by Onasander
IV. Περὶ τοῦ ὅτι δεῖ τὴν ἀρχὴν τοῦ πολέμου ἐξ εὐλόγου αἰτίας ἐπάγειν
[1] Τὰς δ’ ἀρχὰς τοῦ πολέμου μάλιστά φημι χρῆναι φρονίμως συνίστασθαι καὶ μετὰ τοῦ δικαίου πᾶσι φανερὸν γίγνεσθαι πολεμοῦντα· τότε γὰρ καὶ θεοὶ συναγωνισταὶ τοῖς στρατεύουσιν εὐμενεῖς καθίστανται, καὶ ἄνθρωποι προθυμότερον ἀντιτάττονται τοῖς δεινοῖς· [2] εἰδότες γάρ, ὡς οὐκ ἄρχουσιν ἀλλ’ ἀμύνονται, τὰς ψυχὰς ἀσυνειδήτους κακῶν ἔχοντες ἐντελῆ τὴν ἀνδρείαν εἰσφέρονται, ὡς, ὅσοι γε νομίζουσι νεμεσήσειν τὸ θεῖον ἐπὶ τῷ παρὰ τὸ δίκαιον ἐκφέρειν πόλεμον, αὐτῇ τῇ οἰήσει, κἂν μή τι δεινὸν ἀπὸ τῶν πολεμίων ἀπαντήσειν μέλλῃ, προκατορρωδοῦσιν. [3] διὰ τοῦτο δεῖ τὸν στρατηγόν, ὧν τε βούλεται τυχεῖν καὶ ὧν μὴ παραχωρῆσαι, λόγῳ καὶ πρεσβείαις προκαλεῖσθαι πρῶτον, ἵν’ ἐν τῷ μὴ συγκαταβαίνειν τοῖς ἀξιουμένοις τοὺς ἐναντίους ἀνάγκῃ δοκῇ, καὶ μὴ προαιρέσει τὴν δύναμιν ἐξάγειν πολεμήσουσαν, ἐπιμαρτυράμενος τὸ θεῖον, ὡς οὔτε καταφρονῶν ὧν συμβαίνει τοὺς πολεμοῦντας πάσχειν, ἀνεμεσήτως ἔπεισιν, οὔτε ἐκ παντὸς τρόπου τὰ δεῖνα δρᾶσαι προῃρημένος τοὺς πολεμίους. [4] εἰδέναι δὲ χρή, καθότι οὐ μόνον οἰκίας καὶ τείχους ἐδραιότερον ὑφίστασθαι δεῖ τὸν θεμέλιον, ὡς ἀσθενοῦς γε ὄντος συγκαταρρυησομένων καὶ τῶν ἐποικοδομουμένων, ἀλλὰ καὶ πολέμου τὰς ἀρχὰς δεῖ κατασκευασάμενον ἰσχυρῶς καὶ κρηπῖδα περιθέμενον ἀσφαλείας, οὕτως ἐξάγειν τὰς δυνάμεις· ὧν γὰρ ἀσθενῆ τὰ πράγματά ἐστιν, ἐπειδὰν οὗτοι μέγα βάρος ἀναλάβωσιν πολέμου, ταχὺ θλίβονται καὶ ὑστεροῦσιν. [5] ὅθεν, ὥσπερ ἀγαθὸν κυβερνήτην ἐκ λιμένος ἐξαρτυσάμενον τὸ σκάφος καὶ τὰ παρ’ αὑτῷ ἅπαντα ποιήσαντα, τότ’ ἐπιτρέπειν χρὴ τῇ τύχῃ, ὡς αἴσχιστόν γε καὶ σφαλερὸν ὑποδείξαντα πολέμου κίνησιν, ὥστε καὶ διὰ θαλάττης ἤδη καὶ διὰ γῆς ἄγειν τὸ στράτευμα, κἄπειτα πρύμναν κρούεσθαι· [6] τῆς μὲν γὰρ ἀνοίας καὶ προπετείας ἕκαστος κατεγέλασεν, τῆς δ’ ἀσθενείας κατεφρόνησεν, οἱ δ’ ἐχθροί, οἵτινές ποτ’ ἂν ὦσιν, κἂν μὴ πάθωσιν, ὡς οὐχὶ μὴ βουληθέντας ἀλλ’ οὐ δυνηθέντας διαθεῖναί τι δικαίως ἐμίσησαν.
V. Περὶ τοῦ ἐξιλεοῦσθαι πρῶτον ὑπὲρ τῶν ἁμαρτιῶν τὸ θεῖον ὁ στρατηγὸς ἐξάγων εἰς πόλεμον
Ἐξαγέτω δὲ τὰς δυνάμεις ὁ στρατηγὸς καθαρὰς ἢ οἷς νόμοι ἱεροὶ ἢ οἷς μάντεις ὑφηγοῦνται καθαρσίοις, πᾶσαν, εἴ τις ἢ δημοσίᾳ κηλὶς ἢ ἰδίου μολύσματος ἑκάστῳ σύνεστιν, ἀποδιοπομπούμενος.
VI. Περὶ τοῦ ἄγειν ἐν τάξει τὸ στρατόπεδον
[1] Ἀγέτω δὲ τὸ στράτευμα πᾶν ἐν τάξει, κἂν μήπω μέλλῃ συμβάλλειν, ἀλλὰ διὰ μακρᾶς ὁδοῦ περαιοῦσθαι καὶ πολλῶν ἡμερῶν ἀνύειν πορείαν, καὶ ἐν τῇ φιλίᾳ καὶ ἐν τῇ πολεμίᾳ· διὰ μὲν τῆς φιλίας, ἵνα ἐθίζηται τὰ στρατεύματα μένειν ἐν τάξει καὶ συμφυλάττειν τοὺς ἰδίους λόχους καὶ ἕπεσθαι τοῖς ἡγεμόσιν, διὰ δὲ τῆς πολεμίας πρὸς τὰ ἐξαίφνης ἐπιβουλὰς γιγνομένας, ἵνα μὴ ἐν ὄξει καιρῷ θορυβούμενοι καὶ ἐπαναθέοντες καὶ ἄλλοι πρὸς ἄλλους φερόμενοι μηδὲν μὲν ἀνύσωσι φθασθέντες, πολλὰ δὲ καὶ δεῖνα πάθωσιν, ἀλλ’ ἅμα καὶ εἰς πορείαν ὦσιν ἐπιδέξιοι καὶ εἰς μάχην εὐτρεπεῖς, ἔχοντες καὶ τὸ σύνθημα καὶ ἀλλήλους ἐν τάξει βλέποντες. [2] συστέλλειν δὲ πειράσθω τὴν πορείαν τοῦ στρατεύματος, ὡς ἑνὶ μάλιστα, πρὸς ὀλίγον, καὶ διὰ τοιούτων, ἂν δυνατὸν ᾖ, χωρίων ἀγέτω τὰς τάξεις, δι’ ὧν οὐκ ἂν ἐκθλιβόμεναι στεναὶ καὶ οὐκ ἔχουσαι πλάτος ἐκ πλευρᾶς ἐπὶ μήκιστον ἐκταθεῖεν· [3] καὶ γὰρ εὐπαθέστεραι γίγνονται πρὸς τὰς αἰφνιδίους τῶν πολεμίων ἐπιφανείας αἱ τοιαῦται καὶ ἥκιστα δραστήριοι· ἂν τε γάρ σφισι κατὰ μέτωπον ὑπαντήσωσιν οἱ πολέμιοι πλατύτεροι τεταγμένοι, ῥᾳδίως αὐτοὺς τρέπονται, καθάπερ οἱ τοὺς ἐπὶ κέρως ὄντας ἐν ταῖς μάχαις κυκλούμενοι, ἄν τε κατὰ μέσην τὴν δύναμιν ἐκ πλευρᾶς ἐπιβάλωσι, ταχὺ διέσπασαν αὐτῶν τὴν πορείαν καὶ διέκοψαν — ἐπιστρεψάντων γὰρ αὐτῶν εἰς φάλαγγα πρὸς ἄμυναν ἀσθενὴς ἡ μάχη γίνεται καὶ οὐκ ἔχουσα βάθος — , ἐάν τε τοῖς κατόπιν, ἡ κατὰ νώτου μάχη δεινὴ καὶ προφανῆ τὸν ὄλεθρον ἔχουσα, κἂν ἐπιστρέψαι δὲ τολμήσωσιν εἰς μέτωπον, ἡ αὐτὴ γίγνεται μάχη τοῖς ἐν τῇ πρωτοπορείᾳ τεταγμένοις· ταχὺ γὰρ αὐτοὺς περιστήσονται. [4] συμβαίνει δὲ καὶ τὰς παραβοηθείας δυσχερεῖς καὶ ἀπράκτους γίνεσθαι· τῶν γὰρ ἀπὸ τῆς οὐραγίας τοῖς εἰς τὴν πρωτοπορείαν βουλομένων βοηθεῖν ἢ τῶν πρώτων τοῖς κατόπιν βραδεῖα ἡ ἄφιξις καὶ οὐ κατὰ καιρὸν γίγνεται, διὰ πολλῶν, ὧν ὑστεροῦσιν ἢ προηγοῦνται, σταδίων ἰέναι προθυμουμένων.
[5] Ἡ δὲ συνεσταλμένη πορεία καὶ τετράγωνος ἡ μὴ πάνυ παραμήκης εἰς πάντα καιρὸν εὐμεταχείριστός ἐστι καὶ ἀσφαλής. ἔστι δ’ ὅτε καὶ συνέβη τι τοιοῦτον ἐκ τῶν ἐκτεινομένων στρατευμάτων, ὥστε Πανικὰ καὶ πτοίας ἀμφιδόξους ἐμπίπτειν· ἐνίοτε γὰρ οἱ πρῶτοι καταβεβηκότες ἐξ ὀρεινῶν εἰς ψιλὰ καὶ ἐπίπεδα χωρία θεασάμενοι τοὺς κατόπιν ἐπικαταβαίνοντας ἔδοξαν εἶναι πολεμίων ἔφοδον, ὥστε μελλῆσαι προσβάλλειν ὡς ἐχθροῖς, τινὰς δὲ καὶ εἰς χεῖρας ἐλθεῖν ἤδη.
[6] Λαμβανέτω δὲ τὴν θεραπείαν καὶ τὰ ὑποζύγια καὶ τὴν ἀποσκευὴν ἅπασαν �
�ν μέσῃ τῇ δυνάμει καὶ μὴ χωρίς· ἂν δὲ μὴ τὰ κατόπιν ἀσφαλῆ πάνυ καὶ εἰρηναῖα νομίζῃ, καὶ τὴν οὐραγίαν ἐκ τῶν ἐρρωμενεστάτων καὶ ἀνδρειοτάτων συνιστάσθω, μηθὲν διαφέρειν αὐτὴν οἰόμενος πρὸς τὰ συμβαίνοντα τῆς πρωτοπορείας.
[7] Προπεμπέτω δὲ ἱππεῖς τοὺς διερευνησομένους τὰς ὁδούς, καὶ μάλισθ’, ὅτ’ ἂν ὑλώδεις καὶ περικεκλασμένας λόφοις ἐρημίας διεξίῃ· πολλάκις γὰρ ἐνέδραι πολεμίων ὑποκαθέζονται, καὶ λαθοῦσαι μὲν ἔστιν ὅτε τὰ ὅλα συνέτριψαν τῶν ἐναντίων πράγματα, μὴ λαθοῦσαι δὲ διὰ μικρᾶς φροντίδος φρόνησιν μεγάλην ἐμαρτύρησαν τῷ πολεμίῳ στρατηγῷ. [8] τὴν μὲν γὰρ πεδιάδα καὶ ψιλὴν ἡ πάντων ὄψις ἱκανὴ προερευνήσασθαι· καὶ γὰρ κονιορτὸς ἀναφερόμενος μέθ’ ἡμέραν ἐμήνυσεν τὴν τῶν πολεμίων ἔφοδον, καὶ πυρὰ καιόμενα νύκτωρ ἐπύρσευσεν τὴν ἐγγὺς στρατοπεδεῖαν.
[9] Ἀγέτω δὲ τὰς δυνάμεις, μὴ μέλλων μὲν ἐκτάξειν εἰς μάχην, ἐὰν ἐπείγηταί τι φθάνειν συντομώτερον, εἰ ἀσφαλὲς εἶναι νομίζοι, καὶ νύκτωρ· μέλλων δὲ κρίνειν ἅμα τῷ σύνοπτον γενέσθαι τοῖς πολεμίοις εὐθὺς τὰ πράγματα διὰ μάχης σχολῇ προΐτω καὶ μὴ πολλὴν ἀνυέτω· πολλάκις γὰρ πρὸ τῶν κινδύνων ὁ κόπος ἐδαπάνησεν τὴν ἀκμὴν τῶν σωμάτων.
[10] Διοδεύων δὲ συμμαχίδα γῆν παραγγελλέτω τοῖς στρατεύμασιν ἀπέχεσθαι τῆς χώρας, καὶ μήτ’ ἄγειν τι μήτε φθείρειν· ἀφειδὲς γὰρ πλῆθος ἅπαν ἐν ὅπλοις, ὅτ’ ἂν ἔχῃ τὴν τοῦ δύνασθαί τι ποιεῖν ἐξουσίαν, καὶ ἡ ἐγγὺς ὄψις ἀγαθῶν δελεάζει τοὺς ἀλογίστους ἐπὶ πλεονεξίαν· μικραὶ δὲ προφάσεις ἢ ἀπηλλοτρίωσαν συμμάχους ἢ καὶ παντελῶς ἐξεπολέμωσαν. [11] τὴν δὲ τῶν πολεμίων φθειρέτω καὶ καιέτω καὶ τεμνέσθω· ζημία γὰρ χρημάτων καὶ καρπῶν ἔνδεια μειοῖ πόλεμον, ὡς περιουσία τρέφει. προανατεινέσθω μέντοι πρῶτον, ὃ μέλλει ποιεῖν· πολλάκις γὰρ ἡ τοῦ μέλλοντος ἔσεσθαι δεινοῦ προσδοκία συνηνάγκασε, πρὶν ἢ παθεῖν, ὑποσχέσθαι τι τοὺς κινδυνεύοντας ὧν πρότερον οὐκ ἐβουλήθησαν ποιεῖν· ἐπειδὰν δ’ ἅπαξ πάθωσιν, ὡς οὐδὲν ἔτι χεῖρον ὀψόμενοι τῶν λοιπῶν καταφρονοῦσιν. [12] εἰ δὲ πολὺν ἐν τῇ πολεμίᾳ μέλλει καταστρατοπεδεύειν χρόνον, τοσαῦτα καὶ τοιαῦτα φθειρέτω τῆς χώρας ὧν αὐτὸς οὐχ ἕξει χρεῖαν, ἄττα δὲ ἀναγκαῖα φυλαχθέντα τοῖς φιλίοις ἔσται, τούτων φειδέσθω.
[13] Τῶν δὲ δυνάμεων ἐκπεπληρωμένων μήτ’ ἐπὶ τῆς ἰδιοκτήτου μήτ’ ἐπὶ τῆς ὑπηκόου μήτ’ ἐπὶ τῆς συμμαχίδος καθεζόμενος ἐγχρονιζέτω χώρας· τοὺς γὰρ ἰδίους ἀναλώσει καρποὺς καὶ ζημιώσει πλέον τοὺς φίλους ἢ τοὺς πολεμίους· μεταγέτω δ’ ὡς θᾶττον, ἐὰν ἀκίνδυνα ᾖ τὰ οἴκοι, τὰς δυνάμεις· ἐκ γὰρ τῆς πολεμίας, εἰ μὲν εἴη δαψιλὴς καὶ εὐδαίμων, τροφὴν ἕξει καὶ ἄφθονον, εἰ δὲ μή, τήν γε φιλίαν οὐ λυμανεῖται, πολλὰ δ’ ὅμως καὶ ἀπὸ λυπρᾶς τῆς ἀλλοτρίας ἕξει πλεονεκτήματα.
[14] Φροντιζέτω δὲ περί τε ἀγορὰς καὶ τῆς τῶν ἐμπόρων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν παραπομπῆς, ἵν’ ἀκινδύνου τῆς παρουσίας σφίσιν οὔσης ἀόκνως παρακομίζωσι τὸν εἰς τὰ ἐπιτήδεια φόρτον.
VII. Περὶ τοῦ ὅταν διὰ στενῶν μέλλῃ τὸ στρατόπεδον ἄγειν
[1] Ἐπειδὰν δὲ ἤτοι διὰ στενῶν μέλλῃ ποιεῖσθαι τὴν πάροδον ἢ δι’ ὀρεινῆς καὶ δυσβάτου χώρας ἄγειν τὸν στρατόν, ἀναγκαῖον προεκπέμποντά τι μέρος τῆς δυνάμεως προκαταλαμβάνεσθαι τάς τε ὑπερβολὰς καὶ τὰς τῶν στενῶν παρόδους, μὴ φθάσαντες οἱ πολέμιοι καὶ καταστάντες ἐπὶ τῶν ἄκρων κωλύσωσι τὴν διεκβολὴν ποιεῖσθαι. [2] τὸ δ’ αὐτὸ πεφροντίσθω, κἂν αὐτὸς δεδίῃ πολεμίων εἰσβολήν· οὐ γὰρ δὴ δρᾶσαι μὲν χρήσιμον, φυλάξασθαι δὲ παθεῖν οὐκ ἀναγκαῖον, οὐδὲ φθάσαι μὲν αὐτοὺς εἰσβαλόντας εἰς τὴν πολεμίαν ἐπεῖγον, ἀποκλεῖσαι δὲ τοὺς ἐναντίους ἐπὶ σφᾶς ἰόντας οὐ προνοητέον.
VIII. Περὶ τοῦ ποιεῖν χάρακα
[1] Ἐν δὲ δὴ τῇ τῶν ἐχθρῶν καταστρατοπεδεύων χάρακα περιβαλέσθω καὶ τάφρον, κἂν ἐφ’ ἡμέραν μέλλῃ τὴν παρεμβολὴν θήσειν· ἀμετανόητος γὰρ ἡ τοιαύτη καὶ ἀσφαλὴς στρατοπεδεία διὰ τὰς αἰφνιδίους καὶ ἀπρολήπτους ἐπιβολάς. καθιστάτω δὲ φύλακας, κἂν μακρὰν εἶναι νομίζῃ τοὺς πολεμίους, ὡς ἐγγὺς ὄντων. [2] ὅποι δ’ ἂν μέλλῃ πολυχρόνιον τίθεσθαι τὴν παρεμβολὴν οὐκ ἀντεπιόντων τῶν πολεμίων, ἐπὶ τῷ φθείρειν τὴν χώραν ποιούμενος τὴν μόνην ἢ καὶ καιροῖς ἐφεδρεύων βελτίοσιν, ἐκλεγέσθω χωρία μὴ ἑλώδη μηδὲ νοτερά· τὰ γὰρ τοιαῦτα ταῖς ἀναφοραῖς καὶ ταῖς ἀπὸ τῶν τόπων δυσωδίαις νόσους καὶ λοιμοὺς ἐμβάλλει στρατεύμασι, καὶ πολλῶν μὲν ἐκάκωσε τὰς εὐεξίας, πολλοὺς δὲ ἀπώλεσεν, ὥστε μὴ μόνον ὀλίγον, ἀλλὰ καὶ ἀσθενὲς ἀπολείπεσθαι στράτευμα.
IX. Περὶ τοῦ συνεχῶς ὑπαλλάσσειν τὰ ἄπληκτα
[1] Χρήσιμον δέ που καὶ σωτήριον στρατοπέδῳ μηδ’ ἐπὶ τῆς αὐτῆς μένειν παρεμβολῆς, ἐὰν μὴ χειμαδεύῃ καὶ τοῖς σκηνώμασι διὰ τὴν ὥραν τοῦ καιροῦ πεπολισμένη τυγχάνῃ· αἱ γὰρ τῶν ἀναγκαίων ἐκκρίσεις ἐπὶ τῶν αὐτῶν γιγνόμεναι χωρίων ἀτμοὺς διεφθορότας ἀναπέμπουσαι συμμεταβάλλουσιν καὶ τὴν τοῦ περιέχοντος ἀέρος χύσιν. [2] ἐν δὲ ταῖς χειμασίαις γυμναζέτω τὰ στρατόπεδα καὶ πολεμικὰ καὶ σύντροφα ποιείσθω τοῖς δεινοῖς, μήτ’ ἀργεῖν ἐὼν
μήτε ῥᾳθυμεῖν· ἡ μὲν γὰρ ἀργία τὰ σώματα μαλθακὰ καὶ ἀσθενῆ κατεσκεύασεν, ἡ δὲ ῥᾳθυμία τὰς ψυχὰς ἀνάνδρους καὶ δειλὰς ἐποίησεν· αἱ γὰρ ἡδοναὶ δελεάζουσαι τῷ καθ’ ἡμέραν συνήθει τὰς ἐπιθυμίας διαφθείρουσι καὶ τὸν εὐτολμότατον. [3] ὅθεν οὐ μακρὰν ἀπάγειν τοὺς ἄνδρας τῶν πόνων· ἐπειδὰν γὰρ μετὰ χρόνον ἀναγκάζωνται πρὸς τὰ πολεμικὰ χωρεῖν, οὐθ’ ἡδέως ἐξίασιν οὔτ’ ἐπὶ πολὺ μένουσιν, ἀλλ’ ἐκδεδιῃτημένοι ταχὺ μὲν ὀρρωδοῦσι, πρὶν ἢ καὶ πείρασαι τὰ δεινά, ταχὺ δὲ καὶ πειράσαντες ἀποχωροῦσιν, οὔτ’ ἐλπίζειν οὔτε φέρειν τοὺς κινδύνους δυνάμενοι.