Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 203
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 203

by Dionysius of Halicarnassus


  καὶ ἐπειδὴ παρεγένετο, μεταστῆναι κελεύσασα τοὺς ἔνδον, ἵνα μόνη διαλεχθείη πρὸς μόνον, Ἆρ᾽, ἔφησεν, ὦ Ταρκύνιε, μετὰ παρρησίας ἔξεστί μοι καὶ ἀκινδύνως ἅπαντα εἰπεῖν, ὅσα φρονῶ περὶ τῶν κοινῇ συμφερόντων, καὶ καθέξεις οὓς ἂν ἀκούσῃς λόγους; ἢ σιωπᾶν ἄμεινόν ἐστί μοι καὶ μὴ φέρειν εἰς μέσον βουλὰς ἀπορρήτους; [2] κελεύσαντος δὲ τοῦ Ταρκυνίου λέγειν, ὅ τι βούλεται, καὶ περὶ τοῦ καθέξειν ἐν ἑαυτῷ τοὺς λόγους πίστεις ἐπιθέντος δι᾽ ὅρκων, οὓς ἐκείνη προῃρεῖτο, οὐδὲν ἔτι αἰσχυνθεῖσα λέγει πρὸς αὐτόν: μέχρι τίνος, ὦ Ταρκύνιε, τῆς βασιλείας ἀποστερούμενος ἀνέχεσθαι διανοῇ; πότερον ἐκ ταπεινῶν καὶ ἀσήμων ἔφυς προγόνων καὶ διὰ τοῦτ᾽ οὐκ ἀξιοῖς ἐπὶ σεαυτῷ μέγα φρονεῖν; ἀλλὰ πάντες ἴσασιν, ὅτι τοῖς μὲν ἀρχαίοις ὑμῶν προγόνοις Ἕλλησιν οὖσι καὶ ἀφ᾽ Ἡρακλέους γεγονόσι τῆς εὐδαίμονος ἄρξαι Κορίνθου τὴν αὐτοκράτορα ὑπῆρξεν ἀρχὴν ἐπὶ πολλάς, ὡς ἀκούω, γενεάς: τῷ δὲ πάππῳ σου Ταρκυνίῳ μεταθεμένῳ τὴν οἴκησιν ἐκ Τυρρηνῶν ταύτης βασιλεῦσαι τῆς πόλεως ἐξεγένετο δι᾽ ἀρετήν: οὗ σὺ κληρονομεῖν οὐ μόνον τῶν χρημάτων, ἀλλὰ καὶ τῆς βασιλείας ὀφείλεις πρεσβύτερος υἱωνὸς ὤν. [3] ἢ σώματος οὐκ ἔτυχες ἱκανοῦ πράττειν, ὅσα βασιλεῖ προσῆκε, δι᾽ ἀσθένειάν τε καὶ ἀμορφίαν; ἀλλὰ σοί γε καὶ ῥώμη πάρεστιν, οἵα τοῖς [p. 54] κράτιστα πεφυκόσι, καὶ μορφὴ τοῦ βασιλείου γένους ἀξία. ἢ τούτων μὲν οὐδέτερον, ἡ δ᾽ ἀσθενὴς ἔτι καὶ πολὺ ἀπέχουσα τοῦ φρονεῖν τὰ προσήκοντα νεότης μεθέλκει σε, δι᾽ ἣν οὐκ ἀξιοῖς τὰ πολιτικὰ πράττειν, ὃς οὐ πολλοῖς ἀποδεῖς ἔτεσι πεντηκονταέτης εἶναι; κράτιστα δ᾽ ἄνθρωποι πεφύκασι φρονεῖν οἱ περὶ ταύτην μάλιστα γενόμενοι τὴν ἡλικίαν. [4] φέρε, ἀλλ᾽ ἡ τοῦ κατέχοντος τὰ πράγματα εὐγένεια καὶ ἡ πρὸς τοὺς κρατίστους τῶν πολιτῶν ἐπιτηδειότης, δι᾽ ἣν οὐκ εὐεπιχείρητός ἐστιν, ἀνέχεσθαί σε ἀναγκάζει; ἀλλὰ καὶ ταῦτ᾽ ἀμφότερα κακῶς ἔχοντα αὐτῷ τυγχάνει καὶ οὐδὲ αὐτὸς αὐτά γε ἀγνοεῖς. καὶ μὴν ἥ γε τόλμα καὶ τὸ φιλοκίνδυνον ἔνεστί σου τοῖς τρόποις, ὧν μάλιστα τῷ βασιλεύειν μέλλοντι δεῖ. ὑπάρχει δέ σοι καὶ πλοῦτος ἱκανὸς καὶ φίλοι πολλοὶ καὶ ἄλλαι πρὸς τὰ πράγματ᾽ [5] ἀφορμαὶ πολλαὶ καὶ μεγάλαι. τί οὖν ἔτι μέλλεις καὶ τὸν αὐτόματον ἐκδέχῃ καιρόν, ὃς ἥξει σοι φέρων τὴν βασιλείαν μηδὲν εἰς τοῦτο πραγματευσαμένῳ, μετὰ τὴν τοῦ Τυλλίου δήπου τελευτήν; ὥσπερ ἀναμενούσης τῆς τύχης τὰς ἀνθρωπίνας μελλήσεις, ἢ τῆς φύσεως ἡμῶν τὰς καθ᾽ ἡλικίαν ἑκάστῳ τελευτὰς φερούσης, ἀλλ᾽ οὐκ ἐν ἀδήλῳ καὶ δυστεκμάρτῳ τέλει πάντων τῶν ἀνθρωπίνων πραγμάτων κειμένων. [6] ἐρῶ δὴ μετὰ παρρησίας, [p. 55] καὶ εἴ με φήσεις θρασεῖαν, τὸ δοκοῦν αἴτιον εἶναί μοι τοῦ μηδεμιᾶς ὀρέγεσθαί σε μήτε φιλοτιμίας μήτε δόξης. γυνή σοι σύνεστι μηδὲν ἐοικυῖα τοῖς σοῖς τρόποις, ἥ σε κηλοῦσα καὶ κατᾴδουσα μαλθακὸν ἀποδέδωκε, καὶ λήσεις ὑπ᾽ αὐτῆς γενόμενος ἐξ ἀνδρὸς τὸ μηδέν: ὥσπερ γε κἀμοὶ ψοφοδεὴς καὶ οὐδὲν ἔχων ἀνδρὸς ἀνήρ, ὅς με ταπεινὴν ποιεῖ μεγάλων οὖσαν ἀξίαν καὶ καλὴν τὸ σῶμα, μαρανθεῖσαν δ᾽ ὑπ᾽ αὐτοῦ. [7] εἰ δ᾽ ἐξεγένετο σοί τε λαβεῖν ἐμὲ γυναῖκα κἀμὲ σοῦ τυχεῖν ἀνδρός, οὐκ ἂν ἐν ἰδιώτῃ βίῳ τοσοῦτον διεζήσαμεν χρόνον. τί οὖν οὐκ ἐπανορθούμεθα τὸ τῆς τύχης ἐλάττωμα ἡμεῖς μεταθέμενοι τοὺς γάμους, καὶ σὺ μὲν ἀπαλλάττεις τοῦ βίου τὴν σαυτοῦ γυναῖκα, ἐγὼ δὲ ταὐτὸ διαθήσομαι τὸν ἐμὸν ἄνδρα; ὅταν δὲ τούτων διαχειρισθέντων συνέλθωμεν εἰς ταὐτό, ἀσφαλῶς ἤδη τὰ λοιπὰ βουλεύσομεν, ἐκποδῶν πεποιημένοι τὰ λυποῦντα ἡμᾶς. καὶ γὰρ ἐὰν τἆλλα τις ἀδικεῖν ὀκνῇ, βασιλείας γε χάριν οὐ νέμεσις ἅπαντα τολμᾶν.

  τοιαῦτα τῆς Τυλλίας λεγούσης ἄσμενος δέχεται τὰς αἱρέσεις ὁ Ταρκύνιος, καὶ αὐτίκα δοὺς αὐτῇ πίστεις καὶ λαβὼν τὰ προτέλεια τῶν ἀνοσίων γάμων διαπραξάμενος ἀπέρχεται. διελθόντος δ᾽ οὐ πολλοῦ μετὰ ταῦτα χρόνου τοῖς αὐτοῖς πάθεσιν ἀποθνήσκουσιν ἥ τε πρεσβυτέρα τῶν Τυλλίου θυγατέρων καὶ ὁ νεώτερος τῶν Ταρκυνίων. [2] ἐνταῦθα πάλιν ἀναγκάζομαι μεμνῆσθαι Φαβίου καὶ τὸ ῥᾴθυμον αὐτοῦ περὶ τὴν [p. 56] ἐξέτασιν τῶν χρόνων ἐλέγχειν. ἐπὶ γὰρ τῆς Ἀρροῦντος τελευτῆς γενόμενος οὐ καθ᾽ ἓν ἁμαρτάνει μόνον, ὃ καὶ πρότερον ἔφην, ὅτι γέγραφεν υἱὸν εἶναι Ταρκυνίου τὸν Ἀρροῦντα: ἀλλὰ καὶ καθ᾽ ἕτερον, ὅτι φησὶν ἀποθανόντα ὑπὸ τῆς μητρὸς Τανακυλλίδος τεθάφθαι, ἣν ἀμήχανον ἦν ἔτι καὶ κατ᾽ ἐκείνους περιεῖναι τοὺς χρόνους. [3] ἐδείχθη γὰρ ἐν ἀρχαῖς ἑβδομηκοστὸν ἔχουσα καὶ πέμπτον ἔτος ἡ Τανακυλλίς, ὅτε βασιλεὺς Ταρκύνιος ἐτελεύτα: προστεθέντων δὴ τοῖς ἑβδομήκοντα καὶ πέντε ἔτεσιν ἑτέρων τετταράκοντα ἐτῶν: ἐν γὰρ ταῖς ἐνιαυσίοις ἀναγραφαῖς κατὰ τὸν τετταρακοστὸν ἐνιαυτὸν τῆς Τυλλίου ἀρχῆς τὸν Ἀρροῦντα τετελευτηκότα παρειλήφαμεν: ἐτῶν ἡ Τανακυλλὶς ἔσται πεντεκαίδεκα πρὸς τοῖς ἑκατόν. οὕτως ὀλίγον ἐστὶν ἐν ταῖς ἱστορίαις αὐτοῦ τὸ περὶ τὴν ἐξέτασιν τῆς ἀληθείας ταλαίπωρον. [4] μετὰ τοῦτο τὸ ἔργον οὐδὲν ἔτι διαμελλήσας ὁ Ταρκύνιος ἐπάγεται γυναῖκα τὴν Τυλλίαν οὔτε τοῦ πατρὸς αὐτῆς βεβαιοῦντος τὸν γάμον οὔτε τῆς μητρὸς συνευδοκούσης, ἀλλ᾽ αὐτὴ
ν παρ᾽ ἑαυτῆς λαβών. [5] ὡς δὲ συνεκεράσθησαν αἱ ἀνόσιοι καὶ ἀνδροφόνοι φύσεις, ἐκβαλεῖν ἐκ τῆς βασιλείας τὸν Τύλλιον, εἰ μὴ βούλοιτο ἑκὼν παραδοῦναι τὴν ἀρχήν, ἐμηχανῶντο ἑταιρίας τε συνάγοντες καὶ τῶν πατρικίων τοὺς ἀλλοτρίως ἔχοντας πρὸς τὸν βασιλέα καὶ τὰ δημοτικὰ πολιτεύματα παρακαλοῦντες [p. 57] ἔκ τε τοῦ δημοτικοῦ πλήθους τοὺς ἀπορωτάτους, οἷς οὐδενὸς τῶν δικαίων φροντὶς ἦν, χρήμασιν ἐξωνούμενοι καὶ οὐδὲ ἀφανῶς ἕκαστα τούτων πράττοντες. [6] ταῦτα δ᾽ ὁρῶν ὁ Τύλλιος ἤχθετο μὲν καὶ περὶ ἑαυτοῦ δεδιώς, εἴ τι πείσεται προκαταληφθείς: ἠγανάκτει δ᾽ οὐχ ἥκιστα, εἰ θυγατρὶ καὶ γαμβρῷ πολεμεῖν ἀναγκασθήσεται καὶ τιμωρίας ὡς παρ᾽ ἐχθρῶν λαμβάνειν, πολλάκις μετὰ τῶν φίλων προκαλούμενος εἰς λόγους τὸν Ταρκύνιον, καὶ τὰ μὲν ἐγκαλῶν, τὰ δὲ νουθετῶν, τὰ δὲ πείθων μηδὲν εἰς ἑαυτὸν ἐξαμαρτάνειν: ὡς δ᾽ οὐ προσεῖχεν αὐτῷ τὴν διάνοιαν, ἀλλ᾽ ἐπὶ τῆς βουλῆς ἔφη τὰ δίκαια πρὸς αὐτὸν ἐρεῖν, συγκαλέσας τὸ συνέδριον: [7] ἄνδρες, ἔφη, βουλευταί, Ταρκύνιος ἑταιρίας ἐπ᾽ ἐμὲ συνάγων καὶ προθυμούμενος ἐκβαλεῖν με τῆς ἀρχῆς καταφανὴς γέγονέ μοι. βούλομαι δὲ πάντων ὑμῶν παρόντων μαθεῖν παρ᾽ αὐτοῦ, τί πεπονθὼς ἰδίᾳ κακὸν ἢ τί τὴν πόλιν ὁρῶν ἀδικουμένην ὑπ᾽ ἐμοῦ ταῦτ᾽ ἐπ᾽ ἐμοὶ μηχανᾶται. ἀπόκριναι δή, Ταρκύνιε, μηδὲν ἀποκρυψάμενος, τί μου κατηγορεῖν ἔχεις, ἐπειδὴ τούτους ἠξίους ἀκοῦσαι.

  λέγει πρὸς αὐτὸν ὁ Ταρκύνιος: βραχύς ἐστιν ὁ παρ᾽ ἐμοῦ λόγος, ὦ Τύλλιε, καὶ δίκαιος: καὶ διὰ τοῦτο προειλόμην αὐτὸν εἰς τούτους ἐκφέρειν. Ταρκύνιος ἐμὸς ὢν πάππος ἐκτήσατο τὴν Ῥωμαίων ἀρχὴν πολλοὺς καὶ μεγάλους ἀγῶνας ὑπὲρ αὐτῆς ἀράμενος: ἐκείνου τελευτήσαντος ἐγὼ διάδοχός εἰμι κατὰ τοὺς κοινοὺς ἁπάντων Ἑλλήνων τε καὶ βαρβάρων νόμους: [p. 58] καὶ προσήκει μοι καθάπερ καὶ τοῖς ἄλλοις τοῖς διαδεχομένοις τὰ παππῷα, μὴ μόνον τῶν χρημάτων, ἀλλὰ [2] καὶ τῆς βασιλείας αὐτοῦ κληρονομεῖν. σὺ δὲ τὰ μὲν χρήματα τὰ καταλειφθέντα ὑπ᾽ αὐτοῦ παραδέδωκάς μοι, τὴν δὲ βασιλείαν ἀποστερεῖς με καὶ τοσοῦτον ἤδη κατέχεις χρόνον, οὐκ ἐκ τοῦ δικαίου λαβών: οὔτε γὰρ μεσοβασιλεῖς σε ἀπέδειξαν, οὔτε ἡ βουλὴ ψῆφον ὑπὲρ σοῦ διήνεγκεν, οὔτε ἀρχαιρεσίαις νομίμοις τῆς ἐξουσίας ταύτης ἔτυχες, ὡς ὁ πάππος τε οὑμὸς καὶ πάντες οἱ πρὸ αὐτοῦ γενόμενοι βασιλεῖς: ἀλλὰ τὸ ἀνέστιον καὶ ἄπορον καὶ πρὸς καταδίκας ἢ χρέα τὴν ἐπιτιμίαν ἀπολωλεκὸς φῦλον, ᾧ τῶν κοινῶν οὐδενὸς ἔμελε, καταμισθοδοτήσας καὶ πάντα τρόπον διαφθείρας, καὶ οὐδὲ τότε μέντοι σαυτῷ πράττειν τὴν δυναστείαν λέγων, ἀλλ᾽ ἡμῖν φυλάξειν σκηπτόμενος ὀρφανοῖς οὖσι καὶ νηπίοις, ἐπὶ τὰ πράγματα παρῆλθες καὶ πάντων ἀκουόντων ὡμολόγεις, ὅταν ἀνδρωθῶμεν ἡμεῖς, ἐμοὶ [3] παραδώσειν ὄντι πρεσβυτέρῳ τὴν ἀρχήν. ἐχρῆν μὲν οὖν σε, εἰ τὰ δίκαια ποιεῖν ἤθελες, ὅτε μοι τὸν οἶκον τοῦ πάππου παρεδίδους, ἅμα τοῖς χρήμασι καὶ τὴν βασιλείαν ἀποδεδωκέναι παραδείγμασι χρώμενον τοῖς τῶν καλῶν καὶ ἀγαθῶν ἐπιτρόπων ἔργοις, ὅσοι βασιλικοὺς παῖδας ὀρφανοὺς πατέρων παραλαβόντες εἰς ἄνδρας ἐλθοῦσιν ὀρθῶς καὶ δικαίως τὰς πατρῴας καὶ [4] 8 προγονικὰς ἀπέδωκαν ἀρχάς: εἰ δὲ μήπω σοι φρονεῖν τὰ καθήκοντα ἐφαινόμην, ἀλλ᾽ ἔτι διὰ τὸ νέον τῆς ἡλικίας οὐχ ἱκανὸς εἶναι πόλιν τηλικαύτην διοικεῖν, ὅτ᾽ εἰς τὴν κρατίστην παρεγενόμην τοῦ σώματος καὶ [p. 59] τῆς φρονήσεως ἀκμὴν τριάκοντα γεγονὼς ἔτη, μετὰ τοῦ γάμου τῆς θυγατρὸς καὶ τὰ τῆς πόλεως ἐγχειρίσαι πράγματα: ταύτην γέ τοι τὴν ἡλικίαν ἔχων καὶ σὺ τόν τ᾽ οἶκον τὸν ἡμέτερον ἐπιτροπεύειν ἤρξω καὶ τῆς βασιλείας ἐπιμελεῖσθαι.

  περιῆν γὰρ ἄν σοι ταῦτα πράξαντι πρῶτον μὲν εὐσεβεῖ καὶ δικαίῳ λέγεσθαι, ἔπειτα συμβασιλεύειν ἐμοὶ καὶ πάσης μετέχειν τιμῆς, εὐεργέτην τε καὶ πατέρα καὶ σωτῆρα καὶ πάντα, ὅσα τιμιώτατα ὀνόματα ὑπ᾽ ἀνθρώπων ἐπὶ καλοῖς κεῖται πράγμασιν, ἀκούειν καὶ μὴ τέταρτον ἤδη τοῦτο καὶ τετταρακοστὸν ἔτος ἀποστερεῖν με τῶν ἐμῶν, οὔτε σώματος ἀναπήρου τυχόντα οὔτε διανοίας ἠλιθίου. ἔπειτ᾽ ἐρωτᾶν με τολμᾷς, τί παθὼν δεινὸν ἐχθρὸν ἡγοῦμαί σε καὶ διὰ τί [2] σου κατηγορῶ; σὺ μὲν οὖν ἀπόκριναί μοι, Τύλλιε, τίνος αἰτίας χάριν οὐκ ἀξιοῖς με τῶν τοῦ πάππου τιμῶν κληρονομεῖν καὶ τίνα πρόφασιν εὐπρεπῆ τῆς ἀποστερήσεως σκηπτόμενος; πότερον οὐχ ἡγούμενος ἐξ ἐκείνου γένους εἶναί με γνήσιον, ἀλλ᾽ ὑποβολιμαῖόν τινα καὶ νόθον; τί οὖν ἐπετρόπευες τὸν ἀλλότριον τοῦ γένους καὶ τὸν οἶκον ἀνδρωθέντι ἀπεδίδους; ἀλλ᾽ ἔτι νομίζων με ὀρφανὸν εἶναι παῖδα καὶ τὰ κοινὰ πράττειν ἀδύνατον, ὃς οὐ πολὺ ἀπέχω πεντηκονταετίας; κατάβαλε δὲ τὴν εἰρωνείαν τῶν ἀναισχύντων [p. 60] [3] ἐρωτημάτων καὶ παῦσαί ποτε ἤδη πονηρὸς ὤν: εἰ δὲ τι δίκαιον ἔχεις πρὸς ταῦτ᾽ εἰπεῖν, ἕτοιμός εἰμι τούτοις ἐπιτρέπειν δικασταῖς, ὧν οὐκ ἂν ἔχοις ἑτέρους εἰπεῖν ἄνδρας ἐν τῇ πόλει κρείττους: ἐὰν δ᾽ ἐντεῦθεν ἀποδιδράσκων, ὅπερ ἐστὶν ἀεί σοι ποιεῖν σύνηθες, ἐπὶ τὸν ἐκδημαγωγούμενον ὑπὸ σοῦ καταφεύγῃς ὄχλον, οὐκ ἐπιτρέψω σοι: παρεσκεύασμαι γὰρ ὡς καὶ τὰ δίκαια ἐρῶν καὶ εἰ μὴ πείθοιο τὰ βίαια πράξων.


  παυσαμένου δ᾽ αὐτοῦ παραλαβὼν τὸν λόγον ὁ Τύλλιος ἔλεξεν ὧδε: ἅπαντα μέν, ὡς ἔοικεν, ἄνθρωπον ὄντα δεῖ προσδοκᾶν, ὦ βουλή, τὰ παράδοξα καὶ μηδὲν ἡγεῖσθαι ἄπιστον, ὅπου γε κἀμὲ Ταρκύνιος οὑτοσὶ τῆς ἀρχῆς παῦσαι πρόθυμός ἐστιν: ὃν ἐγὼ νήπιον παραλαβὼν καὶ ἐπιβουλευόμενον ὑπὸ τῶν ἐχθρῶν ἔσωσα καὶ ἐξέθρεψα καὶ εἰς ἄνδρας ἐλθόντα κηδεστὴν ἠξίωσα λαβεῖν, καὶ εἴ τι πάθοιμι διάδοχον ἔμελλον καταλείψειν ἁπάντων τῶν ἐμῶν. ἐπειδὴ δὲ παρὰ γνώμην ἅπαντ᾽ ἀπήντηκέ μοι καὶ ὥσπερ ἀδικῶν αὐτὸς ἐγκαλοῦμαι, τὴν μὲν τύχην ὕστερον ἀνακλαύσομαι, [2] 9 τὰ δὲ δίκαια νῦν πρὸς αὐτὸν ἐρῶ. ἐγὼ τὴν μὲν ἐπιτροπείαν ὑμῶν ἔλαβον, ὦ Ταρκύνιε, νηπίων καταλειφθέντων οὐχ ἑκών, ἀλλ᾽ ὑπὸ τῶν πραγμάτων ἀναγκασθείς: ἐπειδὴ τὸν μὲν πάππον ὑμῶν οἱ τῆς βασιλείας ἀντιποιούμενοι φανερῶς ἀπέκτειναν, ὑμῖν δὲ καὶ τοῖς ἄλλοις αὐτοῦ συγγενέσιν ἐπιβουλεύειν ἐλέγοντο [p. 61] ἀφανῶς: καὶ πάντες τοῦθ᾽ οἱ προσήκοντες ὑμῖν ὡμολόγουν, ὅτι κρατήσαντες ἐκεῖνοι τῆς ἀρχῆς οὐδὲ σπέρμα τοῦ Ταρκυνιείου καταλείψουσι γένους. κηδεμὼν δὲ καὶ φύλαξ οὐδεὶς ὑμῶν ἕτερος ἦν, ὅτι μὴ γυνή, πατρὸς μήτηρ, καὶ αὐτὴ διὰ γῆρας ἑτέρων δεομένη κηδεμόνων: ἀλλ᾽ ἐν ἐμοὶ κατελείπεσθε μόνῳ φύλακι τῆς ἐρημίας, ὃν νῦν ἀλλότριον καὶ οὐδὲν προσήκοντα ἀποκαλεῖς. [3] τοιούτοις μέντοι πράγμασιν ἐπιστὰς ἐγὼ τούς τ᾽ ἀποκτείναντας τὸν πάππον ὑμῶν ἐτιμωρησάμην καὶ ὑμᾶς εἰς ἄνδρας ἤγαγον καὶ γενεᾶς ἄρρενος οὐχ ὑπαρχούσης τῶν ἐμαυτοῦ κυρίους προειλόμην ποιῆσαι. ἔχεις τὸν τῆς ἐπιτροπῆς λόγον, ὦ Ταρκύνιε, καὶ οὐκ ἂν ἐπιχειρήσειας εἰπεῖν, ὡς ψεύδομαί τι τούτων.

 

‹ Prev