τοιαῦτα λέγοντος αὐτοῦ πολὺς ἔπαινος ἐκ τῆς ἐκκλησίας ἐγένετο τῶν μέν, ὅτι πιστὸς ἦν καὶ δίκαιος περὶ τοὺς εὐεργέτας, ἐπαινούντων, τῶν δ᾽, ὅτι φιλάνθρωπος καὶ μεγαλόψυχος εἰς τοὺς ἀπόρους, τῶν δ᾽, ὡς μέτριος καὶ δημοτικὸς πρὸς τοὺς ταπεινοτέρους, ἁπάντων δ᾽, ὅτι νόμιμος καὶ δίκαιος ἄρχων, ἀγαπώντων [p. 20] [2] τε καὶ τεθαυμακότων. διαλυθείσης δὲ τῆς ἐκκλησίας ταῖς ἑξῆς ἡμέραις ἀπογράφεσθαι κελεύσας τοὺς ὑποχρέους, ὅσοι τὴν πίστιν ἀδύνατοι ἦσαν φυλάττειν, τίσιν ὀφείλουσι καὶ πόσον ἕκαστος, ἐπειδὴ τὰς ἀπογραφὰς ἔλαβε, τραπέζας θεὶς ἐν ἀγορᾷ πάντων ὁρώντων ἀπηρίθμει τοῖς δανεισταῖς τὰ χρέα. [3] ταῦτα διαπραξάμενος ἐξέθηκεν ἐν φανερῷ διάταγμα βασιλικόν, ἐκχωρεῖν τῆς δημοσίας γῆς τοὺς καρπουμένους τε καὶ ἰδίᾳ κατέχοντας αὐτὴν ἐν ὡρισμένῳ τινὶ χρόνῳ, καὶ τοὺς οὐδένα κλῆρον ἔχοντας τῶν πολιτῶν πρὸς ἑαυτὸν ἀπογράφεσθαι: νόμους τε συνέγραφεν οὓς μὲν ἐκ τῶν ἀρχαίων καὶ παρημελημένων ἀνανεούμενος, οὓς Ῥωμύλος τ᾽ εἰσηγήσατο καὶ Νόμας Πομπίλιος, οὓς δ᾽ [4] αὐτὸς καθιστάμενος. ταῦτα δ᾽ αὐτοῦ πολιτευομένου χαλεπῶς ἔφερον οἱ πατρίκιοι καταλυομένην τὴν δυναστείαν τῆς βουλῆς ὁρῶντες καὶ λογισμοὺς οὐκέτι τοὺς αὐτούς, ἀλλ᾽ ἐναντίους τοῖς προτέροις ἐλάμβανον. [5] ἐν ἀρχαῖς μὲν γὰρ ὥρμησαν ἀφελέσθαι τὴν παράνομον αὐτοῦ δυναστείαν ἀποδείξαντες μεσοβασιλεῖς καὶ δι᾽ ἐκείνων ἑλέσθαι τὸν κατὰ νόμους ἕξοντα τὴν ἀρχήν: τότε δὲ στέργειν ἐπὶ τοῖς παροῦσιν ᾤοντο δεῖν καὶ μηδὲν πολυπραγμονεῖν. εἰσῄει γὰρ αὐτοῖς λογισμός, ὅτι τῆς μὲν βουλῆς, ὃν αὐτὴ προῃρεῖτο, παραγούσης ἐπὶ τὰ πράγματα ὁ δῆμος ἐναντιώσεται τὴν ψῆφον ἀναλαβών: ἐὰν δ᾽ ἐπὶ τῷ δήμῳ ποιήσωσι τὴν [p. 21] τοῦ βασιλέως προαίρεσιν, ἅπασαι τὸν Τύλλιον ψηφοφορήσουσιν αἱ φρᾶτραι, καὶ περιέσται τῷ ἀνδρὶ τὸ δοκεῖν κατὰ νόμους ἄρχειν. ἔδοξεν οὖν αὐτοῖς ἄμεινον εἶναι κλέπτοντα τὴν ἀρχὴν τὸν ἄνδρα καὶ παρακρουόμενον τοὺς πολίτας μᾶλλον ἢ πείσαντα καὶ φανερῶς λαβόντα κατέχειν. [6] ἀλλ᾽ οὐδὲν αὐτοῖς ἐγένετο προὔργου τῶν λελογισμένων: οὕτω κατεστρατήγησεν αὐτοὺς ὁ Τύλλιος καὶ κατέσχε τὴν βασιλείαν ἀκόντων ἐκείνων. κατασκευάσας γὰρ ἐκ πολλοῦ φήμας λέγεσθαι κατὰ τὴν πόλιν. ὡς ἐπιβουλευόντων αὐτῷ τῶν πατρικίων προῆλθεν εἰς τὴν ἀγορὰν ἐσθῆτα πιναρὰν περιβεβλημένος καὶ κατηφὴς συνούσης αὐτῷ καὶ τῆς μητρὸς Ὀκρισίας καὶ τῆς Ταρκυνίου γυναικὸς Τανακυλίδος καὶ τῆς συγγενείας τῆς βασιλικῆς ὅλης. ὄχλου δὲ συνδραμόντος πολλοῦ πρὸς τὸ παράδοξον τῆς ὄψεως ἐκκλησίαν συγκαλέσας προῆλθεν ἐπὶ τὸ βῆμα καὶ διεξῆλθε τοιοῦτόν τινα λόγον.
οὐκέτι μοι περὶ τῶν Ταρκυνίου παίδων μόνον ὁ κίνδυνός ἐστιν, ἵνα μηδὲν ὑπὸ τῶν ἐχθρῶν δεινὸν πάθωσιν, ἀλλ᾽ ἤδη καὶ περὶ τῆς ἐμῆς ψυχῆς δέος εἰσέρχεται, μὴ πικρὰς ἀμοιβὰς τῆς δικαιοσύνης ἀπολάβω. ἐπιβουλεύομαι γὰρ ὑπὸ τῶν πατρικίων, καὶ μεμήνυνταί μοι τινὲς ἐξ αὐτῶν ἀποκτεῖναί με συνομνύμενοι ἀδίκημα μὲν οὐδὲν οὔτε μεῖζον οὔτ᾽ ἔλαττον ἔχοντες ἐγκαλεῖν, ὧν δὲ τὸν δῆμον εὖ πεποίηκα καὶ [p. 22] παρεσκεύασμαι ποιεῖν ἀχθόμενοί τε καὶ ἀναξιοπαθοῦντες: [2] οἱ δανεισταὶ μὲν ὅτι τοὺς πένητας ὑμῶν οὐκ εἴασα τὴν ἐλευθερίαν ἀφαιρεθῆναι πρὸς τὰ χρέα ὑπ᾽ αὐτῶν ἀχθέντας: οἱ δὲ κατανοσφιζόμενοι τὰ δημόσια καὶ κατέχοντες, ἣν ὑμεῖς δι᾽ αἵματος ἐκτήσασθε γῆν ἐκλιπεῖν ἀναγκαζόμενοι, ὥσπερ τὰ πατρῷα ἀποστερούμενοι καὶ οὐ τἀλλότρια ἀποδιδόντες: οἱ δ᾽ ἀνειμένοι τῶν εἰσφορῶν τῶν εἰς τοὺς πολέμους, εἰ τιμήσασθαι τοὺς βίους ἀναγκασθήσονται καὶ ἀπὸ τῶν τιμημάτων τὰς εἰσφορὰς συνεισφέρειν: κοινῇ δὲ σύμπαντες, ὅτι κατὰ νόμους γεγραμμένους ἐθισθήσονται ζῆν τὰ δίκαια ἐξ ἴσου διδόντες ὑμῖν καὶ λαμβάνοντες, ἀλλ᾽ οὐχ ὥσπερ ἀργυρωνήτοις παραχρήσονται τοῖς πένησιν, ὃ ποιοῦσι νῦν. [3] καὶ ταῦτα δὴ τὰ ἐγκλήματα συνενέγκαντες εἰς τὸ κοινὸν βεβούλευνταί τε καὶ συνομωμόκασι κατάγειν τοὺς φυγάδας καὶ τοῖς Μαρκίου παισὶ τὴν βασιλείαν ἀποδιδόναι, οὓς ὑμεῖς Ταρκύνιον ἀποκτείναντας τὸν βασιλέα ὑμῶν ἄνδρα χρηστὸν καὶ φιλόπολιν καὶ τηλικοῦτο διαπραξαμένους ἄγος τάς τε δίκας ἐρήμους ἐκλιπόντας καὶ φυγῆς ἑαυτοῖς τιμησαμένους πυρὸς καὶ ὕδατος εἴργειν ἐψηφίσασθε: ἔμελλόν τ᾽, εἰ μὴ θᾶττον ἐμοὶ περὶ τούτων ἐγένετο μήνυσις, ξενικὴν δύναμιν ἐπαγόμενοι νυκτὸς ἔτι πολλὴν κατάγειν εἰς τὴν πόλιν [p. 23] [4] τοὺς φυγάδας. τὰ μετὰ ταῦτα πάντες ἴστε δήπου, κἂν ἐγὼ μὴ λέγω, ὅτι Μάρκιοι συλλαμβανόντων αὐτοῖς τῶν πατρικίων κατασχόντες τὰ πράγματα δίχα πόνου, πρῶτον μὲν ἐμὲ τὸν φύλακα τῶν βασιλέων καὶ τὰς κατ᾽ αὐτῶν ἐπιτελεσάμενον δίκας ἔμελλον ἀναρπάσεσθαι, ἔπειτα ταυτὶ τὰ παιδία καὶ τοὺς ἄλλους συγγενεῖς τε καὶ φίλους Ταρκυνίου πάντας ἀρεῖσθαι: γυναῖκας δ᾽ ἡμῶν καὶ μητέρας καὶ θυγατέρας καὶ πᾶν τὸ θῆλυ γένος ἐν ἀνδραπόδων ποιήσασθαι λόγῳ, πολὺ [5] τὸ θηριῶδες ἔχοντες ἐν τῇ φύσει καὶ τυραννικόν. εἰ μὲν οὖν καὶ ὑμῖν ταῦτα βουλομένοις ἐστίν, ὦ δημόται, τοὺς μὲν ἀνδροφόνους κατάγειν καὶ βασιλεῖς ἀποδεικνύναι, τοὺς δὲ τῶν εὐεργετῶν παῖδας ἐξελαύνειν καὶ
τὴν ὑπὸ τοῦ πάππου καταλειφθεῖσαν ἀρχὴν ἀφαιρεῖσθαι, στέρξομεν τὴν τύχην. ἀλλὰ πρὸς ἁπάντων θεῶν τε καὶ δαιμόνων, ὅσοι τὸν ἀνθρώπινον ἐποπτεύουσι βίον, ἱκέται πάντες ὑμῶν γινόμενοι σὺν γυναιξί τε καὶ τέκνοις ἀντὶ πολλῶν μέν, ὧν Ταρκύνιος ὁ τῶν παιδίων πάππος εὖ ποιῶν ὑμᾶς διετέλεσεν, ἀντὶ πολλῶν δέ, ὧν αὐτὸς ἐγὼ κατὰ τὴν ἐμαυτοῦ δύναμιν ἐγενόμην ὑμῖν χρήσιμος, ἀξιοῦμεν ὑμᾶς μίαν ἡμῖν δοῦναι ταύτην δωρεάν, φανερὰν ποιῆσαι τὴν ὑμῶν αὐτῶν γνώμην. [6] εἰ γὰρ ἑτέρους τινὰς ἀξιονικοτέρους ἡμῶν ὑπειλήφατε εἶναι ταύτης τῆς τιμῆς τυγχάνειν, [p. 24] τὰ μὲν παιδία οἰχήσεται τὴν πόλιν ὑμῖν καταλιπόντα καὶ ἡ ἄλλη Ταρκυνίου συγγένεια: ἐγὼ δ᾽ ἕτερόν τι βουλεύσομαι γενναιότερον ὑπὲρ ἐμαυτοῦ: βεβίωται γὰρ ἤδη μοι καὶ πρὸς ἀρετὴν καὶ πρὸς εὐδοξίαν ἀποχρώντως καὶ οὐκ ἂν ἀξιώσαιμι τῆς παρ᾽ ὑμῶν εὐνοίας ψευσθείς, ἣν ἀντὶ παντὸς εἱλόμην ἀγαθοῦ, ζῆν αἰσχρῶς ἐν ἄλλοις τισί. παραλάβετε δὴ τὰς ῥάβδους καὶ δότε, εἰ βούλεσθε, τοῖς πατρικίοις: ἐγὼ δ᾽ ὑμῖν οὐκ ἐνοχλήσω παρών.
ταῦτα λέγοντος αὐτοῦ καὶ παραχωρεῖν οἵου τε ὄντος ἀπὸ τοῦ βήματος κραυγή τε παρὰ πάντων ἐξαίσιος ἐγίνετο καὶ δεήσεις μεμιγμέναι δάκρυσιν, ἵνα μένῃ τε καὶ διακατέχῃ τὰ πράγματα μηδένα δεδοικώς. ἔπειτ᾽ ἐγκέλευστοί τινες διειληφότες τὴν ἀγορὰν βασιλέα ποιεῖν αὐτὸν ἐβόων καὶ συγκαλεῖν τὰς φράτρας ἠξίουν καὶ ψῆφον ᾔτουν. ἀρξαμένων δὲ τούτων εὐθὺς ὁ δῆμος ἅπας ἐπὶ τῆς αὐτῆς προαιρέσεως ἐγεγόνει. [2] τοῦτο καταμαθὼν ὁ Τύλλιος οὐκέτι παρῆκε τὸν καιρόν, ἀλλὰ πολλὰς αὐτοῖς εἰδέναι φήσας χάριτας, ὅτι μέμνηνται τῶν εὐεργεσιῶν, καὶ ἔτι πλείονα ὑποσχόμενος ἀγαθὰ ποιήσειν, ἐὰν αὐτὸν ἀποδείξωσι βασιλέα, προεῖπεν ἡμέραν ἀρχαιρεσιῶν, εἰς ἣν ἐκέλευσε καὶ τοὺς ἐκ τῶν ἀγρῶν ἅπαντας παρεῖναι. [3] συνελθόντος δὲ τοῦ δήμου καλῶν τὰς φράτρας κατὰ μίαν ἀνεδίδου τὰς ψήφους. ἁπάσαις δὲ ταῖς φράτραις κριθεὶς τῆς βασιλείας [p. 25] ἄξιος παραλαμβάνει τότε τὴν ἀρχὴν παρὰ τοῦ δημοτικοῦ πλήθους πολλὰ χαίρειν τῇ βουλῇ φράσας, ἣν οὐκ ἠξίωσεν ἐπικυρῶσαι τὰ τοῦ δήμου κρίματα, ὥσπερ αὐτῇ ποιεῖν ἔθος ἦν. τοῦτον δὲ τὸν τρόπον ἐπὶ τὴν βασιλείαν παρελθὼν πολλῶν μὲν καὶ ἄλλων πολιτευμάτων εἰσηγητὴς ἐγένετο, μέγαν δὲ καὶ λόγου ἄξιον ἐπολέμησε πρὸς Τυρρηνοὺς πόλεμον. ποιήσομαι δὲ περὶ τῶν πολιτευμάτων αὐτοῦ πρῶτον τοὺς λόγους.
εὐθὺς ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν διένειμε τὴν δημοσίαν χώραν τοῖς θητεύουσι Ῥωμαίων: ἔπειτα τοὺς νόμους τούς τε συναλλακτικοὺς καὶ τοὺς περὶ τῶν ἀδικημάτων ἐπεκύρωσε ταῖς φράτραις: ἦσαν δὲ πεντήκοντά που μάλιστα τὸν ἀριθμόν, ὧν οὐδὲν δέομαι μεμνῆσθαι κατὰ τὸ παρόν. [2] τῇ τε πόλει προσέθηκε δύο λόφους, τόν τε Οὐιμινάλιον καλούμενον καὶ τὸ Ἰσκυλῖνον, ὧν ἑκάτερος ἀξιολόγου πόλεως ἔχει μέγεθος, καὶ διένειμεν αὐτοὺς τοῖς ἀνεστίοις Ῥωμαίων οἰκίας κατασκευάσασθαι: ἔνθα καὶ αὐτὸς ἐποιήσατο τὴν οἴκησιν ἐν τῷ κρατίστῳ τῆς Ἰσκυλίας τόπῳ. [3] οὗτος ὁ βασιλεὺς τελευταῖος ηὔξησε τὸν περίβολον τῆς πόλεως τοὺς δύο τοῖς πέντε προσθεὶς λόφοις, ὀρνιθευσάμενός τε ὡς νόμος ἦν καὶ τἆλλα τὰ πρὸς θεοὺς ὅσια διαπραξάμενος. προσωτέρω δ᾽ οὐκέτι προῆλθεν ἡ κατασκευὴ τῆς πόλεως οὐκ ἐῶντος, ὥς φασι, τοῦ δαιμονίου, ἀλλ᾽ ἔστιν ἅπαντα τὰ περὶ τὴν πόλιν οἰκούμενα χωρία, πολλὰ ὄντα καὶ μεγάλα, γυμνὰ καὶ ἀτείχιστα [p. 26] [4] καὶ ῥᾷστα πολεμίοις ἐλθοῦσιν ὑποχείρια γενέσθαι: καὶ εἰ μὲν εἰς ταῦτά τις ὁρῶν τὸ μέγεθος ἐξετάζειν βουλήσεται τῆς Ῥώμης, πλανᾶσθαί τ᾽ ἀναγκασθήσεται καὶ οὐχ ἕξει βέβαιον σημεῖον οὐδέν, ᾧ διαγνώσεται, μέχρι ποῦ προβαίνουσα ἔτι πόλις ἐστὶ καὶ πόθεν ἄρχεται μηκέτ᾽ εἶναι πόλις, οὕτω συνύφανται τὸ ἄστυ τῇ χώρᾳ καὶ εἰς ἄπειρον ἐκμηκυνομένης πόλεως ὑπόληψιν τοῖς θεωμένοις παρέχεται. [5] εἰ δὲ τῷ τείχει τῷ δυσευρέτῳ μὲν ὄντι διὰ τὰς περιλαμβανούσας αὐτὸ πολλαχόθεν οἰκήσεις, ἴχνη δέ τινα φυλάττοντι κατὰ πολλοὺς τόπους τῆς ἀρχαίας κατασκευῆς, βουληθείη μετρεῖν αὐτὴν κατὰ τὸν κύκλον τὸν περιέχοντα Ἀθηναίων τὸ ἄστυ, οὐ πολλῷ τινι μείζων ὁ τῆς Ῥώμης ἂν αὐτῷ φανείη κύκλος. ἀλλ᾽ ὑπὲρ μὲν τοῦ μεγέθους τε καὶ κάλλους τῆς πόλεως, ὡς κατὰ τὴν ἐμὴν εἶχεν ἡλικίαν, ἕτερος ἔσται τῇ διηγήσει καιρὸς ἐπιτηδειότερος.
ὁ δὲ Τύλλιος, ἐπειδὴ τοὺς ἑπτὰ λόφους ἑνὶ τείχει περιέλαβεν, εἰς τέτταρας μοίρας διελὼν τὴν πόλιν καὶ θέμενος ἐπὶ τῶν λόφων ταῖς μοίραις τὰς ἐπικλήσεις, τῇ μὲν Παλατίνην, τῇ δὲ Σουβουράνην, τῇ δὲ τρίτῃ Κολλίνην, τῇ δὲ τετάρτῃ τῶν μοιρῶν Ἰσκυλίνην, τετράφυλον ἐποίησε τὴν πόλιν εἶναι, τρίφυλον οὖσαν τέως: [2] καὶ τοὺς ἀνθρώπους ἔταξε τοὺς ἐν ἑκάστῃ μοίρᾳ τῶν τεττάρων οἰκοῦντας, ὥσπερ κωμήτας, μήτε μεταλαμβάνειν [p. 27] ἑτέραν οἴκησιν μήτ᾽ ἄλλοθι που συντελεῖν, τάς τε καταγραφὰς τῶν στρατιωτῶν καὶ τὰς εἰσπράξεις τῶν χρημάτων τὰς γινομένας εἰς τὰ στρατιωτικὰ καὶ τὰς ἄλλας χρείας, ἃς ἕκαστον ἔδει τῷ κοινῷ παρέχειν, οὐκέτι κατὰ τὰς τρεῖς φυλὰς τὰς γενικὰς ὡς πρότερον, ἀλλὰ κατὰ τὰς τέτταρας τὰς τοπικὰς τὰς ὑφ᾽ ἑαυτοῦ διαταχθείσα�
� ἐποιεῖτο, ἡγεμόνας ἐφ᾽ ἑκάστης ἀποδείξας συμμορίας, ὥσπερ φυλάρχους ἢ κωμάρχας, οἷς προσέταξεν εἰδέναι, ποίαν οἰκίαν ἕκαστος οἰκεῖ. [3] ἔπειτα κατὰ πάντας ἐκέλευσε τοὺς στενωποὺς ἱερὰ ἐγκατασκευασθῆναι καλιάδας ὑπὸ τῶν γειτόνων ἥρωσι προνωπίοις καὶ θυσίας αὐτοῖς ἐνομοθέτησεν ἐπιτελεῖσθαι καθ᾽ ἕκαστον ἐνιαυτὸν πελάνους εἰσφερούσης ἑκάστης οἰκίας: τοῖς δὲ τὰ περὶ τῶν γεινόνων ἱερὰ συντελοῦσιν ἐν τοῖς προνωπίοις οὐ τοὺς ἐλευθέρους, ἀλλὰ τοὺς δούλους ἔταξε παρεῖναί τε καὶ συνιερουργεῖν, ὡς κεχαρισμένης τοῖς ἥρωσι τῆς τῶν θεραπόντων ὑπηρεσίας: [4] ἣν ἔτι καὶ καθ᾽ ἡμᾶς ἑορτὴν ἄγοντες Ῥωμαῖοι διετέλουν ὀλίγαις ὕστερον ἡμέραις τῶν Κρονίων, σεμνὴν ἐν τοῖς πάνυ καὶ πολυτελῆ, Κομπιτάλια προσαγορεύοντες αὐτὴν ἐπὶ τῶν στενωπῶν: κομπίτους γὰρ τοὺς στενωποὺς καλοῦσι: καὶ φυλάττουσι τὸν ἀρχαῖον ἐθισμὸν ἐπὶ τῶν ἱερῶν, διὰ τῶν θεραπόντων τοὺς ἥρωας ἱλασκόμενοι καὶ ἅπαν τὸ δοῦλον ἀφαιροῦντες αὐτῶν ἐν ταῖς ἡμέραις ἐκείναις, ἵνα τῇ φιλανθρωπίᾳ ταύτῃ [p. 28] τιθασσευόμενοι μέγα τι καὶ σεμνὸν ἐχούσῃ χαριέστεροι γίνωνται περὶ τοὺς δεσπότας καὶ τὰ λυπηρὰ τῆς τύχης ἧττον βαρύνωνται.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 199