Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 175

by Dionysius of Halicarnassus


  οἱ δὲ περὶ τὸν Ῥωμύλον καὶ Τάτιον τήν τε πόλιν εὐθὺς ἐποίουν μείζονα προσθέντες ἑτέρους αὐτῇ δύο λόφους, τόν τε Κυρίνιον κληθέντα καὶ τὸν Καίλιον, καὶ διελόμενοι τὰς οἰκήσεις χωρὶς ἀλλήλων δίαιταν ἐν τοῖς ἰδίοις ἑκάτεροι χωρίοις ἐποιοῦντο, Ῥωμύλος μὲν τὸ Παλάτιον κατέχων καὶ τὸ Καίλιον ὄρος: ἔστι δὲ τῷ Παλατίῳ προσεχές: Τάτιος δὲ τὸν Καπιτωλῖνον, ὅνπερ ἐξ ἀρχῆς κατέσχε, καὶ τὸν Κυρίνιον [p. 225] [2] ὄχθον. τὸ δ᾽ ὑποκείμενον τῷ Καπιτωλίῳ πεδίον ἐκκόψαντες τὴν ἐν αὐτῷ πεφυκυῖαν ὕλην καὶ τῆς λίμνης, ἣ δὴ διὰ τὸ κοῖλον εἶναι τὸ χωρίον ἐπλήθυε τοῖς κατιοῦσιν ἐκ τῶν ὀρῶν νάμασι, τὰ πολλὰ χώσαντες ἀγορὰν αὐτόθι κατεστήσαντο, ᾗ καὶ νῦν ἔτι χρώμενοι Ῥωμαῖοι διατελοῦσι, καὶ τὰς συνόδους ἐνταῦθα ἐποιοῦντο ἐν Ἡφαίστου χρηματίζοντες ἱερῷ [3] μικρὸν ἐπανεστηκότι τῆς ἀγορᾶς. ἱερά τε ἱδρύσαντο καὶ βωμοὺς καθιέρωσαν οἷς ηὔξαντο κατὰ τὰς μάχας θεοῖς, Ῥωμύλος μὲν ὀρθωσίῳ Διὶ παρὰ ταῖς καλουμέναις Μουγωνίσι πύλαις, αἳ φέρουσιν εἰς τὸ Παλάτιον ἐκ τῆς ἱερᾶς ὁδοῦ, ὅτι τὴν στρατιὰν αὐτοῦ φυγοῦσαν ἐποίησεν ὁ θεὸς ὑπακούσας ταῖς εὐχαῖς στῆναί τε καὶ πρὸς ἀλκὴν τραπέσθαι: Τάτιος δὲ Ἡλίῳ τε καὶ Σελήνῃ καὶ Κρόνῳ καὶ Ῥέᾳ, πρὸς δὲ τούτοις Ἑστίᾳ καὶ Ἡφαίστῳ καὶ Ἀρτέμιδι καὶ Ἐνυαλίῳ καὶ ἄλλοις θεοῖς, ὧν χαλεπὸν ἐξειπεῖν Ἑλλάδι γλώττῃ τὰ ὀνόματα, ἐν ἁπάσαις τε ταῖς κουρίαις Ἥρᾳ τραπέζας ἔθετο κυριτίδι λεγομένῃ, αἳ καὶ εἰς τόδε χρόνου κεῖνται. [4] ἔτη μὲν οὖν πέντε συνεβασίλευσαν ἀλλήλοις ὑπὲρ οὐδενὸς διαφερόμενοι χρήματος, ἐν οἷς κοινὴν πρᾶξιν ἀπεδείξαντο τὴν ἐπὶ Καμερίνους στρατείαν. λῃστήρια γὰρ ἐκπέμποντες οἱ Καμερῖνοι καὶ πολλὰ τὴν χώραν αὐτῶν κακοῦντες οὐ συνέβαινον ἐπὶ δίκην πολλάκις ὑπ᾽ αὐτῶν καλούμενοι: οὓς ἐκ παρατάξεώς τε νικήσαντες ῾ἐχώρησαν γὰρ αὐτοῖς ὁμόσἐ καὶ [p. 226] μετὰ ταῦτα ἐκ τειχομαχίας κατὰ κράτος ἑλόντες ὅπλα μὲν ἀφείλοντο καὶ χώρας ἐζημίωσαν τῇ τρίτῃ μερίδι: ἣν τοῖς σφετέροις διεῖλον. τῶν δὲ Καμεριναίων τοὺς ἐποίκους λυμαινομένων τῇ τρίτῃ ἡμέρᾳ ἐπεξελθόντες [5] καὶ τρεψάμενοι αὐτούς, τὰ μὲν αὐτῶν ἅπαντα τοῖς σφετέροις πολίταις διεῖλον, αὐτοὺς δὲ τοὺς ἀνθρώπους ὁπόσοι ἐβούλοντο ἐν Ῥώμῃ κατοικεῖν εἴασαν. ἐγένοντο δ᾽ ὡς τετρακισχίλιοι, οὓς ταῖς φράτραις ἐπεμέρισαν, καὶ τὴν πόλιν αὐτῶν ἀποικίαν Ῥωμαίων ἐποίησαν. ἦν δὲ Ἀλβανῶν ἀπόκτισις ἡ Καμερία πολλοῖς χρόνοις ἀποσταλεῖσα πρότερον τῆς Ῥώμης: τὸ δ᾽ ἀρχαῖον Ἀβοριγίνων οἴκησις ἐν τοῖς πάνυ ἐπιφανής.

  ἐνιαυτῷ δὲ ἕκτῳ περιίσταται πάλιν εἰς ἕνα Ῥωμύλον ἡ τῆς πόλεως ἀρχὴ Τατίου τελευτήσαντος ἐξ ἐπιβουλῆς, ἣν συνέστησαν ἐπ᾽ αὐτῷ Λαουινιατῶν οἱ κορυφαιότατοι συμφρονήσαντες ἀπὸ τοιαύτης αἰτίας: τῶν ἑταίρων τινὲς τοῦ Τατίου λῃστήριον ἐξαγαγόντες εἰς τὴν Λαουινιατῶν χώραν χρήματά τε αὐτῶν ἥρπασαν πολλὰ καὶ βοσκημάτων ἀπήλασαν ἀγέλας, τῶν δ᾽ ἐπιβοηθούντων οὓς μὲν ἀπέκτειναν, οὓς δ᾽ ἐτραυμάτισαν. [2] ἀφικομένης δὲ πρεσβείας παρὰ τῶν ἠδικημένων καὶ τὰ δίκαια ἀπαιτούσης ὁ μὲν Ῥωμύλος ἐδικαίωσε παραδοῦναι τοὺς δράσαντας τοῖς [p. 227] ἀδικηθεῖσιν ἀπάγειν, ὁ δὲ Τάτιος τῶν ἑταίρων περιεχόμενος οὐκ ἠξίου πρὸ δίκης τινὰς ὑπ᾽ ἐχθρῶν ἄγεσθαι καὶ ταῦτα πολίτας ὄντας ὑπὸ ξένων: δικάζεσθαι δ᾽ αὐτοῖς ἐκέλευε τοὺς ἠδικῆσθαι λέγοντας εἰς Ῥώμην ἀφικομένους. [3] οἱ μὲν δὴ πρέσβεις οὐδὲν εὑρόμενοι τῶν δικαίων ἀγανακτοῦντες ἀπῄεσαν, ἀκολουθήσαντες δ᾽ αὐτοῖς τῶν Σαβίνων τινὲς ὑπ᾽ ὀργῆς, ἐσκηνωμένοις παρὰ τὴν ὁδόν ῾ἑσπέρα γὰρ αὐτοὺς κατέλαβεν᾽ ἐπιτίθενται καθεύδουσι καὶ τά τε χρήματ᾽ αὐτοὺς ἀφαιροῦνται καὶ ὁπόσους ἐν ταῖς κοίταις ἔτι κατέλαβον ἀποσφάττουσιν, ὅσοις δὲ ταχεῖα τῆς ἐπιβουλῆς αὐτῶν αἴσθησις ἐγένετο καὶ τοῦ διαφυγεῖν δύναμις εἰς τὴν πόλιν ἀφικνοῦνται. μετὰ τοῦτο ἔκ τε Λαουινίου πρέσβεις ἀφικόμενοι καὶ ἐξ ἄλλων πόλεων συχνῶν κατηγόρουν τῆς παρανομίας καὶ πόλεμον παρήγγελλον εἰ μὴ τεύξονται τῆς δίκης.

  Ῥωμύλῳ μὲν οὖν δεινόν, ὥσπερ ἦν, τὸ περὶ τοὺς πρεσβευτὰς ἐφαίνετο πάθος καὶ ταχείας ἀφοσιώσεως δεόμενον, ὡς ἱεροῦ καταλυομένου νόμου. καὶ οὐδὲν ἔτι διαμελλήσας, ὡς εἶδεν ὀλιγωροῦντα τὸν Τάτιον αὐτὸς συνέλαβε τοὺς ἐνόχους τῷ ἄγει καὶ [2] δήσας παρέδωκε τοῖς πρεσβευταῖς ἀπάγειν. Τατίῳ δὲ θυμός τε εἰσέρχεται τῆς ὕβρεως, ἣν ὑπὸ τοῦ συνάρχοντος ᾐτιᾶτο ὑβρίσθαι κατὰ τὴν παράδοσιν τῶν ἀνδρῶν, καὶ οἶκτος τῶν ἀπαγομένων ῾ἦν γὰρ καὶ συγγενής τις αὐτοῦ τῷ ἄγει ἔνοχοσ᾽ καὶ αὐτίκα τοὺς στρατιώτας ἀναλαβὼν ἐβοήθει διὰ τάχους ἐν ὁδῷ [p. 228] τε ὄντας τοὺς πρέσβεις καταλαβὼν ἀφείλετο τοὺς [3] ἀπαγομένους. χρόνου δὲ οὐ πολλοῦ διελθόντος, ὡς μέν τινες φασιν, ἅμα Ῥωμύλῳ παραγενόμενος εἰς τὸ Λαουίνιον ἕνεκα θυσίας, ἣν ἔδει τοῖς πατρῴοις θεοῖς ὑπὲρ τῆς πόλεως θῦσαι τοὺς βασιλεῖς, συστάντων ἐπ᾽ αὐτὸν τῶν ἑταίρων τε καὶ γένει προσηκόντων τοῖς ἀνῃρημένοις πρέσβεσιν ἐπὶ τῶν βωμῶν ταῖς μαγειρικαῖς σφαγίσι καὶ τοῖς βουπόροις ὀβελοῖς παιόμενος ἀποθνήσκει. [4] ὡς δ᾽ οἱ περὶ Λικίννιον γράφουσιν οὐ μετὰ Ῥωμύλου παρ
αγενόμενος οὐδὲ χάριν ἱερῶν, ἀλλὰ μόνος ὡς πείσων τοὺς ἀδικηθέντας ἀφεῖναι τοῖς δεδρακόσι τὴν ὀργήν, ἀγανακτήσαντος τοῦ πλήθους ἐπὶ τῷ μὴ παραδίδοσθαί σφισι τοὺς ἄνδρας, ὡς ὅ τε Ῥωμύλος ἐδικαίωσε καὶ ἡ τῶν Ῥωμαίων ἔκρινε βουλή, καὶ τῶν προσηκόντων τοῖς τεθνεῶσι κατὰ πλῆθος ὁρμησάντων ἐπ᾽ αὐτόν, ἀδύνατος ὢν ἔτι διαφυγεῖν τὴν ἐκ χειρὸς δίκην καταλευσθεὶς ὑπ᾽ αὐτῶν ἀποθνήσκει. [5] Τάτιος μὲν οὖν τοιαύτης τελευτῆς ἔτυχε τρία μὲν ἔτη πολεμήσας Ῥωμύλῳ, πέντε δὲ συνάρξας, θάπτεται δ᾽ εἰς Ῥώμην κομισθεὶς ἐντίμῳ ταφῇ καὶ χοὰς αὐτῷ καθ᾽ ἕκαστον ἐνιαυτὸν ἡ πόλις ἐπιτελεῖ δημοσίᾳ.

  Ῥωμύλος δὲ μόνος ἐπὶ τὴν ἀρχὴν τὸ δεύτερον καταστὰς τό τε ἄγος ἀφοσιοῦται τὸ περὶ τοὺς πρέσβεις γενόμενον προειπὼν τοῖς ἐργασαμένοις τὸ μύσος ὕδατος εἴργεσθαι καὶ πυρός ῾ἐπεφεύγεσαν γὰρ [p. 229] ἐκ τῆς πόλεως ἅπαντες ἅμα τῷ τὸν Τάτιον ἀποθανεῖν᾽ καὶ τῶν Λαουινιατῶν τοὺς συστάντας ἐπὶ τὸν Τάτιον δικαστηρίῳ παραδοὺς ἐκδοθέντας ὑπὸ τῆς πόλεως, ἐπειδὴ δικαιότερα ἐδόκουν λέγειν τὰ βίαια τιμωρησάμενοι τοῖς βιαίοις, ἀπέλυσε τῆς αἰτίας. [2] ταῦτα διαπραξάμενος ἐπὶ τὴν Φιδηναίων ἐστράτευσε πόλιν ἀπὸ τετταράκοντα σταδίων τῆς Ῥώμης κειμένην, μεγάλην τε καὶ πολυάνθρωπον οὖσαν τότε. ἀγομένης γὰρ εἰς τὴν Ῥώμην ἀγορᾶς ἐν σκάφαις ποταμηγοῖς, ἣν Κρουστομερῖνοι πιεζομένοις ὑπὸ λιμοῦ Ῥωμαίοις ἀπέστειλαν, ὠσάμενοι κατὰ πλῆθος ἐπὶ τὰς σκάφας οἱ Φιδηναῖοι τήν τε ἀγορὰν διήρπασαν καὶ τῶν ἀνθρώπων τινὰς τῶν ἐπιβοηθούντων ἀπέκτειναν αἰτούμενοί [3] τε δίκας οὐχ ὑπεῖχον. ἐφ᾽ οἷς ἀγανακτῶν ὁ Ῥωμύλος ἐνέβαλεν εἰς τὴν χώραν αὐτῶν πολλῇ στρατιᾷ καὶ γενόμενος ἀφθόνου λείας ἐγκρατὴς ἀπάγειν μὲν παρεσκευάζετο τὴν δύναμιν, ἐπεξελθόντων δὲ τῶν Φιδηναίων συνάπτει πρὸς αὐτοὺς μάχην. καρτεροῦ δὲ ἀγῶνος γενομένου καὶ πολλῶν πεσόντων ἀφ᾽ ἑκατέρων ἡσσηθέντες οἱ Φιδηναῖοι τρέπονται πρὸς φυγήν, ὁ δ᾽ ἐκ ποδὸς συνακολουθῶν αὐτοῖς συνεισπίπτει τοῖς φεύγουσιν εἰς τὸ τεῖχος. [4] ἁλούσης δὲ τῆς πόλεως ἐξ ἐφόδου τιμωρησάμενος ἐξ αὐτῶν ὀλίγους καὶ φυλακὴν ἐν τῇ πόλει τριακοσίων ἀνδρῶν καταλιπὼν τῆς τε χώρας μοῖραν ἀποτεμόμενος, ἣν τοῖς σφετέροις διεῖλεν, ἀποικίαν ἐποίησε Ῥωμαίων καὶ [p. 230] ταύτην τὴν πόλιν, ἦν δὲ Ἀλβανῶν ἀπόκτισις κατὰ τὸν αὐτὸν οἰκισθεῖσα Νωμεντῷ τε καὶ Κρουστομερείᾳ χρόνον τριῶν ἀδελφῶν τῆς ἀποικίας ἡγησαμένων, ὧν ὁ πρεσβύτατος τὴν Φιδήνην ἔκτισεν.

  μετὰ τοῦτον τὸν πόλεμον ἐπὶ Καμερίνους ἐστράτευσεν ἐπιθεμένους τοῖς παρὰ σφίσιν ἐποίκοις, καθ᾽ ὃν χρόνον ἔκαμνεν ἡ Ῥωμαίων πόλις ὑπὸ νόσου λοιμικῆς: ᾗ δὴ μάλιστα ἐπαρθέντες οἱ Καμερῖνοι καὶ νομίσαντες ἄρδην τὸ Ῥωμαίων διαφθαρήσεσθαι γένος ὑπὸ τῆς συμφορᾶς τοὺς μὲν ἀπέκτειναν τῶν ἐποίκων, τοὺς δ᾽ ἐξέβαλον. [2] ἀνθ᾽ ὧν τιμωρούμενος αὐτοὺς ὁ Ῥωμύλος, ἐπειδὴ τὸ δεύτερον ἐκράτησε τῆς πόλεως, τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως ἀπέκτεινε, τοῖς δὲ στρατιώταις διαρπάσαι τὴν πόλιν ἐφῆκε, τῆς τε χώρας τὴν ἡμίσειαν ἀποτεμόμενος ἔξω τῆς πρότερον τοῖς κληρούχοις δοθείσης καὶ φρουρὰν ἀξιόχρεων καταλιπών, ὡς μηδὲν ἔτι παρακινῆσαι τοὺς ἔνδον, ἀπῆγε τὴν δύναμιν. ἐκ ταύτης τῆς στρατείας καὶ δεύτερον θρίαμβον κατήγαγε καὶ ἀπὸ τῶν λαφύρων τέθριππον χαλκοῦν ἀνέθηκε τῷ Ἡφαίστῳ καὶ παρ᾽ αὐτῷ τὴν ἰδίαν ἀνέστησεν εἰκόνα ἐπιγράψας Ἑλληνικοῖς γράμμασι τὰς ἑαυτοῦ πράξεις. [3] τρίτος αὐτῷ συνέστη πόλεμος πρὸς ἔθνους Τυρρηνικοῦ τὴν μεγίστην ἰσχὺν ἔχουσαν τότε πόλιν, ἣ καλεῖται μὲν Οὐιοί, ἀπέχει δὲ τῆς Ῥώμης ἀμφὶ τοὺς ἑκατὸν σταδίους, [p. 231] κεῖται δ᾽ ἐφ᾽ ὑψηλοῦ σκοπέλου καὶ περιρρῶγος μέγεθος ἔχουσα ὅσον Ἀθῆναι. ἐποιήσαντο δ᾽ οἱ Οὐιεντανοὶ τοῦ πολέμου πρόφασιν τὴν τῆς Φιδήνης ἅλωσιν καὶ πρέσβεις ἀποστείλαντες ἐκέλευον Ῥωμαίοις ἐξάγειν ἐκ τῆς πόλεως τὴν φρουρὰν καὶ τὴν χώραν, ἣν κατεῖχον ἀφελόμενοι τοὺς Φιδηναίους, ἀποδιδόναι τοῖς ἐξ ἀρχῆς κυρίοις. ὡς δ᾽ οὐκ ἔπειθον ἐλάσαντες πολλῇ στρατιᾷ πλησίον τῆς Φιδήνης ἐν ἀπόπτῳ τίθενται τὸν χάρακα. [4] προεγνωκὼς δὲ αὐτῶν τὴν ἔξοδον ὁ Ῥωμύλος ἐξεληλύθει τὴν κρατίστην δύναμιν ἔχων καὶ ἦν ἐν τῇ πόλει τῶν Φιδηναίων εὐτρεπής. ἐπεὶ δ᾽ ἕτοιμα τὰ πρὸς τὸν ἀγῶνα ἦν, ἀμφότεροι προελθόντες εἰς τὸ πεδίον ἐμάχοντο καὶ διέμειναν ἄχρι πολλῆς ὥρας ἐκθύμως ἀγωνιζόμενοι, τέως ἡ νὺξ ἐπιλαβοῦσα διέκρινεν αὐτοὺς ἴσους κατὰ τὸν ἀγῶνα γενομένους. καὶ ταύτην μὲν τὴν μάχην οὕτως ἠγωνίσαντο:

  ἑτέρας δὲ μάχης μετ᾽ οὐ πολὺ γενομένης, ἐνίκων οἱ Ῥωμαῖοι σοφίᾳ τοῦ ἡγεμόνος ὄρος τι καταλαβομένου νύκτωρ οὐ πολὺν τοῦ στρατοπέδου τῶν πολεμίων τόπον ἀπέχον καὶ λοχίσαντος ἐν αὐτῷ τὴν ἀκμαιοτάτην τῶν ὕστερον ἀφικομένων ἐκ τῆς πόλεως ἱππέων τε καὶ πεζῶν δύναμιν. [2] συνελθόντων δ᾽ εἰς τὸ πεδίον ἀμφοτέρων καὶ τὸν αὐτὸν ἀγωνιζομένων τρόπον, ἐπειδὴ τὸ σύνθημα ὁ Ῥωμύλος ἦρε τοῖς ἐπὶ τοῦ ὄρους, ἀλαλάξαντες οἱ λοχῶντες ἔθεον ἐπὶ τοὺς [p. 232] Οὐιεντανοὺς ἐκ τῶν κατόπιν καὶ προσπεσόντες ἀνθρώποις μεμοχθηκόσιν αὐτοὶ ἀκμῆτες ὄντες οὐ σὺν πολλῷ τρέπουσ
ι χρόνῳ. τῶν δ᾽ ὀλίγοι μέν τινες ἀποθνήσκουσι κατὰ τὴν μάχην, οἱ δὲ πλείους εἰς τὸν Τέβεριν ποταμόν ῾ῥεῖ δὲ παρὰ τὴν Φιδήνην᾽ ῥίψαντες ἑαυτούς, ὡς διανηξόμενοι τὸ ῥεῦμα, διεφθάρησαν. τραυματίαι γὰρ ὄντες καὶ βαρεῖς ὑπὸ κόπου ἀδύνατοι ἐγένοντο διανήξασθαι: οἱ δὲ καὶ ἀπειρίᾳ τοῦ νεῖν, οὐ προϊδόντες, ὑπὸ τοῦ δεινοῦ τὴν γνώμην ἐπιταραχθέντες ἐν ταῖς δίναις ἀπώλλυντο. [3] εἰ μὲν οὖν συνέγνωσαν ἑαυτοῖς Οὐιεντανοὶ κακῶς τὰ πρῶτα βεβουλευμένοις καὶ τὸ λοιπὸν ἦγον ἡσυχίαν οὐδενὸς ἂν ἔτι μείζονος ἀπέλαυσαν κακοῦ, νῦν δὲ ἀναμαχεῖσθαί τε τὰ πρότερα σφάλματα ἐλπίσαντες καὶ εἰ μείζονι παρασκευῇ ἐπιβάλοιεν, ῥᾳδίως ἐπικρατήσειν οἰόμενοι τῷ πολέμῳ, πολλῇ στρατιᾷ τῇ τε ἐξ αὐτῆς τῆς πόλεως καταγραφείσῃ καὶ τῇ ἐκ τῶν ὁμοεθνῶν κατὰ φιλίαν παραγενομένῃ τὸ δεύτερον ἐπὶ τοὺς Ῥωμαίους ἐλαύνουσι: [4] καὶ γίνεται πάλιν αὐτῶν μάχη καρτερὰ τῆς Φιδήνης πλησίον, ἣν ἐνίκων Ῥωμαῖοι πολλοὺς μὲν ἀποκτείναντες τῶν Οὐιεντανῶν, ἔτι δὲ πλείους αἰχμαλώτους λαβόντες. ἑάλω δὲ καὶ ὁ χάραξ αὐτῶν μεστὸς ὢν χρημάτων τε καὶ ὅπλων καὶ ἀνδραπόδων, καὶ σκάφαι ποταμηγοὶ γέμουσαι πολλῆς ἀγορᾶς ἐλήφθησαν, [p. 233] ἐν αἷς ὁ τῶν αἰχμαλώτων ὄχλος εἰς τὴν Ῥώμην κατήγετο διὰ τοῦ ποταμοῦ. [5] οὗτος κατήχθη τρίτος ὑπὸ Ῥωμύλου θρίαμβρος μακρῷ τῶν προτέρων ἐκπρεπέστερος. καὶ μετ᾽ οὐ πολὺ Οὐιεντανῶν πρεσβείας ἀφικομένης περὶ διαλύσεως τοῦ πολέμου καὶ συγγνώμην τῶν ἁμαρτημάτων ἀξιούσης λαβεῖν δίκας ὁ Ῥωμύλος αὐτοῖς ἐπιτίθησι τάς2δε: χώραν τε παραδοῦναι Ῥωμαίοις τὴν προσεχῆ τῷ Τεβέρει, τοὺς καλουμένους Ἑπτὰ πάγους, καὶ τῶν ἁλῶν ἀποστῆναι τῶν παρὰ ταῖς ἐκβολαῖς τοῦ ποταμοῦ, τοῦ δὲ μηδὲν ἔτι νεωτερίσαι τὸ πιστὸν παρασχεῖν ὅμηρα πεντήκοντα ἀγογόντας. [6] ὑπομεινάντων δὲ Οὐιεντανῶν ἅπαντα ταῦτα σπονδὰς ποιησάμενος πρὸς αὐτοὺς εἰς ἑκατὸν ἔτη στήλαις ἐνεχάραξε τὰς ὁμολογίας. τῶν δ᾽ αἰχμαλώτων τοὺς μὲν ἀπιέναι βουλομένους ἀφῆκεν ἄνευ λύτρων, τοὺς δ᾽ αὐτοῦ μένειν προαιρουμένους πολλῷ πλείους ὄντας τῶν ἑτέρων πολίτας ποιησάμενος ταῖς φράτραις ἐπιδιεῖλε καὶ κλήρους αὐτοῖς προσένειμε τοὺς ἐπὶ τάδε τοῦ Τεβέριος.

 

‹ Prev