ἐμοὶ μέντοι δοκοῦσιν ἅπαντες ἁμαρτάνειν οἱ πεισθέντες ἓν καὶ τὸ αὐτὸ ἔθνος εἶναι τὸ Τυρρηνικὸν καὶ τὸ Πελασγικόν. τῆς μὲν γὰρ ὀνομασίας ἀπολαῦσαί ποτε αὐτοὺς τῆς ἀλλήλων οὐδὲν θαυμαστὸν ἦν, ἐπεὶ καὶ ἄλλα δή τινα ἔθνη, τὰ μὲν Ἑλλήνων, τὰ δὲ βαρβάρων, ταὐτὸν ἔπαθεν, ὥσπερ τὸ Τρωικὸν καὶ τὸ Φρυγικὸν ἀγχοῦ οἰκοῦντα ἀλλήλων: ῾πολλοῖς γέ τοι γένος ἓν ἄμφω ταῦτ᾽ ἐνομίσθη, κλήσει διαλλάττον οὐ φύσεἰ καὶ οὐχ ἥκιστα τῶν ἄλλοθί που συνωνυμίαις ἐπικερασθέντων καὶ τὰ ἐν Ἰταλίᾳ [2] ἔθνη τὸ αὐτὸ ἔπαθεν. ἦν γὰρ δὴ χρόνος ὅτε καὶ Λατῖνοι καὶ Ὀμβρικοὶ καὶ Αὔσονες καὶ συχνοὶ ἄλλοι Τυρρηνοὶ ὑφ᾽ Ἑλλήνων ἐλέγοντο, τῆς διὰ μακροῦ τῶν ἐθνῶν οἰκήσεως ἀσαφῆ ποιούσης τοῖς πρόσω τὴν ἀκρίβειαν: τήν τε Ῥώμην αὐτὴν πολλοὶ τῶν συγγραφέων [p. 46] Τυρρηνίδα πόλιν εἶναι ὑπέλαβον. ὀνομάτων μὲν οὖν ἐναλλαγήν, ἐπεὶ καὶ βίων, πείθομαι τοῖς ἔθνεσι γενέσθαι: κοινοῦ δὲ ἄμφω μετειληφέναι γένους οὐ πείθομαι, πολλοῖς τε ἄλλοις καὶ μάλιστα ταῖς φωναῖς αὐτῶν διηλλαγμέναις καὶ οὐδεμίαν ὁμοιότητα σωζούσαις τεκμαιρόμενος. [3] ῾καὶ γὰρ δὴ οὔτε Κροτωνιῆταἰ ὥς φησιν Ἡρόδοτος ῾οὐδαμοῖσι τῶν νῦν σφεας περιοικεόντων εἰσὶν ὁμόγλωσσοι οὔτε Πλακιηνοί, σφίσι δ᾽ ὁμόγλωσσοι. δηλοῦσι δὲ ὅτι, τὸν ἠνείκαντο γλώσσης χαρακτῆρα μεταβαίνοντες ἐς ταῦτα τὰ χωρία, τοῦτον ἔχουσιν ἐν φυλακᾖ. καίτοι θαυμάσειεν ἄν τις, εἰ Πλακιανοῖς μὲν τοῖς περὶ τὸν Ἑλλήσποντον οἰκοῦσιν ὁμοίαν διάλεκτον εἶχον οἱ Κροτωνιᾶται, ἐπειδὴ Πελασγοὶ ἦσαν ἀμφότεροι ἀρχῆθεν, Τυρρηνοῖς δὲ τοῖς ἔγγιστα οἰκοῦσι μηδὲν ὁμοίαν. εἰ γὰρ τὸ συγγενὲς τῆς ὁμοφωνίας αἴτιον ὑποληπτέον, θάτερον δή που τῆς διαφωνίας: [4] οὐ γὰρ δὴ κατά γε τὸ αὐτὸ ἐγχωρεῖ νομίζειν τἀμφότερα. καὶ γὰρ δὴ τὸ μὲν ἕτερον καὶ λόγον τιν᾽ ἂν εἶχε γενόμενον, τὸ δὴ τοὺς πρόσω τὰς οἰκήσεις ἀπ᾽ ἀλλήλων ποιησαμένους ὁμοεθνεῖς μηκέτι διασώζειν τὸν αὐτὸν τῆς διαλέκτου χαρακτῆρα διὰ τὰς πρὸς τοὺς πέλας ὁμιλίας: τὸ δὲ τοὺς ἐν τοῖς αὐτοῖς οἰκοῦντας χωρίοις μηδ᾽ ὁτιοῦν κατὰ τὴν φωνὴν ἀλλήλοις ὁμολογεῖν ἐκ ταὐτοῦ φύντας γένους οὐδένα λόγον ἔχει. [p. 47]
τούτῳ μὲν δὴ τῷ τεκμηρίῳ χρώμενος ἑτέρους εἶναι πείθομαι τῶν Τυρρηνῶν τοὺς Πελασγούς. οὐ μὲν δὴ οὐδὲ Λυδῶν τοὺς Τυρρηνοὺς ἀποίκους οἶμαι γενέσθαι: οὐδὲ γὰρ ἐκείνοις ὁμόγλωσσοί εἰσιν, οὐδ᾽ ἔστιν εἰπεῖν ὡς φωνῇ μὲν οὐκέτι χρῶνται παραπλησίᾳ, ἄλλα δέ τινα διασώζουσι τῆς μητροπόλεως γῆς μηνύματα. οὔτε γὰρ θεοὺς Λυδοῖς τοὺς αὐτοὺς νομίζουσιν οὔτε νόμοις οὔτ᾽ ἐπιτηδεύμασι κέχρηνται παραπλησίοις, ἀλλὰ κατά γε ταῦτα πλέον Λυδῶν διαφέρουσιν ἢ Πελασγῶν. [2] κινδυνεύουσι γὰρ τοῖς ἀληθέσι μᾶλλον ἐοικότα λέγειν οἱ μηδαμόθεν ἀφιγμένον, ἀλλ᾽ ἐπιχώριον τὸ ἔθνος ἀποφαίνοντες, ἐπειδὴ ἀρχαῖόν τε πάνυ καὶ οὐδενὶ ἄλλῳ γένει οὔτε ὁμόγλωσσον οὔτε ὁμοδίαιτον ὂν εὑρίσκεται. ὠνομάσθαι δ᾽ ὑφ᾽ Ἑλλήνων αὐτὸ τῇ προσηγορίᾳ ταύτῃ οὐδὲν κωλύει, καὶ διὰ τὰς ἐν ταῖς τύρσεσιν οἰκήσεις καὶ [3] ἀπ᾽ ἀνδρὸς δυνάστου. Ῥωμαῖοι μέντοι ἄλλαις αὐτὸ προσαγορεύουσιν ὀνομασίαις: καὶ γὰρ ἐπὶ τῆς χώρας, ἐν ᾗ ποτε ᾤκησαν, Ἑτρουρίας προσαγορευομένης Ἑτρούσκους καλοῦσι τοὺς ἀνθρώπους: καὶ ἐπὶ τῆς ἐμπειρίας τῶν περὶ τὰ θεῖα σεβάσματα λειτουργιῶν, διαφέροντας εἰς αὐτὴν ἑτέρων, νῦν μὲν Τούσκους ἀσαφέστερον, [p. 48] πρότερον δ᾽ ἀκριβοῦντες τοὔνομα ὥσπερ Ἕλληνες Θυοσκόους ἐκάλουν: αὐτοὶ μέντοι σφᾶς αὐτοὺς ἐπὶ τῶν ἡγεμόνων τινὸς Ῥασέννα τὸν αὐτὸν ἐκείνῳ [4] τρόπον ὀνομάζουσι. πόλεις δὲ ἅστινας ᾤκισαν οἱ Τυρρηνοὶ, καὶ πολιτευμάτων οὕς2τινας κατεστήσαντο κόσμους, δύναμίν τε ὁπόσην οἱ σύμπαντες καὶ ἔργα εἴ τινα μνήμης ἄξια διεπράξαντο, τύχαις τε ὁποίαις ἐχρήσαντο, ἐν ἑτέρῳ δηλωθήσεται λόγῳ. [5] τὸ δ᾽ οὖν Πελασγικὸν φῦλον, ὅσον μὴ διεφθάρη τε καὶ κατὰ τὰς ἀποικίας διεσπάσθη, διέμεινε δὲ ὀλίγον ἀπὸ πολλοῦ, μετὰ τῶν Ἀβοριγίνων πολιτευόμενον ἐν τούτοις ὑπελείφθη τοῖς χωρίοις, ὅπου σὺν χρόνῳ τὴν Ῥώμην οἱ ἔκγονοι αὐτῶν σὺν τοῖς ἄλλοις ἐπολίσαντο. καὶ τὰ μὲν ὑπὲρ τοῦ Πελασγικοῦ γένους μυθολογούμενα τοιάδε ἐστί.
μετὰ δὲ οὐ πολὺν χρόνον στόλος ἄλλος Ἑλληνικὸς εἰς ταῦτα τὰ χωρία τῆς Ἰταλίας κατάγεται, ἑξηκοστῷ μάλιστα ἔτει πρότερον τῶν Τρωικῶν, ὡς αὐτοὶ Ῥωμαῖοι λέγουσιν, ἐκ Παλλαντίου πόλεως Ἀρκαδικῆς ἀναστάς. ἡγεῖτο δὲ τῆς ἀποικίας Εὔανδρος Ἑρμοῦ λεγόμενος καὶ νύμφης τινὸς Ἀρκάσιν ἐπιχωρίας, ἣν οἱ μὲν Ἕλληνες Θέμιν εἶναι λέγουσι καὶ θεοφόρητον ἀποφαίνουσιν, οἱ δὲ τὰς Ῥωμαϊκὰς συγγράψαντες [p. 49] ἀρχαιολογίας τῇ πατρίῳ γλώσσῃ Καρμέντην ὀνομάζουσιν: εἴη δ᾽ ἂν Ἑλλάδι φωνῇ Θεσπιῳδὸς τῇ νύμφῃ τοὔνομα: τὰς μὲν γὰρ ᾠδὰς καλοῦσι Ῥωμαῖοι κάρμινα, τὴν δὲ γυναῖκα ταύτην ὁμολογοῦσι δαιμονίῳ πνεύματι κατάσχετον γενομένην τὰ μέλλοντα συμβαίνειν τῷ πλήθει δι᾽ ᾠδῆς προλέγειν. [2] ὁ δὲ στόλος οὗτος οὐκ ἀπὸ τοῦ κοινοῦ τῆς γνώμης ἐπέμφθη, ἀλλὰ στασιάσαντος τοῦ δήμου τὸ ἐλαττωθὲν μέρος ἑκούσιον ὑπεξῆλθεν. ἐτύγχανε δὲ τότε τὴν βασιλείαν τῶν Ἀβοριγίνων παρειληφὼς Φαῦνος, Ἄρεος ὥς φασιν
ἀπόγονος, ἀνὴρ μετὰ τοῦ δραστηρίου καὶ συνετὸς, καὶ αὐτὸν ὡς τῶν ἐπιχωρίων τινὰ Ῥωμαῖοι δαιμόνων θυσίαις καὶ ᾠδαῖς γεραίρουσιν. οὗτος ὁ ἀνὴρ δεξάμενος κατὰ πολλὴν φιλότητα τοὺς Ἀρκάδας ὀλίγους ὄντας, δίδωσιν αὐτοῖς τῆς αὑτοῦ χώρας ὁπόσην ἐβούλοντο. [3] οἱ δὲ Ἀρκάδες, ὡς ἡ Θέμις αὐτοῖς ἐπιθειάζουσα ἔφραζεν, αἱροῦνται λόφον ὀλίγον ἀπέχοντα τοῦ Τεβέριος, ὅς ἐστι νῦν ἐν μέσῳ μάλιστα τῆς Ῥωμαίων πόλεως, καὶ κατασκευάζονται πρὸς αὐτῷ κώμην βραχεῖαν, δυσὶ ναυτικοῖς πληρώμασιν ἐν οἷς ἀπανέστησαν τῆς Ἑλλάδος ἀποχρῶσαν, ἣν ἔμελλε τὸ πεπρωμένον σὺν χρόνῳ θήσειν ὅσην οὔθ᾽ Ἑλλάδα πόλιν οὔτε βάρβαρον κατά τε οἰκήσεως μέγεθος καὶ κατὰ δυναστείας ἀξίωσιν καὶ τὴν ἄλλην ἅπασαν εὐτυχίαν, [p. 50] χρόνον τε ὁπόσον ἂν ὁ θνητος αἰὼν ἀντέχῃ [4] πόλεων μάλιστα πασῶν μνημονευθησομένην. ὄνομα δὲ τῷ πολίσματι τούτῳ τίθενται Παλλάντιον ἐπὶ τῆς ἐν Ἀρκαδίᾳ σφῶν μητροπόλεως: νῦν μέντοι Παλάτιον ὑπὸ Ῥωμαίων λέγεται συγχέαντος τοῦ χρόνου τὴν ἀκρίβειαν καὶ παρέχει πολλοῖς ἀτόπων ἐτυμολογιῶν ἀφορμάς:
ὡς δέ τινες ἱστοροῦσιν, ὧν ἐστι καὶ Πολύβιος ὁ Μεγαλοπολίτης, ἐπί τινος μειρακίου Πάλλαντος αὐτόθι τελευτήσαντος: τοῦτον δὲ Ἡρακλέους εἶναι παῖδα καὶ Λαύνας τῆς Εὐάνδρου θυγατρός: χώσαντα δ᾽ αὐτῷ τὸν μητροπάτορα τάφον ἐπὶ τῷ λόφῳ Παλλάντιον ἐπὶ τοῦ μειρακίου τὸν τόπον ὀνομάσαι. [2] ἐγὼ μέντοι οὔτε τάφον ἐθεασάμην ἐν Ῥώμῃ Πάλλαντος οὔτε χοὰς ἔμαθον ἐπιτελουμένας οὔτε ἄλλο τῶν τοιουτοτρόπων οὐδὲν ἠδυνήθην ἰδεῖν, καίτοι γε οὐκ ἀμνήστου τῆς οἰκίας ταύτης ἀφειμένης οὐδ᾽ ἀμοίρου τιμῶν αἷς τὸ δαιμόνιον γένος ὑπ᾽ ἀνθρώπων γεραίρεται. καὶ γὰρ Εὐάνδρῳ θυσίας ἔμαθον ὑπὸ Ῥωμαίων ἐπιτελουμένας ὁσέτη δημοσίᾳ καὶ Καρμέντῃ, καθάπερ τοῖς λοιποῖς ἥρωσι καὶ δαίμοσι, καὶ βωμοὺς ἐθεασάμην ἱδρυμένους, Καρμέντῃ μὲν ὑπὸ τῷ καλουμένῳ Καπιτωλίῳ παρὰ ταῖς Καρμεντίσι πύλαις, Εὐάνδρῳ δὲ πρὸς ἑτέρῳ τῶν λόφων Αὐεντίνῳ λεγομένῳ τῆς Τριδύμου πύλης οὐ πρόσω: Πάλλαντι δὲ [3] οὐδὲν οἶδα τούτων γινόμενον. οἱ δ᾽ οὖν Ἀρκάδες [p. 51] ὑπὸ τῷ λόφῳ συνοικισθέντες τά τε ἄλλα διεκόσμουν τὸ κτίσμα τοῖς οἴκοθεν νομίμοις χρώμενοι καὶ ἱερὰ ἱδρύονται, πρῶτον μὲν τῷ Λυκαίῳ Πανὶ τῆς Θέμιδος ἐξηγουμένης ῾Ἀρκάσι γὰρ θεῶν ἀρχαιότατός τε καὶ τιμιώτατος ὁ Πάν᾽ χωρίον ἐξευρόντες ἐπιτήδειον, ὃ καλοῦσι Ῥωμαῖοι Λουπερκάλιον, ἡμεῖς δ᾽ ἂν εἴποιμεν Λύκαιον. [4] νῦν μὲν οὖν συμπεπολισμένων τῷ τεμένει τῶν πέριξ χωρίων δυσείκαστος γέγονεν ἡ παλαιὰ τοῦ τόπου φύσις, ἦν δὲ τὸ ἀρχαῖον ὡς λέγεται σπήλαιον ὑπὸ τῷ λόφῳ μέγα, δρυμῷ λασίῳ κατηρεφές, καὶ κρηνίδες ὑπὸ ταῖς πέτραις ἐμβύθιοι, ἥ τε προσεχὴς τῷ κρημνῷ νάπη πυκνοῖς καὶ μεγάλοις δένδρεσιν ἐπίσκιος. [5] ἔνθα βωμὸν ἱδρυσάμενοι τῷ θεῷ τὴν πάτριον θυσίαν ἐπετέλεσαν, ἣν μέχρι τοῦ καθ᾽ ἡμᾶς χρόνου Ῥωμαῖοι θύουσιν ἐν μηνὶ Φεβρουαρίῳ μετὰ τὰς χειμερίους τροπάς, οὐδὲν τῶν τότε γενομένων μετακινοῦντες: ὁ δὲ τρόπος τῆς θυσίας ἐν τοῖς ἔπειτα λεχθήσεται. ἐπὶ δὲ τῇ κορυφῇ τοῦ λόφου τὸ τῆς Νίκης τέμενος ἐξελόντες θυσίας καὶ ταύτῃ κατεστήσαντο διετησίους, ἃς καὶ ἐπ᾽ ἐμοῦ Ῥωμαῖοι ἔθυον.
ταύτην δὲ Ἀρκάδες μυθολογοῦσι Πάλλαντος εἶναι θυγατέρα τοῦ Λυκάονος: τιμὰς δὲ παρ᾽ ἀνθρώπων ἃς ἔχει νῦν Ἀθηνᾶς βουλήσει λαβεῖν, γενομένην τῆς θεοῦ σύντροφον. δοθῆναι γὰρ εὐθὺς ἀπὸ γονῆς τὴν Ἀθηνᾶν Πάλλαντι ὑπὸ Διὸς καὶ παρ᾽ ἐκείνῳ τέως εἰς ὥραν ἀφίκετο τραφῆναι. ἱδρύσαντο [p. 52] δὲ καὶ Δήμητρος ἱερὸν καὶ τὰς θυσίας αὐτῇ διὰ γυναικῶν τε καὶ νηφαλίους ἔθυσαν, ὡς Ἕλλησι νόμος, [2] ὧν οὐδὲν ὁ καθ᾽ ἡμᾶς ἤλλαξε χρόνος. ἀπέδειξαν δὲ καὶ Ποσειδῶνι τέμενος Ἱππίῳ καὶ τὴν ἑορτὴν Ἱπποκράτεια μὲν ὑπ᾽ Ἀρκάδων, Κωνσουάλια δὲ ὑπὸ Ῥωμαίων λεγόμενα κατεστήσαντο, ἐν ᾗ παρὰ Ῥωμαίοις ἐξ ἔθους ἐλινύουσιν ἔργων ἵπποι καὶ ὀρεῖς καὶ στέφονται τὰς κεφαλὰς ἄνθεσι. [3] πολλὰ δὲ καὶ ἄλλα τεμένη καὶ βωμοὺς καὶ βρέτη θεῶν καθωσίωσαν, ἁγισμούς τε καὶ θυσίας κατεστήσαντο πατρίους, αἳ μέχρι τῶν κατ᾽ ἐμὲ χρόνων τὸν αὐτὸν ἐγίνοντο τρόπον. οὐ θαυμάσαιμι δ᾽ ἂν εἰ καὶ παρεῖνταί τινες διαφυγοῦσαι τὴν τῶν ἐπιγινομένων μνήμην ὑπὸ τοῦ πάνυ ἀρχαίου: ἀλλ᾽ ἀποχρῶσί γε αἱ νῦν ἔτι γινόμεναι τεκμήρια εἶναι τῶν Ἀρκαδικῶν ποτε νομίμων: λεχθήσεται δὲ περὶ αὐτῶν ἐπὶ πλεῖον ἐν ἑτέροις. [4] λέγονται δὲ καὶ γραμμάτων Ἑλληνικῶν χρῆσιν εἰς Ἰταλίαν πρῶτοι διακομίσαι νεωστὶ φανεῖσαν Ἀρκάδες καὶ μουσικὴν τὴν δι᾽ ὀργάνων, ἃ δὴ λύραι τε καὶ τρίγωνα καὶ αὐλοὶ καλοῦνται, τῶν προτέρων ὅτι μὴ σύριγξι ποιμενικαῖς οὐδενὶ ἄλλῳ μουσικῆς τεχνήματι χρωμένων, νόμους τε θέσθαι καὶ τὴν δίαιταν ἐκ τοῦ θηριώδους ἐπὶ πλεῖστον εἰς ἡμερότητα μεταγαγεῖν τέχνας τε καὶ ἐπιτηδεύματα καὶ ἄλλα πολλά τινα ὠφελήματα εἰς τὸ [p. 53] κοινὸν καταθεῖναι, καὶ διὰ ταῦτα πολλῆς ἐπιμελείας τυγχάνειν πρὸς τῶν ὑποδεξαμένων. τοῦτο δεύτερον ἔθνος Ἑλληνικὸν μετὰ Πελασγοὺς ἀφικόμενον εἰς Ἰταλίαν κοινὴν ἔσχε μετὰ τὴν τῶν Ἀβοριγίνων οἴκησιν ἐν τῷ κρατίστῳ τῆς Ῥώμης ἱδρυσάμενον χωρίῳ. [5]
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 154