ταῦτα διαπραξάμενος ἐπὶ τὰς πόλεις τῶν Λατίνων ἦγε τὴν δύναμιν, ὡς μάχῃ τὰς μὴ προσχωρούσας αὐτῷ παραστησόμενος: οὐ μὴν ἐδέησέ γε αὐτῷ τειχομαχίας. ἅπαντες γὰρ εἰς ἱκεσίας καὶ δεήσεις ἐτράποντο καὶ πρέσβεις ἀπὸ τοῦ κοινοῦ πέμψαντες καταλύσασθαι τὸν πόλεμον ἠξίουν ἐφ᾽ οἷς αὐτὸς ἠβούλετο καὶ τὰς πόλεις παρέδοσαν. [2] γενόμενος δὲ τῶν [p. 374] πόλεων κατὰ τάσδε τὰς ὁμολογίας ὁ βασιλεὺς κύριος ἐπιεικέστατα πάσαις προσηνέχθη καὶ μετριώτατα. οὔτε γὰρ ἀπέκτεινεν οὔτε φεύγειν ἠνάγκασεν οὔτε χρήμασιν ἐζημίωσε Λατίνων οὐδένα γῆν τε αὐτοῖς καρποῦσθαι τὴν ἑαυτῶν ἐπέτρεψε καὶ πολιτεύμασι χρήσασθαι τοῖς πατρίοις ἐφῆκεν, ἀποδοῦναι δὲ αὐτοὺς ἐκέλευσε Ῥωμαίοις τούς τε αὐτομόλους καὶ τοὺς αἰχμαλώτους ἄνευ λύτρων θεράποντάς τε ἀποκαταστῆσαι τοῖς δεσπόταις ὅσων ἐγένοντο κατὰ τὰς προνομὰς κύριοι καὶ χρήματα ὅσα τοὺς γεωργοὺς ἀφείλοντο διαλῦσαι καὶ εἴ τι ἄλλο κατέβλαψαν ἢ διέφθειραν ἐν ταῖς εἰσβολαῖς ἐπανορθῶσαι. [3] ταῦτα δὲ ποιήσαντας εἶναι φίλους Ῥωμαίων καὶ συμμάχους ἅπαντα πράττοντας ὅσα ἂν ἐκεῖνοι κελεύωσιν. ὁ μὲν δὴ πρὸς Λατίνους συστὰς Ῥωμαίοις πόλεμος εἰς τοῦτο τὸ τέλος κατέσκηψε, καὶ βασιλεὺς Ταρκύνιος τὸν ἐπινίκιον ἐκ τοῦ πολέμου τούτου κατήγαγε θρίαμβον.
τῷ δ᾽ ἑξῆς ἔτει παραλαβὼν τὴν δύναμιν ἐπὶ Σαβίνους ἦγεν ἐκ πολλοῦ τὴν προαίρεσιν αὐτοῦ καὶ τὴν παρασκευὴν τὴν ἐφ᾽ ἑαυτοὺς προεγνωκότας. οὐχ ὑπομείναντες δὲ εἰς τὴν ἑαυτῶν χώραν παρεῖναι τὸν πόλεμον, ἀλλ᾽ ἀντιπαρασκευασάμενοι δύναμιν ἱκανὴν ἐχώρουν ὁμόσε. γενομένης δὲ αὐτοῖς μάχης περὶ τὰ μεθόρια τῆς χώρας ἄχρι νυκτὸς ἐνίκων μὲν οὐδέτεροι, πάνυ δ᾽ ἰσχυρῶς ἐπόνησαν ἀμφότεροι. [2] ταῖς γοῦν ἑξῆς ἡμέραις οὔτε ὁ τῶν Σαβίνων ἡγεμὼν προῆγεν ἐκ τοῦ χάρακος τὰς δυνάμεις οὔτε ὁ τῶν [p. 375] Ῥωμαίων βασιλεύς, ἀλλ᾽ ἀναστρατοπεδεύσαντες ἀμφότεροι καὶ τῆς ἀλλήλων γῆς οὐδὲν κακώσαντες ἀπῄεσαν ἐπ᾽ οἴκου. γνώμη δ᾽ ἀμφοτέρων ἦν ὁμοία μείζονα δύναμιν ἑτέραν ἐπὶ τὴν ἀλλήλων χώραν ἐξάγειν ἔαρος ἀρχομένου. [3] ἐπεὶ δὲ πάντα παρεσκεύαστο αὐτοῖς, πρότεροι μὲν ἐξῆλθον οἱ Σαβῖνοι Τυρρηνῶν ἔχοντες δύναμιν ἱκανὴν πρὸς συμμαχίαν καὶ καταστρατοπεδεύονται Φιδήνης πλησίον περὶ τὰς συμβολὰς τοῦ τε Ἀνίητος καὶ τοῦ Τεβέριος ποταμοῦ διττοὺς βαλόμενοι τοὺς χάρακας ἐναντίους τε καὶ συνεχεῖς ἀλλήλοις, μέσον ἔχοντες τὸ κοινὸν ἐξ ἀμφοτέρων τῶν ποταμῶν ῥεῖθρον, ἐφ᾽ οὗ κατεσκεύαστο γέφυρα ξυλόφρακτος σκάφαις ἀνεχομένη καὶ σχεδίαις ἡ ποιοῦσα ταχείας τὰς πρὸς ἀλλήλους ἀφίξεις καὶ τὸν χάρακα ἕνα. [4] πυθόμενος δὲ τὴν εἰσβολὴν αὐτῶν ὁ Ταρκύνιος ἐξῆγε καὶ αὐτὸς τὸ Ῥωμαίων στράτευμα καθιδρύεταί τε μικρὸν ἀνωτέρω τῆς ἐκείνων στρατοπεδείας παρὰ τὸν Ἀνίητα ποταμὸν ἐπὶ λόφου τινὸς καρτεροῦ. ἁπάσῃ δὲ προθυμίᾳ πρὸς τὸν πόλεμον ὡρμημένων ἀμφοτέρων οὐδεὶς ἀγὼν ἐκ παρατάξεως οὔτε μείζων οὔτ᾽ ἐλάσσων αὐτοῖς συνέστη. ἔφθασε γὰρ ὁ Ταρκύνιος ἀγχινοίᾳ στρατηγικῇ πάντα συντρίψας τὰ τῶν Σαβίνων πράγματα καὶ τὰς παρεμβολὰς αὐτῶν ἀμφοτέρας ἀράμενος. τὸ δὲ στρατήγημα τοῦ ἀνδρὸς τοιόνδε ἦν: [p. 376]
σκάφας ποταμηγοὺς καὶ σχεδίας ξύλων αὔων καὶ φρυγάνων γεμούσας, ἔτι δὲ πίσσης τε καὶ θείου παρασκευασάμενος ἐπὶ θατέρου τῶν ποταμῶν, παρ᾽ ὃν αὐτὸς ἐστρατοπεδεύκει, ἔπειτα φυλάξας ἄνεμον οὔριον περὶ τὴν ἑωθινὴν φυλακὴν πῦρ ἐνεῖναι ταῖς ὕλαις ἐκέλευσε καὶ μεθεῖναι τὰς σκάφας καὶ τὰς σχεδίας φέρεσθαι κατὰ ῥοῦν. αἱ δὲ ἐν ὀλίγῳ πάνυ χρόνῳ διελθοῦσαι τὸν μεταξὺ πόρον ἐμπίπτουσι τῇ [2] γεφύρᾳ καὶ ἀνάπτουσιν αὐτὴν πολλαχόθεν. τῶν δὲ Σαβίνων ᾡς εἶδον ἄφνω πολλὴν φλόγα φερομένην συνδραμόντων ἐπὶ τὴν βοήθειαν καὶ πάντα μηχανωμένων ὅσα σβεστήρια τοῦ πυρὸς ἦν, ἧκεν ὁ Ταρκύνιος περὶ τὸν ὄρθρον ἄγων συντεταγμένην τὴν Ῥωμαίων δύναμιν καὶ προσβαλὼν θατέρῳ χάρακι τῶν μὲν πλείστων ἐκλελοιπότων τὰς φυλακὰς διὰ τὴν ἐπὶ τὰ καιόμενα ὁρμήν, ὀλίγων δέ τινων πρὸς ἀλκὴν τραπομένων, [3] ἐγκρατὴς αὐτοῦ γίνεται δίχα πόνου. ἐν ᾧ δὲ ταῦτα ἐπράττετο χρόνῳ καὶ τὸν ἕτερον τῶν Σαβίνων χάρακα τὸν ἐπέκεινα τοῦ ποταμοῦ κείμενον ἑτέρα δύναμις Ῥωμαίων ἐπελθοῦσα αἱρεῖ, ἣ προαπέσταλτο μὲν ὑπὸ Ταρκυνίου περὶ πρῶτον ὕπνον, διεληλύθει δὲ τὸν ἐκ τῶν δυεῖν ποταμῶν ἕνα γενόμενον ἐν σκάφαις καὶ σχεδίαις καθ᾽ ὃ μέρος περαιουμένη λήσεσθαι ἔμελλε τοὺς Σαβίνους, πλησίον δὲ τῆς ἑτέρας ἐγεγόνει παρεμβολῆς ἅμα τῷ θεάσασθαι τὴν γέφυραν καιομένην: τοῦτο γὰρ ἦν αὐτῇ τὸ σύνθημα [p. 377] [4] τῆς ἐφόδου. τῶν δ᾽ ἐν τοῖς χάραξι καταληφθέντων οἱ μὲν ὑπὸ τῶν Ῥωμαίων μαχόμενοι κατεκόπησαν, οἱ δ᾽ εἰς τὴν συμβολὴν τῶν ποταμῶν ῥίψαντες ἑαυτοὺς οὐ δυνηθέντες ὑπερενεχθῆναι τὰς δίνας κατεπόθησαν: ἐφθάρη δέ τις αὐτῶν μοῖρα οὐκ ὀλίγη καὶ κατὰ τὴν βοήθειαν τῆς γεφύρας ὑπὸ τοῦ πυρός. λαβὼν δὲ ὁ Ταρκύνιος ἀμφότερα τὰ στρατόπεδα τὰ μὲν ἐν αὐτοῖς καταληφθέντα χρήματα τοῖς στρατιώταις ἐπέτρεψε διανείμασθαι, τοὺς δὲ αἰχμαλώτους πολλοὺς πάνυ ὄντας Σαβίνων τε αὐτῶν καὶ Τυρρηνῶν εἰς Ῥώμην ἀγαγὼν διὰ πολλῆς εἶχε φυλακ
ῆς.
Σαβῖνοι μὲν οὖν ἐγνωσιμάχησαν ὑπὸ τῆς τότε συμφορᾶς βιασθέντες καὶ πρεσβευτὰς ἀποστείλαντες ἀνοχὰς ἐποιήσαντο τοῦ πολέμου σπονδὰς ἑξαετεῖς, Τυρρηνοὶ δὲ ὀργῇ φέροντες ὅτι ἥττηντό τε ὑπὸ Ῥωμαίων πολλάκις καὶ ὅτι τοὺς αἰχμαλώτους αὐτοῖς ὁ Ταρκύνιος οὐκ ἀπεδίδου πρεσβευσαμένοις, ἀλλ᾽ ἐν ὁμήρων κατεῖχε λόγῳ, ψήφισμα ποιοῦνται πάσας τὰς τῶν Τυρρηνῶν πόλεις κοινῇ τὸν κατὰ Ῥωμαίων πόλεμον ἐκφέρειν, τὴν δὲ μὴ μετέχουσαν τῆς στρατείας ἔκσπονδον εἶναι. [2] ταῦτ᾽ ἐπικυρώσαντες ἐξῆγον τὰς δυνάμεις καὶ διαβάντες τὸν Τέβεριν ἀγχοῦ Φιδήνης τίθενται τὰ ὅπλα. γενόμενοι δὲ τῆς πόλεως ταύτης ἐγκρατεῖς διὰ προδοσίας στασιασάντων πρὸς ἀλλήλους τῶν ἐν αὐτῇ καὶ πολλὰ μὲν σώματα λαβόντες, πολλὴν [p. 378] δὲ λείαν ἐκ τῆς Ῥωμαίων χώρας ἐλαύνοντες ἀπῆλθον ἐπ᾽ οἴκου, φρουρὰν ἐν τῇ Φιδήνῃ καταλιπόντες ἀποχρῶσαν. αὕτη γὰρ ἡ πόλις ὁρμητήριον αὐτοῖς ἔσεσθαι κράτιστον ἐδόκει τοῦ κατὰ Ῥωμαίων πολέμου. [3] βασιλεὺς δὲ Ταρκύνιος εἰς τοὐπιὸν ἔτος Ῥωμαίους τε σύμπαντας καθοπλίσας καὶ παρὰ τῶν συμμάχων ὅσους ἐδύνατο πλείστους παραλαβὼν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους ἔαρος ἀρχομένου, πρὶν ἐκείνους συναχθέντας ἐξ ἁπασῶν τῶν πόλεων ἐπ᾽ αὐτὸν ὡς πρότερον ἐλθεῖν: καὶ διελὼν εἰς δύο μοίρας ἅπασαν τὴν δύναμιν τῆς μὲν Ῥωμαῖκῆς στρατιᾶς αὐτὸς ἡγούμενος ἐπὶ τὰς πόλεις τῶν Τυρρηνῶν ἐστράτευσε, τῆς δὲ συμμαχικῆς, ἐν ᾗ τὸ πλεῖστον μέρος ἦν τῶν Λατίνων, Ἠγέριον τὸν ἑαυτοῦ συγγενῆ στρατηγὸν ἀποδείξας ἐπὶ τοὺς ἐν Φιδήνῃ πολεμίους ἐκέλευσε χωρεῖν. [4] ἡ μὲν οὖν συμμαχικὴ πλησίον τῆς Φιδήνης τὸν χάρακα οὐκ ἐν ἀσφαλεῖ χωρίῳ θεμένη διὰ τὸ καταφρονεῖν τῶν πολεμίων ὀλίγου τινὸς ἐδέησεν πᾶσα διαφθαρῆναι: οἱ γὰρ ἐν τῇ πόλει φρουροὶ βοήθειαν ἑτέραν παρὰ Τυρρηνῶν κρύφα μεταπεμψάμενοι καὶ φυλάξαντες καιρὸν ἐπιτήδειον ἐξελθόντες ἐκ τῆς πόλεως τόν τε χάρακα τῶν πολεμίων ἔλαβον ἐξ ἐφόδου φαύλως φυλαττόμενον καὶ τῶν ἐξεληλυθότων ἐπὶ [5] τὰς προνομὰς πολὺν εἰργάσαντο φόνον. ἡ δὲ Ῥωμαίων δύναμις ἧς Ταρκύνιος ἡγεῖτο τὴν Οὐιεντανῶν κείρουσα καὶ λεηλατοῦσα χώραν καὶ πολλὰς ὠφελείας [p. 379] ἐξενεγκαμένη συνελθούσης ἐξ ἁπασῶν τῶν Τυρρηνίδων πόλεων μεγάλης τοῖς Οὐιεντανοῖς ἐπικουρίας εἰς μάχην καταστᾶσα νίκην ἀναμφίλογον ἀναιρεῖται: καὶ μετὰ τοῦτο διεξιοῦσα τὴν χώραν τῶν πολεμίων ἀδεῶς ἐπόρθει γενομένη τε πολλῶν μὲν σωμάτων ἐγκρατής, πολλῶν δὲ χρημάτων οἷα ἐξ εὐδαίμονος χώρας, τελευτῶντος ἤδη τοῦ θέρους οἴκαδε ἀπῄει.
Οὐιεντανοὶ μὲν οὖν ἐξ ἐκείνης τῆς μάχης μεγάλως κακωθέντες οὐκέτι προῄεσαν ἐκ τῆς πόλεως, ἀλλ᾽ ἠνείχοντο κειρομένην τὴν χώραν ὁρῶντες. βασιλεὺς δὲ Ταρκύνιος τρισὶν εἰσβολαῖς χρησάμενος καὶ τριετῆ χρόνον ἀποστερήσας τοὺς Οὐιεντανοὺς τῶν ἐκ τῆς σφετέρας γῆς ἐπικαρπιῶν, ὡς ἔρημον ἐποίησε τὴν πλείστην καὶ ὡς οὐδὲν ἔτι βλάπτειν αὐτὴν εἶχεν, ἐπὶ τὴν Καιρητανῶν πόλιν ἦγε τὴν δύναμιν, ἣ πρότερον μὲν Ἄγυλλα ἐκαλεῖτο Πελασγῶν αὐτὴν κατοικούντων, ὑπὸ δὲ Τυρρηνοῖς γενομένη Καίρητα μετωνομάσθη, εὐδαίμων δ᾽ ἦν εἰ καί τις ἄλλη τῶν ἐν Τυρρηνίᾳ πόλεων καὶ πολυάνθρωπος: [2] ἐξ ἧς στρατιὰ μεγάλη μαχησομένη περὶ τῆς χώρας ἐξῆλθε καὶ πολλοὺς μὲν διαφθείρασα τῶν πολεμίων, πολλῷ δ᾽ ἔτι πλείους ἀποβαλοῦσα τῶν σφετέρων, εἰς τὴν πόλιν κατέφυγε. τῆς δὲ χώρας αὐτῶν οἱ Ῥωμαῖοι κρατοῦντες ἄφθονα πάντα παρεχομένης συχνὰς διέτριψαν ἡμέρας, καὶ ἐπειδὴ καιρὸς ἀπάρσεως ἦν, ἄγοντες ὅσας οἷοί τε ἦσαν ὠφελείας ἀπῄεσαν ἐπ᾽ οἴκου. [3] Ταρκύνιος δ᾽ ἐπειδὴ [p. 380] τὰ πρὸς Οὐιεντανοὺς ἐχώρησεν αὐτῷ κατὰ νοῦν, ἐπὶ τοὺς ἐν Φιδήνῃ πολεμίους ἐξάγει τὴν στρατιὰν ἐκβαλεῖν τε βουλόμενος τὴν ἐν αὐτῇ φρουρὰν καὶ τοὺς παραδόντας τοῖς Τυρρηνοῖς τὰ τείχη τιμωρήσασθαι προθυμούμενος. ἐγένετο μὲν οὖν καὶ ἐκ παρατάξεως μάχη τοῖς Ῥωμαίοις πρὸς τοὺς ἐκ τῆς πόλεως ἐξελθόντας καὶ ἐν ταῖς τειχομαχίαις ἀγὼν καρτερός. [4] ἑάλω δ᾽ οὖν ἡ πόλις κατὰ κράτος, καὶ οἱ μὲν φρουροὶ δεθέντες ἅμα τοῖς ἄλλοις τῶν Τυρρηνῶν αἰχμαλώτοις ἦσαν ἐν φυλακῇ, Φιδηναίων δὲ οἱ δοκοῦντες αἴτιοι γεγονέναι τῆς ἀποστάσεως οἱ μὲν ὑπὸ μαστίγων αἰκισθέντες ἐν τῷ φανερῷ τοὺς αὐχένας ἀπεκόπησαν, οἱ δὲ φυγαῖς ἐζημιώθησαν ἀιδίοις: τὰς δὲ οὐσίας αὐτῶν διέλαχον οἱ καταλειφθέντες Ῥωμαίων ἔποικοί τε καὶ φρουροὶ τῆς πόλεως.
τελευταία δὲ μάχη Ῥωμαίων καὶ Τυρρηνῶν ἐγένετο πόλεως Ἠρήτου πλησίον ἐν τῇ Σαβίνων γῇ. δι᾽ ἐκείνης γὰρ ἐποιήσαντο τὴν ἐπὶ τοὺς Ῥωμαίους ἔλασιν οἱ Τυρρηνοὶ πεισθέντες ὑπὸ τῶν ἐκεῖ δυνατῶν, ὡς συστρατευσομένων σφίσι τῶν Σαβίνων. αἱ γὰρ ἑξαετεῖς αὐτοῖς περὶ τῆς εἰρήνης πρὸς Ταρκύνιον ἀνοχαὶ διεληλύθεσαν ἤδη, καὶ πολλοῖς τῶν Σαβίνων πόθος ἦν ἐπανορθώσασθαι τὰς προτέρας ἥττας ἐπιτεθραμμένης ἐν ταῖς πόλεσι νεότητος ἱκανῆς. [2] οὐ μὴν ἐχώρησέ γε αὐτοῖς ἡ πεῖρα κατὰ [p. 381] νοῦν θᾶττον ἐπιφανείσης τῆς Ῥωμαίων στρατιᾶς, οὐδ᾽ ἐξεγένετο παρ᾽ οὐδεμιᾶς τῶν πόλεων κοινὴν ἀποσταλῆναι τοῖς Τυρρηνοῖς συμμαχίαν, ἀλλ᾽ ἐθελονταί τινες ἐπεκούρησαν αὐτοῖς ὀλ
ίγοι μισθοῖς μεγάλοις ὑπαχθέντες. [3] ἐκ ταύτης τῆς μάχης μεγίστης τῶν προτέρων γενομένης, ὅσας πρὸς ἀλλήλους ἐπολέμησαν, τὰ μὲν Ῥωμαίων πράγματα θαυμαστὴν ὅσην ἐπίδοσιν ἔλαβε νίκην ἐξενεγκαμένων καλλίστην, καὶ βασιλεῖ Ταρκυνίῳ τὴν τροπαιοφόρον πομπὴν κατάγειν ἥ τε βουλὴ καὶ ὁ δῆμος ἐψηφίσατο, τὰ δὲ τῶν Τυρρηνῶν ἔπεσε φρονήματα πάσας μὲν ἐξαποστειλάντων εἰς τὸν ἀγῶνα τὰς ἐξ ἑκάστης πόλεως δυνάμεις, ὀλίγους δέ τινας ἐκ πολλῶν τοὺς διασωθέντας ὑποδεξαμένων. οἱ μὲν γὰρ ἐν τῇ παρατάξει μαχόμενοι κατεκόπησαν, οἱ δ᾽ ἐν τῇ τροπῇ δυσχωρίαις ἐγκυρήσαντες ἀνεξόδοις παρέδοσαν τοῖς κεκρατηκόσιν ἑαυτούς. [4] τοιαύτης μέντοι συμφορᾶς πειραθέντες οἱ δυνατώτατοι τῶν ἐν ταῖς πόλεσιν ἔργον ἐποίησαν ἀνθρώπων φρονίμων. ἑτέραν γὰρ στρατιὰν ἐπ᾽ αὐτοὺς ἐξαγαγόντος βασιλέως Ταρκυνίου συναχθέντες εἰς μίαν ἀγορὰν περὶ καταλύσεως τοῦ πολέμου διαλέγεσθαι πρὸς αὐτὸν ἐψηφίσαντο καὶ πέμπουσι τοὺς πρεσβυτάτους ἄνδρας καὶ τιμιωτάτους ἐξ ἑκάστης πόλεως αὐτοκράτορας ἀποδείξαντες τῶν περὶ τῆς εἰρήνης ὁμολογιῶν.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 193