Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 182

by Dionysius of Halicarnassus


  ταῦτ᾽ εἰπόντος τοῦ Φουφεττίου παραλαβὼν τὸν λόγον ὁ τῶν Ῥωμαίων βασιλεὺς ἔλεξε: καὶ ἡμεῖς, ὦ Φουφέττιε, βαρεῖαν ὑπελαμβάνομεν ἡμᾶς καταλήψεσθαι συμφοράν, εἰ δι᾽ αἵματος καὶ φόνων ἀναγκασθείημεν κρῖναι τὸν συγγενῆ πόλεμον, καὶ ὑπὸ τῶν ἱερῶν ὁπότε τὰ προπολέμια θύοιμεν ἐκωλυόμεθα ἄρχειν μάχης: τάς τε ἀπορρήτους Φιδηναίων καὶ Οὐιεντανῶν συνωμοσίας, ἃς ἐπ᾽ ἀμφοτέροις ἡμῖν συνώμοσαν, ὀλίγῳ πρότερον σοῦ πεπύσμεθα παρὰ τῶν ἐκεῖθεν ξένων καὶ οὐκ ἀφύλακτοι πρὸς αὐτάς ἐσμεν, ἀλλ᾽ ὡς παθεῖν τε μηδὲν αὐτοὶ κακὸν κἀκείνους τιμωρήσασθαι τῆς ἐπιβουλῆς ἀξίως παρεσκευάσμεθα, οὐχ ἧττόν τε σοῦ καταλύσασθαι τὸν πόλεμον ἀμαχητὶ μᾶλλον ἢ διὰ τῶν ὅπλων ἐβουλόμεθα. [2] πρότεροι δὲ πρεσβεύεσθαι περὶ διαλλαγῶν [p. 284] οὐκ ἠξιοῦμεν, ἐπείπερ οὐδ᾽ ἤρξαμεν αὐτοὶ πρότεροι τοῦ πολέμου, ἄρξαντας δὲ ἠμυνάμεθα. ἀποτιθεμένων δὲ ὑμῶν τὰ ὅπλα δεχόμεθα τὰς προκλήσεις ἄσμενοι καὶ περὶ διαλλαγῶν οὐδὲν ἀκριβολογούμεθα, ἀλλὰ τὰς κρατίστας τε καὶ μεγαλοψυχοτάτας δεχόμεθα πᾶν ἀδίκημα καὶ πᾶν ἁμάρτημα τῆς Ἀλβανῶν πόλεως ἀφιέντες, εἰ δὴ καὶ κοινὰ χρὴ καλεῖν πόλεως ἁμαρτήματα, ὧν ὁ στρατηγὸς ὑμῶν Κλοίλιος αἴτιος ἦν, ὃς ὑπὲρ ἀμφοτέρων ἡμῶν οὐ μεμπτὰς τέτικε δίκας τοῖς θεοῖς. [3] ἀφείσθω δὴ πᾶσα ἐγκλήματος ἰδίου τε καὶ κοινοῦ πρόφασις καὶ μηδενὸς ἔτι μνήμη τῶν παρεληλυθότων ἔστω κακῶν, ὡς καὶ σοί, ὦ Φουφέττιε, δοκεῖ: ἀλλ᾽ οὐκ ἀπόχρη τοῦτο μόνον ἡμᾶς σκοπεῖν, ὅπως ἂν τὴν παροῦσαν ἔχθραν διαλυσαίμεθα πρὸς ἀλλήλους, ἀλλ᾽ ὅπως μηδ᾽ αὖθίς ποτε πολεμήσομεν ἔτι δεῖ παρασκευάσασθαι: οὐ γὰρ ἀναβολὰς ποιησόμενοι τῶν κακῶν συνεληλύθαμεν, ἀλλ᾽ ἀπαλλαγάς. τίς οὖν ἡ βεβαία τοῦ πολέμου κατάλυσις ἔσται καὶ τί παρασχόντες εἰς τὰ πράγματα ἑκάτεροι νῦν τε καὶ εἰς τὸν ἀεὶ χρόνον ἐσόμεθα φίλοι, σὺ μὲν παρέλιπες, ὦ Φουφέττιε, ἐγὼ δ᾽ ἔτι καὶ τοῦτο προσθεῖναι πειράσομαι. [4] εἰ παύσαιντο μὲν Ἀλβανοὶ φθονοῦντες Ῥωμαίοις ἐφ᾽ οἷς ἔχουσιν ἀγαθοῖς, οὐκ ἄνευ μεγάλων κινδύνων καὶ πόνων πολλῶν αὐτὰ κτησάμενοι, ῾οὐθὲν γοῦν πεπονθότες ὑφ᾽ ἡμῶν οὔτε μεῖζον οὔτε ἔλαττον κακὸν διὰ τοῦτο μισεῖτε ἡμᾶς, ὅτι [p. 285] δοκοῦμεν ἄμεινον ὑμῶν πράττειν᾽ παύσαιντο δὲ Ῥωμαῖοι δἰ ὑποψίας ἔχοντες Ἀλβανοὺς ὡς ἐπιβουλεύοντας ἀεί σφισι καὶ φυλαττόμενοι καθάπερ ἐχθρούς: οὐ γὰρ ἂν γένοιτο βεβαίως φίλος τῷ μισοῦντι οὐδείς. [5] πῶς οὖν γενήσεται τούτων ἑκάτερον; οὐκ ἐὰν γράψωμεν αὐτὰ ἐν ταῖς ὁμολογίαις οὐδ᾽ ἐὰν ὀμόσωμεν ἀμφότεροι καθ᾽ ἱερῶν, ῾μικραὶ γὰρ αὗταί γε αἱ φυλακαὶ καὶ ἀσθενεῖσ᾽ ἀλλ᾽ ἐὰν κοινὰς ἡγησώμεθα τὰς ἀλλήλων τύχας. ἓν γάρ ἐστι μόνον, ὦ Φουφέττιε, λύπης ἀνθρωπίνης ἐπ᾽ ἀλλοτρίοις ἀγαθοῖς γινομένης ἄκος, τὸ μηκέτι τοὺς φθονοῦντας ἀλλότρια τὰ τῶν φθονουμένων ἀγαθὰ ἡγεῖσθαι. [6] ἵνα δὴ τοῦτο γένηται, Ῥωμαίους μὲν οἶμαι δεῖν εἰς τὸ κοινὸν Ἀλβανοῖς θεῖναι πάντα ὅσα τε νῦν ἔχουσι καὶ αὖθις ἕξουσιν ἀγαθά, Ἀλβανοὺς δὲ ἀγαπητῶς τὰ διδόμενα δέχεσθαι καὶ γενέσθαι μάλιστα μὲν ἅπαντας ὑμᾶς, εἰ δὲ μή γε τοὺς πλείστους τε καὶ ἀρίστους ὑμῶν τῆς Ῥωμαίων πόλεως οἰκήτορας. οὐ γὰρ δὴ Σαβίνοις μὲν καὶ Τυρρηνοῖς καλῶς εἶχεν ἐκλιποῦσι τὰς ἑαυτῶν πόλεις μεταθέσθαι τοὺς βίους ὡς ἡμᾶς, ὑμῖν δὲ ἄρα τοῖς συγγενεστάτοις τὸ αὐτὸ τοῦτο γενόμενον οὐχ ἕξει καλῶς; [7] εἰ δ᾽ οὐκ ἀξιώσετε μίαν οἰκεῖν πόλιν τὴν ἡμετέραν μεγάλην τε οὖσαν ἤδη καὶ ἔτι μᾶλλον ἐσομένην, ἀλλὰ φιλοχωρήσετε τοῖς πατρῴοις ἐφεστίοις, ἐκεῖνό γέ τοι ποιήσατε: βουλευτήριον ἓν ἀποδείξατε, ὃ τὰ συμφέροντα ὑπὲρ ἑκατέρας βουλεύσει πόλεως, [p. 286] καὶ τὴν ἡγεμονίαν ἀπόδοτε μιᾷ τῇ κρείττονι πόλει καὶ πλείονα δυναμένῃ ποιεῖν ἀγαθὰ τὴν ἥττονα. ἐγὼ μὲν δὴ ταῦτ᾽ ἀξιῶ καὶ τούτων γενομένων τόθ᾽ ἡγοῦμαι βεβαίως ἡμᾶς ἔσεσθαι φίλους, δύο δὲ πόλεις οἰκοῦντας ἰσοκορύφους ὥσπερ νῦν οὐδέποτε ὁμονοήσειν.

  ταῦτ᾽ ἀκούσας ὁ Φουφέττιος χρόνον εἰς βουλὴν ᾐτήσατο, καὶ μεταστὰς ἐκ τοῦ συλλόγου μετὰ τῶν παρόντων Ἀλβανῶν εἰ χρὴ δέχεσθαι τὰς αἱρέσεις ἐσκόπει. ὡς δὲ τὰς ἁπάντων γνώμας ἔλαβεν, ἐπιστρέψας αὖθις εἰς τὸν σύλλογον ἔλεξεν: ἡμῖν μέν, ὦ Τύλλε, τὴν μὲν πατρίδα καταλιπεῖν οὐ δοκεῖ οὐδ᾽ ἐξερημοῦν ἱερὰ πατρῷα καὶ προγονικὰς ἑστίας καὶ τόπον, ὃν ἐγγὺς ἐτῶν πεντακοσίων οἱ πατέρες ἡμῶν κατέσχον, καὶ ταῦτα μὴ πολέμου κατειληφότος ἡμᾶς μηδ᾽ ἄλλης θεοπέμπτου συμφορᾶς μηδεμιᾶς: ἓν δὲ καταστήσασθαι βουλευτήριον καὶ μίαν εἶναἰ [2] τὴν ἄρξουσαν τῆς ἑτέρας πόλιν οὐκ ἀπαρέσκει. γραφέσθω δὴ καὶ τοῦτο τὸ μέρος ἐν ταῖς συνθήκαις, ει δοκεῖ, καὶ πᾶσα ἀναιρείσθω πολέμου πρόφασις. ὡς δὲ συνέβησαν ἐπὶ τούτοις, περὶ τῆς μελλούσης τὴν ἡγεμονίαν παραλήψεσθαι πόλεως διεφέροντο, καὶ πολλοὶ ἐλέχθησαν εἰς τοῦτο λόγοι παρ᾽ ἀμφοτέρων δικαιοῦντος ἑκατέρου τὴν αὑτοῦ πόλιν ἄρχειν τῆς ἑτέρας. ὁ μὲν οὖν Ἀλβανὸς τοιαῦτα προίσχετο δίκαια: [3] ἡμεῖς, ὦ Τύλλε, καὶ τῆς μὲν ἄλλης ἄρχειν ἄξιοί ἐσμεν Ἰταλίας, ὅτι ἔθνος Ἑλληνικὸν καὶ μέγιστον [p. 287] τῶν κατοικούντων τήνδε τὴν γῆν ἐθνῶν παρεχόμεθα, τοῦ δὲ Λατίνων ἔθνους, εἰ καὶ μη
δενὸς τῶν ἄλλων ἐθνῶν, ἡγεῖσθαι δικαιοῦμεν οὐκ ἄτερ αἰτίας, ἀλλὰ κατὰ τὸν κοινὸν ἀνθρώπων νόμον, ὃν ἡ φύσις ἔδωκεν ἅπασι, τῶν ἐκγόνων ἄρχειν τοὺς προγόνους. ὑπὲρ ἁπάσας δὲ τὰς ἄλλας ἀποικίας, αἷς μέχρι τοῦ παρόντος οὐδὲν ἐγκαλοῦμεν, τῆς ὑμετέρας οἰόμεθα δεῖν πόλεως ἄρχειν οὐ πρὸ πολλοῦ τὴν ἀποικίαν εἰς αὐτὴν ἀπεσταλκότες, ὥστε ἐξίτηλον εἶναι ἤδη τὸ ἀφ᾽ ἡμῶν γένος ὑπὸ χρόνου παλαιωθέν, ἀλλὰ τῇ τρίτῃ πρὸ ταύτης γενεᾷ. ἐὰν δὲ ἀναστρέψασα τὰς ἀνθρωπίνας δικαιώσεις ἡ φύσις τὰ νέα τάξῃ τῶν πρεσβυτέρων ἄρχειν καὶ τὰ ἔκγονα τῶν προγόνων, τότε καὶ ἡμεῖς ἀνεξόμεθα τὴν μητρόπολιν ὑπὸ τῆς ἀποικίας ἀρχομένην, πρότερον δὲ οὔ. [4] ἓν μὲν δὴ τοῦτο τὸ δικαίωμα παρεχόμενοι τῆς ἀρχῆς οὐκ ἂν ἀποσταίημεν ὑμῖν ἑκόντες ἕτερον δὲ τοιόνδε: δέξασθε δὲ αὐτὸ μὴ ὡς ἐπὶ διαβολῇ καὶ ὀνειδισμῷ τῷ ὑμετέρῳ λεγόμενον, ἀλλὰ τοῦ ἀναγκαίου ἕνεκα: ὅτι τὸ μὲν Ἀλβανῶν γένος οἷον ἦν ἐπὶ τῶν κτισάντων τὴν πόλιν, τοιοῦτον ἕως τῶν καθ᾽ ἡμᾶς χρόνων διαμένει, καὶ οὐκ ἂν ἔχοι τις ἐπιδεῖξαι φῦλον ἀνθρώπων οὐδὲν ἔξω τοῦ Ἑλληνικοῦ τε καὶ τοῦ Λατίνων, ᾧ τῆς πολιτείας μεταδεδώκαμεν: ὑμεῖς δὲ τὴν [p. 288] ἀκρίβειαν τοῦ παρ᾽ ἑαυτοῖς πολιτεύματος διεφθάρκατε Τυρρηνούς τε ὑποδεξάμενοι καὶ Σαβίνους καὶ ἄλλους τινὰς ἀνεστίους καὶ πλάνητας καὶ βαρβάρους πάνυ πολλούς, ὥστε ὀλίγον τὸ γνήσιον ὑμῶν ἐστιν ὅσον ἀφ᾽ ἡμῶν ὡρμήθη, μᾶλλον δὲ πολλοστὸν τοῦ [5] ἐπεισάκτου τε καὶ ἀλλοφύλου. εἰ δὲ ἡμεῖς παραχωρήσαιμεν ὑμῖν τῆς ἀρχῆς, τὸ νόθον ἄρξει τοῦ γνησίου καὶ τὸ βάρβαρον τοῦ Ἑλληνικοῦ καὶ τὸ ἐπείσακτον τοῦ αὐθιγενοῦς. οὐδὲ γὰρ ἂν τοῦτο ἔχοιτε εἰπεῖν, ὅτι τὸν μὲν ἔπηλυν ὄχλον οὐδενὸς εἰάκατε εἶναι τῶν κοινῶν κύριον, ἄρχετε δ᾽ αὐτοὶ τῆς πόλεως καὶ βουλεύετε οἱ αὐθιγενεῖς: ἀλλὰ καὶ βασιλεῖς ἀποδείκνυτε ξένους, καὶ τῆς βουλῆς τὸ πλεῖστον ὑμῖν ἐστιν ἐκ τῶν ἐπηλύδων, ὧν οὐδὲν ἂν φήσαιτε ἑκόντες ὑπομένειν. τίς γὰρ ἑκουσίως ἄρχεται τῶν κρειττόνων ὑπὸ τοῦ χείρονος; πολλὴ δὴ μωρία καὶ κακότης, ἃ δι᾽ ἀνάγκην φαίητ᾽ ἂν ὑμεῖς ὑπομένειν, [6] ταῦτα ἡμᾶς ἑκόντας δέχεσθαι. τελευταῖός μοι λόγος ἐστίν, ὅτι τῆς Ἀλβανῶν πόλεως οὐθὲν ἔτι παρακινεῖ μέρος τοῦ πολιτεύματος ὀκτωκαιδεκάτην ἤδη γενεὰν οἰκουμένης καὶ πάντα ἐν κόσμῳ τὰ συνήθη καὶ πάτρια ἐπιτελούσης, ἡ δ᾽ ὑμετέρα πόλις ἀδιακόσμητός ἐστιν ἔτι καὶ ἀδιάτακτος, ἅτε νεόκτιστος οὖσα καὶ ἐκ πολλῶν συμφορητὸς ἐθνῶν, ᾗ μακρῶν δεῖ χρόνων καὶ παθημάτων παντοδαπῶν, ἵνα καταρτισθῇ καὶ παύσηται ταραττομένη καὶ στασιάζουσα [p. 289] ὥσπερ νῦν. ἅπαντες δ᾽ ἂν εἴποιεν ὅτι δεῖ τὰ καθεστηκότα τῶν ταραττομένων καὶ τὰ πεπειραμένα τῶν ἀδοκιμάστων καὶ τὰ ὑγιαίνοντα τῶν νοσούντων ἄρχειν: οἷς ὑμεῖς τἀναντία ἀξιοῦντες οὐκ ὀρθῶς ποιεῖτε.

  τοιαῦτα τοῦ Φουφεττίου λέξαντος παραλαβὼν ὁ Τύλλος τὸν λόγον εἶπε: τὸ μὲν ἐκ φύσεως καὶ προγόνων ἀρετῆς δίκαιον, ὦ Φουφέττιε καὶ ὑμεῖς ἄνδρες Ἀλβανοί, κοινὸν ἀμφοτέροις ἡμῖν: τοὺς αὐτοὺς γὰρ εὐχόμεθα προγόνους ἑκάτεροι, ὥστε οὐδὲν δεῖ τούτου χάριν οὔτε πλέον ἡμῶν ἔχειν τοὺς ἑτέρους οὔτ᾽ ἔλαττον. τὸ δὲ ἄρχειν ἐκ παντὸς τῶν ἀποικιῶν τὰς μητροπόλεις ὡς ἀναγκαῖόν τι φύσεως νόμιμον οὔτε ἀληθὲς οὔτε δίκαιον ἠξιοῦτο ὑφ᾽ ὑμῶν: [2] πολλά γέ τοι φῦλά ἐστιν ἀνθρώπων, παρ᾽ οἷς αἱ μητροπόλεις οὐκ ἄρχουσιν ἀλλ᾽ ὑποτάττονται ταῖς ἀποικίαις. μέγιστον δὲ καὶ φανερώτατον τοῦ λόγου τοῦδε παράδειγμα ἡ Σπαρτιατῶν πόλις οὐ τῶν ἄλλων μόνον ἄρχειν ἀξιοῦσα Ἑλλήνων, ἀλλὰ καὶ τοῦ Δωρικοῦ γένους ὅθεν ἀπῳκίσθη. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν; αὐτοὶ γὰρ ὑμεῖς οἱ τὴν ἡμετέραν πόλιν ἀποικίσαντες Λαουϊνιατῶν ἐστε ἄποικοι. [3] εἰ δὴ φύσεώς ἐστι νόμος ἄρχειν τῆς ἀποικίας τὴν μητρόπολιν, οὐκ ἂν φθάνοιεν ἀμφοτέροις ἡμῖν Λαουϊνιᾶται τὰ δίκαια τάττοντες; πρὸς μὲν δὴ τὸ πρῶτον ὑμῶν δικαίωμα καὶ πλείστην ἔχον εὐπροσωπίαν [p. 290] ταῦθ᾽ ἱκανά: ἐπειδὴ δὲ καὶ τοὺς βίους τῶν πόλεων ἀντιπαρεξετάζειν ἀλλήλοις ἐπεχείρεις, ὦ Φουφέττιε, λέγων ὅτι τὸ μὲν Ἀλβανῶν εὐγενὲς ὅμοιον ἀεὶ διαμένει, τὸ δ᾽ ἡμέτερον ἐξέφθαρται ταῖς ἐπιμιξίαις τοῦ ἀλλοφύλου, καὶ οὐκ ἠξίους ἄρχειν τῶν γνησίων τοὺς νόθους οὐδὲ τῶν αὐθιγενῶν τοὺς ἐπήλυδας, μάθε καὶ κατὰ τοῦτο ἁμαρτάνων μάλιστα τὸ δικαίωμα. [4] ἡμεῖς γὰρ τοσούτου δέομεν αἰσχύνεσθαι κοινὴν ἀναδείξαντες τὴν πόλιν τοῖς βουλομένοις, ὥστε καὶ σεμνυνόμεθα ἐπὶ τούτῳ μάλιστα τῷ ἔργῳ, οὐκ αὐτοὶ τοῦ ζήλου τοῦδε ἄρξαντες, παρὰ δὲ τῆς Ἀθηναίων πόλεως τὸ παράδειγμα λαβόντες, ἧς μέγιστον κλέος ἐν Ἕλλησίν ἐστι, καὶ διὰ τοῦτο οὐχ ἥκιστα εἰ μὴ καὶ [5] μάλιστα τὸ πολίτευμα. καὶ τὸ πρᾶγμα ἡμῖν πολλῶν γενόμενον ἀγαθῶν αἴτιον οὔτ᾽ ἐπίμεμψιν οὔτε μεταμέλειαν ὡς ἡμαρτηκόσι φέρει, ἄρχει τε καὶ βουλεύει καὶ τὰς ἄλλας τιμὰς καρποῦται παρ᾽ ἡμῖν οὐχ ὁ πολλὰ χρήματα κεκτημένος οὐδὲ ὁ πολλοὺς πατέρας ἐπιχωρίους ἐπιδεῖξαι δυνάμενος, ἀλλ᾽ ὅστις ἂν ᾖ τούτων τῶν τιμῶν ἄξιος. οὐ γὰρ ἐν ἄλλῳ τινὶ τὴν ἀνθρωπίνην εὐγένειαν ὑπάρχειν νομίζομεν, ἀλλ᾽ ἐν ἀρετῇ. ὁ δὲ ἄλλος ὄχλος σ�
�μα τῆς πόλεώς ἐστιν ἰσχὺν καὶ δύναμιν τοῖς βουλευθεῖσιν ὑπὸ τῶν κρατίστων παρεχόμενος. μεγάλη τε ἡμῶν ἡ πόλις ἐκ μικρᾶς καὶ φοβερὰ τοῖς περιοίκοις ἐξ εὐκαταφρονήτου διὰ ταύτην τὴν φιλανθρωπίαν γέγονε, τῆς τε ἡγεμονίας, [p. 291] ὑπὲρ ἧς τῶν ἄλλων Λατίνων οὐδεὶς ἀντιποιεῖται πρὸς ἡμᾶς, τοῦτο Ῥωμαίοις τὸ πολίτευμα ἦρξεν οὗ [6] σὺ κατηγόρεις, ὦ Φουφέττιε. ἐν ἰσχύι γὰρ ὅπλων κεῖται τὸ τῶν πόλεων κράτος, αὕτη δ᾽ ἐκ πολλῶν σωμάτων γίνεται: ταῖς δὲ μικραῖς καὶ ὀλιγανθρώποις καὶ διὰ τοῦτο ἀσθενέσιν οὐκ ἔστιν ἄρχειν ἑτέρων, [7] ἀλλ᾽ οὐδ᾽ ἑαυτῶν ἄρχειν. καθόλου δ᾽ ἔγωγε τόθ᾽ ὑπολαμβάνω δεῖν τὰς ἑτέρων διασύρειν πολιτείας καὶ τὴν ἰδίαν ἐπαινεῖν, ὅταν τις ἔχῃ δεῖξαι τὴν μὲν ἑαυτοῦ πόλιν ἐκ τοῦ ταῦτα ἐπιτηδεύειν ἅ φησιν εὐδαίμονα καὶ μεγάλην οὖσαν, τὰς δὲ διαβαλλομένας διὰ τὸ μὴ ταῦτα προαιρεῖσθαι κακοδαιμονούσας. τὰ δ᾽ ἡμέτερα πράγματα οὐχ οὕτως ἔχει, ἀλλ᾽ ἡ μὲν ὑμετέρα πόλις ἀπὸ μείζονος αὐχήματος ἀρχομένη καὶ πλειόνων ἀφορμῶν τυχοῦσα εἰς ἐλάττονα ὄγκον συνῆκται, ἡμεῖς δὲ μικρὰς τὰς πρώτας ἀρχὰς λαβόντες ἐν οὐ πολλῷ χρόνῳ μεγίστην τῶν πλησιοχώρων πόλεων τὴν Ῥώμην πεποιήκαμεν τούτοις τοῖς πολιτεύμασιν ὧν σὺ κατηγόρεις χρώμενοι. [8] τὸ δὲ στασιάζον ἡμῶν, ἐπεὶ καὶ τοῦτο δι᾽ αἰτίας εἶχες, ὦ Φουφέττιε, οὐκ ἐπὶ διαφθορᾷ καὶ ἐλαττώσει τῶν κοινῶν, ἀλλ᾽ ἐπὶ σωτηρίᾳ καὶ αὐξήσει γίνεται. φιλοτιμούμεθα γὰρ οἱ νεώτεροι πρὸς τοὺς πρεσβυτέρους καὶ οἱ ἔποικοι πρὸς τοὺς ἐπικαλεσαμένους, πότεροι πλείονα ποιήσομεν τὸ κοινὸν ἀγαθά. [9] ἵνα δὲ συντεμὼν εἴπω τοῖς μέλλουσιν ἑτέρων ἄρξειν δύο προσεῖναι δεῖ ταῦτα, [p. 292] τὴν ἐν τῷ πολεμεῖν ἰσχὺν καὶ τὴν ἐν τῷ βουλεύσθαι φρόνησιν, ἃ περὶ ἡμᾶς ἐστιν ἀμφότερα: καὶ ὅτι οὐ κενὸς ὁ κόμπος ἡ παντὸς λόγου κρείττων πεῖρα ἡμῖν μαρτυρεῖ. τοσαύτην γοῦν μεγέθει καὶ δυνάμει πόλιν οὐχ οἷόν τε ἦν γενέσθαι τρίτῃ γενεᾷ μετὰ τὸν οἰκισμόν, εἰ μὴ τό τε ἀνδρεῖον ἐπερίττευεν αὐτῇ καὶ τὸ φρόνιμον. ἱκαναὶ δὲ τεκμηριῶσαι τὸ κράτος αὐτῆς πολλαὶ πόλεις ἐκ τοῦ Λατίνων οὖσαι γένους καὶ τὴν κτίσιν ἀφ᾽ ὑμῶν ἔχουσαι, αἳ τὴν ὑμετέραν ὑπεριδοῦσαι πόλιν ἡμῖν προσκεχωρήκασι καὶ ὑπὸ Ῥωμαίων ἄρχεσθαι μᾶλλον ἀξιοῦσιν ἢ ὑπ᾽ Ἀλβανῶν, ὡς ἡμῶν μὲν ἀμφότερα ἱκανῶν ὄντων τούς τε φίλους εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς κακῶς, ὑμῶν δ᾽ οὐδέτερα. [10] πολλὰ εἶχον ἔτι καὶ ἰσχυρά, ὦ Φουφέττιε, πρὸς τὰς δικαιώσεις, ἃς σὺ παρέσχου, λέγειν: μάταιον δὲ ὁρῶν τὸν λόγον καὶ ἐν ἴσῳ τὰ πολλὰ τοῖς ὀλίγοις λεχθησόμενα πρὸς ἀντιπάλους ὄντας ὑμᾶς τοῦ δικαίου κριτὰς παύομαι λέγων. ἕνα δὲ ὑπολαμβάνων κράτιστον εἶναι καὶ μόνον ἡμῶν τὰ νείκη δύνασθαι διακρῖναι τρόπον, ᾧ πολλοὶ βάρβαροί τε καὶ Ἕλληνες εἰς ἔχθη καταστάντες οἱ μὲν ὑπὲρ ἡγεμονίας, οἱ δὲ ὑπὲρ ἀμφισβητησίμου γῆς ἐχρήσαντο, τοῦτον εἰπὼν ἔτι παύσομαι: [11] εἰ ποιησαίμεθα μέρει τινὶ τῆς ἑαυτῶν στρατιᾶς ἑκάτεροι τὸν ἀγῶνα εἰς ὀλιγοστόν τι πλῆθος ἀνδρῶν συναγαγόντες τὴν τοῦ πολέμου [p. 293] τύχην: ἐξ ὁποτέρας δ᾽ ἂν πόλεως οἱ κρατήσαντες τῶν ἀντιπάλων γένωνται, ταύτῃ συγχωρήσαιμεν ἄρχειν τῆς ἑτέρας. ὁπόσα γὰρ μὴ διαιρεῖται ὑπὸ λόγου, ταῦτα ὑπὸ τῶν ὅπλων κρίνεται.

 

‹ Prev