ.› ἐγὼ πα[ρ]ὼν αὐτός σε προσ̣βιβῶ λόγῳ,

  κυν̣ο̣ρ̣τικὸ̣ν σύριγμα διακαλούμεν[ος.

  ἀλλ’ εἷ’ [ἐ]φίστω τριζύγης οἵμου βάσιν·

   175 ἐγὼ δ’ ἐν [ἔ]ρ̣γ̣οις παρμένων σ’ ἀπευθυνῶ.

  ΧΟ.    ὗ ὗ ὗ, ψ ψ, ἆ ἆ. λέγ’ ὅ τι πονεῖς.

     τί μάτην ὑπέκλαγες, ὑπέκριγες,

     ὑπό μ’ ἴδες; ἔχε̣ται

     ἐν πρώτῳ τίς ὅδε τροπ[

   180    ἔχει. ἐλήλυθεν, ἐλήλ[υθεν.

     ἐμὸς εἶ, ἀνάγου.

     δευτέρῳ τίς ὅδε .[....].της

     ὁ Δρ̣ά̣κις, ὁ Γράπις, [non plus 6 litt.]

     [Ο]ὐρίας, Οὐρίας, α̣δ̣[......]κεις

   185    παρέβης· Μεθυ[non plus 11 litt.]

     ὅ τι ποτεφερε[.........].ι̣[.]ν

     ἔποχον ἔχει τι[non plus 13 litt.]

     στίβος ὁδενε.[non plus 12 litt. ]

     Στράτι̣ο̣σ̣, Στράτ̣[ιος ........]υ̣[..]

   190    δεῦρ’ ἕπου· τ[.]δρ̣[        ]

     ἔνι β[ο]ῦς, ἔνι πονο̣[

     μὴ μεθῇ κρ[.]κι.[

     ο̣ὐχ̣ὶ καλ[ὸ]ν ἐ̣π̣ι̣δ[

     ὅδε γ’ ἀγαθὸς ὁ Τρε[

   195    κατὰ νόμον ἕπετα[ι

     ἐφέπου, ἐφέπου μ.[

     ὀπποποῖ· ἆ μιαρέ, γε̣[

     ἦ τάχ’ ὁπόταν ἀπίη[ις

     ἀπελεύθερος ὢν ολ.[

   200    ἀλλὰ μὴ παραπλακ[

     ἔπ[ι]θ’ [ἔ]πεχ’ εἴσιθ’ ἴθι̣[

     τ[.]δε πλάγιον ἔχομ̣[εν

  πά̣τερ, τί σι̣γᾷς; μῶν ἀληθ[ὲς εἴπομεν;

  οὐ[κ ε]ἰσακο[ύε]ις; ἦ κεκώφη[σαι

   205 ‹ΣΙ.› ἔ̣α̣.

  ‹ΧΟ.›    τί ἔ̣σ̣τ̣ι̣ν;

  ‹ΣΙ.›    οὐ μενῶ.

  ‹ΧΟ.›    μέν’, ε[ἰ] θέλεις.

  ‹ΣΙ.› οὐκ ἔστιν. ἀλλ’ αὐτὸς σὺ ταῦ̣θ̣’ ὅπῃ θέλεις

  ζήτει τε κἀξίχνευε̣ καὶ πλού[τ

  τὰς βοῦς τ̣ε κα[ὶ] τὸν χρυσὸν [        ]ε[.]

  μὴ πλει̣σ̣τ̣[..]ε̣τι.[.].[..]α̣σ̣[         ] χρόνον.

   210 ‹ΧΟ.› ἀλλ’ οὔ τι μ̣[...]μ[

  οὐδ’ ἐξυπε̣λθ̣[εῖ]ν τ[       ]φ̣ως

  εἰδῶμεν ὅσ̣[τις].[

     ἶ̣ὼ γ.[

     φθέγ̣μ’ ἀφύσεις [......]ου

   215    [.]ηδ̣[

     θο̣[..]όμοισιν ὀλβίσῃς.

  ὁ[..]ῦ φ̣αν.[..]α̣ιτοισιν. ἀλλ’ ἐγὼ τάχα

  φ[έρ]ω̣ν κτ̣ύ[π]ο̣ν πέδορτον ἐξαναγκάσω

  π̣[η]δήμ̣ασιν κραιπνοῖσι καὶ λακτίσμασιν

   220ὥ̣[ς]τ̣’ εἰσακοῦσαι κεἰ λίαν κωφός τις ᾖ.

  ‹ΚΥΛΛΗΝΗ·› θῆρες, τί̣ [τό]νδε χλοερὸν ὑλώδη πάγον

  ἔν̣[θ]ηρο̣ν ὡρμήθητε σὺν πολλῇ βοῇ;

  τίς ἥδε τέχνη; τίς μετάστασις πόνων,

  οὓς πρόσθεν εἶχες δεσπότῃ χάριν φέρων,

   225 υ..ι̣νος αἰεὶ νεβρίνῃ καθημμέν[ο]ς

  δορᾷ χερ[ο]ῖ̣ν τ̣ε̣ θ̣ύ̣ρ̣σ̣[ο]ν̣ εὐπαλῆ φέρων

  ὄπισθεν εὐίαζες ἀμφὶ τὸν θεὸν

  σὺν ἐγγόνοις νύμφ�
�ισι καἰπόλων ὄχλῳ;

  νῦν δ’ ἀγνοῶ τὸ χρῆμα· ποῖ στροφαὶ νέα̣ι̣

   230 μανιῶν στρέφουσι; θαῦμα γὰρ κατέκλ̣[υ]ο̣ν

  ὁμοῦ πρέπον κέλευμά πως κυ̣ν̣η̣γετ[ῶ]ν

  ἐγγὺς μολόντων θηρὸς εὐναί[ου] τ̣ρο̣[.]ης,

  ὁμοῦ δ’ αναυτι̣[..].. β̣ασ̣φωρ[...].(.)[.. ]

  γλώσσης ἐτειν.[..]ι̣ς κλοπὴν .[.....].έν̣αι·

   235 αὖτις δ’ α[....]τ̣[....].. με̣νων [........]α

  κηρυκ[..]..ι̣[.....]. κ̣ηρυγμα [

  καὶ τ[α]ῦ̣τ’ ἀφεῖσα ... ποδῶν λακ[

  [κ]λ̣ηδὼ̣ν ὁμοῦ πάμ̣φ̣υρ̣[τ]’ ἐ̣γ̣ειτν[ι

  [...] τ̣αῦτ’ ἂν̣ ἄλ̣λ̣ωσ̣ ἢ̣ κλ̣[.].....μ̣[

   240 [....]ω̣ν ἀκο̣[ύ]σ̣ασ̣’ ὧ̣δ̣ε̣ παραπεπαισμέν[

  ...[...]φ̣.[.]η̣[.].... ν̣ω̣ν ὑμᾶς νοσεῖν̣

  νο[.........]ν̣ε̣τ̣ι̣π̣οειτ’ ἀναιτίαν.

  ΧΟ.    νύμφη βαθύζωνεπ..[         στρ.

     τοῦδ’· οὔτε γὰρ νεῖκος η[

   245    δᾴ[ο]υ μάχας οὐδ’ ἀξενο[

     γλ[ῶ]σσαν μάταιός τ[

     μή με μὴ προψαλ̣[

     ἀλλ’ [εὐ]πετῶς μοι πρ[

     μ’ ἐν [τ]όπ̣οις τοισ[

   250    στως ἐγήρυσε θέσπιν αὐδά̣[ν.

  ‹ΚΥ.› ταῦτ’ ἔστ’ ἐκείνων νυμ̣[

  καὶ τοῖσδε θηρῶν ἐκπύ[

  ἀλκασμάτω̣ν δ[....].[

  νύμφης· ἐμοὶ γὰ[ρ..].[

   255 ὀρθοψάλακτον εν[.]...[..]ιν̣[

  ἀλλ’ ἥσυχος πρόφαινε καὶ μ̣[..]..[

  ὅτου μάλιστα πράγματος χρείαν ἔχεις.

  ‹ΧΟ.› τόπων ἄνασσα τῶν[δ]ε, Κυλλήνης σθένος,

  ὅτου μὲν οὕνεκ’ ἦλθ[ο]ν̣, ὕστερον φράσω·

   260 τὸ φθέγμα δ’ ἡμῖ̣ν̣ τοῦ[θ’] ὅπερ φωνεῖ φράσον

  καὶ τίς ποτ’ αὐτῷ δι[α]χαράσσεται βροτῶν.

  ‹ΚΥ.› ὑμᾶς μὲν αὐτοὺς χρ̣ὴ̣ τάδ’ εἰδέναι σαφῶς

  ὡς, εἰ φανεῖτε τὸν λ̣[ό]γ̣ον τὸν ἐξ ἐμοῦ,

  αὐτοῖσιν ὑμῖ̣[ν ζ]η̣μία πορίζεται·

   265 καὶ γὰρ κέκρυπτ̣[αι] τοὖργον ἐν [θ]ε[ῶ]ν̣ ἕδραις,

  Ἥραν ὅπως μ[ὴ πύ]στ[ι]ς ἵξετα[ι] λ̣όγου.

  Ζ̣[εὺ]σ̣ γ[ὰρ] κρυφ[........].ην Ἀ[τ]λαντίδος

  [         ]εύσατο·

  [         ]υ̣..[.]φιλας

   270 [.......] λήθῃ τῆς βαθυζώνου θεᾶς

  [.......].ς δὲ παῖδ’ ἐφίτυσεν μόνον·

  [........] χερσὶ ταῖς ἐμαῖς ἐγ̣ὼ̣ τρέφω·

  [...... γ]ὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται·

  [......]α̣ καὶ ποτῆτα καὶ κοιμήματα

   275 [πρὸς σπ]αργάνοις μένουσα λικνῖτιν τροφὴν

  [ἐξευθ]ετίζω νύκτα καὶ καθ’ ἡμέραν.

  [παῖς δ’ α]ὔξεται κατ’ ἦμαρ οὐκ ἐπεικότα

  [.....]στος, ὥστε θαῦμα καὶ φόβος μ’ ἔχει.

  [.... γ]ὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμένος

   280 [.....]ς ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν,

  κἀξορμενίζει κοὐκέτι σχολάζεται

  βλάστη· τοιόνδε παῖδα θησαυρὸς στέγει.

  [.......]τό̣σ̣[...]’ ἐστι τοῦ πατρὸς θέσει.

  [............. φ]θ̣έγμα μηχανῇ βρέμ[

   285 αφ̣[      ca. 17 ll.      ]ς ἡμέρᾳ μιᾷ

  καπ̣.[..].εθα[ ca. 10 ll. ]ανήσατο̣·

  ἐξ ὑπτίας κ[   ca. 11 ll.   ].ς ἡδονῇ

  τοιόνδε θη[   ca. 11 ll.   ]αι κατωδ[

  ἔμμεστον α[   ca. 10 ll.   ] παῖς β̣οῆς.

   290 ‹ΧΟ.›    ἄφραστ̣[  ca. 7 ll.  ]μαζεισ̣[         ἀντ.

     παιδο[    ]. λεγε.[

     θηρευμ[    ]σ̣εθου̣[

     φώνημ[     ]ον[

     τονδαφ[      ]

   295    τὼς ἐξεφ̣[           ]ε[

     ροντ’ ἄπα̣[

     τος πορίζειν τοιάνδε γῆρυν.

  ‹ΚΥ.› μὴ νῦν ἀπίστει· πιστὰ γάρ σε προσγελᾷ θεᾶς ἔπη.

  ‹ΧΟ.› καὶ πῶς πίθωμαι τοῦ θανόντος φθέγμα τοιοῦτον βρέμειν;

   300 ‹ΚΥ.› πιθοῦ· θανὼν γὰρ ἔσχε φωνήν, ζῶν δ’ ἄναυδος ἦν ὁ θήρ.

  ‹ΧΟ.› ποῖός τις ἦν εἶδος; πρ[ο]μήκης, ἢ ‘πίκυρτος, ἢ βραχύς;

  ‹ΚΥ.› βραχύς, χυτροίδης, πο[ι]κίλῃ δορᾷ κατερρικνωμένος.

  ‹ΧΟ.› ὡς αἰέλουρος εἰκάσαι πέφυκεν ἢ τὼς πόρδαλις;

  ‹ΚΥ.› πλεῖ̣σ̣τ̣ο̣ν με[τ]αξύ· γογγύλον γάρ ἐστι καὶ βραχυσκελές.

   305 ‹ΧΟ.› οὐδ’ ὡς ἰχνευτῇ προσφερὲς πέφυκεν οὐδ’ ὡς καρκίνῳ;

  ‹ΚΥ.› οὐδ’ αὖ τοιοῦτ[ό]ν̣ ἐστιν· ἀλλ’ ἄλλον τιν’ ἐξευροῦ τρόπον.

  ‹ΧΟ.› ἀλλ’ ὡς κε̣ρ̣άστ̣[η]ς κάνθαρος δῆτ’ ἐστὶν Αἰτναῖος φυήν;

  ‹ΚΥ.› νῦν ἐγγὺς ἔγν[ως] ᾧ μάλιστα προσφερὲς τὸ κνώδαλον.

  ‹ΧΟ.› τ̣[......] φ̣ων[..]ν̣ ἐστιν αὐτοῦ, τοὐντὸς ἢ τοὔξω, φράσον.

   310 ‹ΚΥ.› [.........]λο[..φ]ορίνη σύγγονος τῶν ὀστράκων.

  ‹ΧΟ.› [         ca. 16 ll.  ]ν̣ε[...]. πόρσυνον, εἴ τι πλ̣έ̣ο̣ν ἔχεις.

  ‹ΚΥ.› [         ca. 21 ll.       ]υ̣ν δ’ αὖ λύραν ὁ παῖς κ̣αλεῖ.

  ‹ΧΟ.› [         ca. 22 ll.       ]. κτέανον ..ύ̣[.]τῳ τινι;

  ‹ΚΥ.› [         ca. 23 ll.       ] δέρμα κ[..].τ.οφ[

   315 ‹ΧΟ.› [         ca. 23 ll.        ]ο̣ν ὧδ[ε] κλαγγάνε̣ι̣ .[

  ‹ΚΥ.› ἐνήλατα ξύλα ‹γε› τρίγομφα διατόρως ἐρείδεται

  [         ca. 24 ll.    ]πλεκτασ̣[...]με[

  [         ca. 25 ll.     ]λάδος κ[....].̣[

  [         ca. 25 ll.     ]λ̣οπες δε[...]ν.[

   320 [         ca. 25 ll.     ]αμματω [.(.)..]χε[

 
; [         ca. 26 ll.      ]ον[.......]α̣ντ̣[

  [       ]α.[

  [       ]ε̣μ[

  [       ].ε.[

   325 καὶ τοῦτο λύπη[ς] ἔστ’ ἄκεστρον

     καὶ παραψυκ[τ]ήρ̣[ιο]ν̣

  κείνῳ μόνον, χα[ί]ρει δ’ ἀλύων καί τι προσφων[

  ξύμφωνον· ἐξα[ί]ρει γὰρ αὐτὸν αἰόλισμα τῆς λ[ύ]ρ̣α̣σ̣.

  οὕτως ὁ παῖς θανόντι θηρὶ φθέγμ’ ἐμηχανήσατ[ο.

  ΧΟ.    ‹›οψάλακτόσ̣ τις ὀμφὴ κατοιχνεῖ τόπου,      στρ.

   330    πρεπτὰ ‹ˉ› δὴ̣ τ̣όνου φάσματ’ ἔγ̣-

     χωρ’ ἐπανθεμίζει.

     τὸ πρᾶγμα δ’ οὗπερ πορεύω βάδην,

     ἴσθι τὸν δα[ί]μον’, ὅστις ποθ’ ὃς

     ταῦτ’ ἐτεχνήσατ’ - οὐκ ἄλλος ἐστὶν κλ̣[οπεὺς

   335    ἀντ’ ἐκείνου, γύναι, σάφ’ ἴσθι.

     σὺ δ’ ἀντὶ τῶνδε μὴ χαλε-

     φ̣θῇς ἐμοὶ ‹μη›δὲ δυσφορηθῇς.

  ‹ΚΥ.› [........ ̣]νησ̣ε· τίνα κλοπὴν ὠνείδισ̣[ας;

  ‹ΧΟ.› [       ca. 14 ll.  ].ειρα χειμαζε̣ιν[

   340 ‹ΚΥ.› [       ca. 16 ll.    ]ν̣τα φιλήτην κα̣[

  ‹ΧΟ.› [       ca. 17 ll.     ]αν αὐτῇ τῇ κλο[πῇ.

  ‹ΚΥ.› [       ca. 18 ll.       ε]ἴ̣ γε τἀλ̣ηθ̣ῆ λ̣έ̣[γεις.

  ‹ΧΟ.› [       ca. 18 ll.      ]αληθῆ λέγ[ω.

  [       ca. 19 ll.       ]φεναισαφ[

   345 [       ca. 19 ll.       ]δε βοῦς πάνυ

  [       ca. 19 ll.       ]ᾳ καθήρ[μ]ο[σε

  [       ca. 19 ll.       ]λου τεμὼν

  [       ca. 20 ll.        ]φ̣ο̣..[.]ρα[

  desunt versus tres (pot. qu. duo)

  [  ca. 11 ll.   ] ἄρτι μανθάνω χρόνῳ

 

‹ Prev