Book Read Free

Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Page 205

by Dionysius of Halicarnassus


  τὰ μετὰ ταῦτα δεινὰ μὲν ἀκουσθῆναι, θαυμαστὰ δὲ καὶ ἄπιστα πραχθῆναι, τῆς ἀνοσίας αὐτοῦ θυγατρὸς ἔργα παραδίδοται. πεπυσμένη γὰρ τὴν εἰς τὸ βουλευτήριον τοῦ πατρὸς εἴσοδον καὶ σπουδὴν [p. 70] ἔχουσα μαθεῖν οἷόν τι λήψεται τὰ πράγματα τέλος, ἐπὶ τῆς ἀπήνης καθεζομένη παρῆν εἰς τὴν ἀγοράν. μαθοῦσα δὲ τὰ γενόμενα καὶ τὸν Ταρκύνιον ἐπὶ τῆς κρηπῖδος ἑστῶτα πρὸ τοῦ βουλευτηρίου θεασαμένη βασιλέα τ᾽ αὐτὸν ἠσπάσατο πρώτη μεγάλῃ τῇ φωνῇ καὶ τοῖς θεοῖς εὔξατο ἐπὶ τῷ συμφέροντι τῆς πόλεως τῆς Ῥωμαίων τὴν ἀρχὴν αὐτὸν κατασχεῖν. [2] ἀσπασαμένων δὲ καὶ τῶν ἄλλων αὐτὸν ὡς βασιλέα τῶν συγκατασκευασάντων τὴν ἀρχὴν λαβοῦσα μόνον αὐτόν: τὰ μὲν πρῶτα, ἔφη, πέπρακταί σοι, Ταρκύνιε, κατὰ τὸ δέον: βεβαίως δὲ τὴν βασιλείαν ἔχειν Τυλλίου περιόντος οὐκ ἔνεστί σοι. ἐκδημαγωγήσει γὰρ αὖθις ἐπὶ σοὶ τὸν ὄχλον, ἐὰν καὶ ὁποσονοῦν ταύτης τῆς ἡμέρας περιγένηται χρόνον: ἐπίστασαι δ᾽, ὡς εὔνους ἐστὶν αὐτῷ τὸ δημοτικὸν ἅπαν: ἀλλὰ καὶ πρὶν εἰς τὴν οἰκίαν αὐτὸν εἰσελθεῖν, ἀποστείλας τοὺς διαχρησομένους ἐκποδῶν ποίησον. [3] ταῦτ᾽ εἰποῦσα καὶ καθεζομένη πάλιν ἐπὶ τῆς ἀπήνης ᾤχετο: Ταρκύνιος δὲ καὶ ταῦτ᾽ ὀρθῶς δόξας τὴν ἀνοσιωτάτην γυναῖκα ὑποτίθεσθαι πέμπει τινὰς τῶν θεραπόντων ἐπ᾽ αὐτὸν ἔχοντας ξίφη: οἳ τάχει πολλῷ τὴν μεταξὺ διανύσαντες ὁδὸν ἐγγὺς ὄντα τῆς οἰκίας ἤδη τὸν Τύλλιον καταλαβόντες κατέσφαξαν. ἔτι δὲ νεοσφαγοῦς ἐρριμμένου τοῦ σώματος καὶ σπαίροντος [4] ἡ θυγάτηρ παρῆν. στενοῦ δ᾽ ὄντος πάνυ τοῦ στενωποῦ, δι᾽ οὗ τὴν ἀπήνην ἔδει διελθεῖν, αἱ ἡμίονοι τὸ πτῶμα ἰδοῦσαι διεταράχθησαν, καὶ ὁ προηγούμενος αὐτῶν ὀρεοκόμος παθών τι πρὸς τὸ τῆς ὄψεως ἐλεεινὸν [p. 71] ἐπέστη καὶ πρὸς τὴν δέσποιναν ἀπέβλεψε. πυνθανομένης δ᾽ ἐκείνης, τί παθὼν οὐκ ἄγει τὸ ζεῦγος: οὐχ ὁρᾷς, εἶπεν, ὦ Τυλλία, τὸν πατέρα σου νεκρὸν κείμενον καὶ πάροδον οὐκ οὖσαν ἄλλην, εἰ μὴ διὰ [5] τοῦ πτώματος; ἡ δ᾽ ἐκπικρανθεῖσα καὶ ἀπὸ τῶν ποδῶν τὸ βάθρον ἁρπάσασα βάλλει τὸν ὀρεοκόμον καί φησιν: οὐκ ἄξεις, ἀλιτήριε, καὶ διὰ τοῦ νεκροῦ; κἀκεῖνος ἐπὶ τῷ πάθει μᾶλλον ἢ τῇ πληγῇ στενάξας ἄγει βίᾳ τὰς ἡμιόνους κατὰ τοῦ πτώματος. οὗτος ὁ στενωπὸς ὄρβιος καλούμενος πρότερον ἐξ ἐκείνου τοῦ δεινοῦ καὶ μυσαροῦ πάθους ἀσεβὴς ὑπὸ Ῥωμαίων κατὰ τὴν πάτριον γλῶτταν καλεῖται.

  τοιαύτης τελευτῆς ἔτυχε Τύλλιος ἔτη τετταράκοντα καὶ τέτταρα τὴν βασιλείαν κατασχών. τοῦτον τὸν ἄνδρα λέγουσι Ῥωμαῖοι πρῶτον τὰ πάτρια ἔθη καὶ νόμιμα κινῆσαι, τὴν ἀρχὴν λαβόντα οὐ παρὰ τῆς βουλῆς καὶ τοῦ δήμου, καθάπερ οἱ πρὸ αὐτοῦ πάντες, ἀλλὰ παρὰ μόνου τοῦ δήμου, δεκασμοῖς δὲ καὶ δωροδοκίαις καὶ ἄλλαις πολλαῖς κολακείαις ἐκθεραπεύσαντα τοὺς ἀπόρους: καὶ ἔχει τἀληθὲς οὕτως. [2] ἐν γὰρ τοῖς πρότερον χρόνοις, ὁπότε βασιλεὺς ἀποθάνοι, τὴν μὲν ἐξουσίαν ὁ δῆμος ἐδίδου τῷ συνεδρίῳ τῆς βουλῆς, οἵαν προέλοιτο καταστήσασθαι πολιτείαν: ἡ δὲ βουλὴ μεσοβασιλεῖς ἀπεδείκνυεν: ἐκεῖνοι δὲ τὸν ἄριστον ἄνδρα, εἴτ᾽ ἐκ τῶν ἐπιχωρίων, εἴτ᾽ ἐκ τῶν πολιτῶν, εἴτ᾽ ἐκ τῶν ξένων, βασιλέα καθίστασαν. εἰ [p. 72] μὲν οὖν ἥ τε βουλὴ τὸν αἱρεθέντα ὑπ᾽ αὐτῶν ἐδοκίμασε, καὶ ὁ δῆμος ἐπεψήφισε καὶ τὰ μαντεύματα ἐπεκύρωσε, παρελάμβανεν οὗτος τὴν ἀρχήν: ἐλλείποντος δέ τινος τούτων ἕτερον ὠνόμαζον, καὶ τρίτον, εἰ μὴ συμβαίη μηδὲ τῷ δευτέρῳ τά τε παρ᾽ ἀνθρώπων καὶ [3] τὰ παρὰ τῶν θεῶν ἀνεπίληπτα. ὁ δὲ Τύλλιος ἐπιτρόπου βασιλικοῦ σχῆμα κατ᾽ ἀρχὰς λαβών, ὡς εἴρηταί μοι πρότερον, ἔπειτα φιλανθρωπίαις τισὶ τὸν δῆμον οἰκειωσάμενος ὑπ᾽ ἐκείνου βασιλεὺς ἀπεδείχθη μόνου. ἐπιεικὴς δὲ καὶ μέτριος ἀνὴρ γενόμενος ἔλυσε τὰς ἐπὶ τῷ μὴ πάντα τὰ κατὰ τοὺς νόμους πρᾶξαι. διαβολὰς τοῖς μετὰ ταῦτ᾽ ἔργοις, παρέσχε τε πολλοῖς ὑπόληψιν ὡς, εἰ μὴ θᾶττον ἀνῃρέθη, μεταστήσων τὸ σχῆμα τῆς πολιτείας εἰς δημοκρατίαν. [4] καὶ ἐπὶ ταύτῃ μάλιστα τῇ αἰτίᾳ λέγεται τῶν πατρικίων αὐτῷ τινας συνεπιβουλεῦσαι: ἀδυνάτους δ᾽ ὄντας δι᾽ ἑτέρου τρόπου τὴν ἐξουσίαν αὐτοῦ καταλῦσαι καὶ Ταρκύνιον ἐπὶ τὰ πράγματα παραλαβεῖν καὶ συγκατασκευάσαι τὴν ἀρχὴν ἐκείνῳ, κακῶσαί τε βουλομένους τὸ δημοτικὸν ἰσχύος οὐ μικρᾶς ἐπειλημμένον ἐκ τῆς Τυλλίου πολιτείας, καὶ τὴν ἰδίαν ἀξίωσιν, ἣν πρότερον εἶχον, ἀναλαβεῖν. [5] θορύβου δὲ γενομένου πολλοῦ κατὰ τὴν πόλιν ὅλην καὶ οἰμωγῆς ἐπὶ τῷ Τυλλίου θανάτῳ δείσας ὁ Ταρκύνιος, εἰ διὰ τῆς ἀγορᾶς ὁ νεκρὸς φέροιτο, ὡς ἔστι Ῥωμαίοις ἔθος, τόν τε βασίλειον κόσμον ἔχων καὶ τἆλλ᾽, ὅσα νόμος ἐπὶ ταφαῖς βασιλικαῖς μή τις εἰς ἑαυτὸν ὁρμὴ γένηται τοῦ δημοτικοῦ, πρὶν ἢ βεβαίως κρατύνασθαι [p. 73] τὴν ἀρχήν, οὐκ εἴασε τῶν νομίμων οὐδὲν αὐτῷ γενέσθαι: ἀλλ᾽ ἡ γυνὴ τοῦ Τυλλίου σὺν ὀλίγοις τισὶ τῶν φίλων, Ταρκυνίου θυγάτηρ οὖσα τοῦ προτέρου βασιλέως, νυκτὸς ἐκκομίζει τὸ σῶμα τῆς πόλεως, ὡς τῶν ἐπιτυχόντων τινός: καὶ πολλὰ μὲν τὸν ἑαυτῆς καὶ ἐκείνου δαίμονα κατοδυραμένη, μυρίας δὲ κατάρας τῷ τε γαμβρῷ καὶ τῇ θυγατρὶ καταρασαμένη κρύπτει γῇ τὸ σῶμα. [6] ἀπελθοῦσα δ᾽ ἀπὸ τοῦ σήματος οἴκαδε καὶ μίαν ἡμέραν ἐπιβιώσασ
α μετὰ τὴν ταφὴν τῇ κατόπιν νυκτὶ ἀποθνήσκει. τοῦ θανάτου δ᾽ ὁ τρόπος, ὅστις ἦν, ἠγνοεῖτο τοῖς πολλοῖς: ἔλεγον δ᾽ οἱ μὲν ὑπὸ λύπης αὐτοχειρίᾳ τὸ ζῆν προεμένην αὐτὴν ἀποθανεῖν: οἱ δ᾽ ὑπὸ τοῦ γαμβροῦ καὶ τῆς θυγατρὸς ἀναιρεθῆναι τῆς εἰς τὸν ἄνδρα συμπαθείας τε καὶ εὐνοίας ἕνεκα. ταφῆς μὲν οὖν βασιλικῆς καὶ μνήματος ἐπιφανοῦς διὰ ταύτας τὰς αἰτίας οὐκ ἐξεγένετο τυχεῖν τῷ Τυλλίου σώματι, μνήμης δ᾽ αἰωνίου τοῖς ἔργοις αὐτοῦ παρὰ πάντα τὸν χρόνον ὑπάρχει τυγχάνειν. [7] ἐδήλωσε δέ τι καὶ ἄλλο δαιμόνιον ἔργον, ὅτι θεοφιλὴς ἦν ἁνήρ, ἐξ οὗ καὶ ἡ περὶ τῆς γενέσεως αὐτοῦ μυθικὴ καὶ ἄπιστος ὑπόληψις, ὥσπερ εἴρηταί μοι πρότερον, ἀληθὴς εἶναι ὑπὸ πολλῶν ἐπιστεύθη. ἐν γὰρ τῷ ναῷ τῆς Τύχης, ὃν αὐτὸς κατεσκεύασεν, εἰκὼν αὐτοῦ κειμένη ξυλίνη κατάχρυσος ἐμπρήσεως γενομένης καὶ τῶν ἄλλων ἁπάντων διαφθαρέντων μόνη διέμεινεν οὐδὲν λωβηθεῖσα ὑπὸ τοῦ πυρός. καὶ ἔτι νῦν ὁ μὲν νεὼς καὶ τὰ ἐν αὐτῷ πάντα, [p. 74] ὅσα μετὰ τὴν ἔμπρησιν εἰς τὸν ἀρχαῖον κόσμον ἐπετελέσθη φανερά, ὅτι τῆς καινῆς ἐστι τέχνης, ἡ δ᾽ εἰκών, οἵα πρότερον ἦν, ἀρχαικὴ τὴν κατασκευήν: διαμένει γὰρ ἔτι σεβασμοῦ τυγχάνουσα ὑπὸ Ῥωμαίων. καὶ περὶ μὲν Τυλλίου τοσαῦτα παρελάβομεν.

  μετὰ δὲ τοῦτον παραλαμβάνει Λεύκιος Ταρκύνιος τὴν Ῥωμαίων δυναστείαν οὐ κατὰ νόμους, ἀλλὰ διὰ τῶν ὅπλων κατασχών, κατὰ τὸν τέταρτον ἐνιαυτὸν τῆς ἑξηκοστῆς καὶ πρώτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Ἀγάθαρχος Κερκυραῖος ἄρχοντος Ἀθήνησι Θηρικλέους. [2] οὗτος ὑπεριδὼν μὲν τοῦ δημοτικοῦ πλήθους, ὑπεριδὼν δὲ τῶν πατρικίων, ὑφ᾽ ὧν ἐπὶ τὴν δυναστείαν παρήχθη, ἔθη τε καὶ νόμους καὶ πάντα τὸν ἐπιχώριον κόσμον, ᾧ τὴν πόλιν ἐκόσμησαν οἱ πρότεροι βασιλεῖς, συγχέας καὶ διαφθείρας εἰς ὁμολογουμένην τυραννίδα μετέστησε τὴν ἀρχήν. [3] καὶ πρῶτον μὲν φυλακὴν κατεστήσατο περὶ ἑαυτὸν ἀνθρώπων θρασυτάτων ξίφη καὶ λόγχας φερόντων ἐπιχωρίων τε καὶ ἀλλοδαπῶν, οἳ νυκτός τε περὶ τὴν βασίλειον αὐλιζόμενοι αὐλὴν καὶ μεθ᾽ ἡμέραν ἐξιόντι παρακολουθοῦντες, ὅπῃ πορεύοιτο, πολλὴν τὴν ἀπὸ τῶν ἐπιβουλευσόντων ἀσφάλειαν παρείχοντο. ἔπειτα τὰς ἐξόδους οὔτε συνεχεῖς οὔτε τεταγμένας, ἀλλὰ σπανίους καὶ ἀπροσδοκήτους ἐποιεῖτο ἐχρηματίζετό τε περὶ τῶν κοινῶν κατ᾽ οἶκον μὲν τὰ πολλὰ καὶ αὐτῶν τῶν ἀναγκαιοτάτων [p. 75] [4] συμπαρόντων, ὀλίγα δ᾽ ἐν ἀγορᾷ. προσελθεῖν δ᾽ οὐδενὶ τῶν βουλομένων ἐπέτρεπεν, εἰ μή τινα καλέσειεν αὐτός: οὔτε τοῖς προσιοῦσιν εὐμενὴς οὐδὲ πρᾷος ἦν, ἀλλ᾽ οἷα δὴ τύραννος, βαρύς τε καὶ χαλεπὸς ὀργὴν καὶ φοβερὸς μᾶλλον ἢ φαιδρὸς ὀφθῆναι: καὶ τὰς περὶ τῶν ἀμφισβητήτων συμβολαίων κρίσεις οὐκ ἐπὶ τὰ δίκαια καὶ τοὺς νόμους, ἀλλ᾽ ἐπὶ τοὺς ἑαυτοῦ τρόπους ἀναφέρων ἐποιεῖτο. διὰ ταῦτ᾽ ἐπωνυμίαν τίθενται αὐτῷ Ῥωμαῖοι τὸν Σούπερβον, τοῦτο δὲ δηλοῦν βούλεται κατὰ τὴν ἡμετέραν γλῶτταν τὸν ὑπερήφανον. τὸν δὲ πάππον αὐτοῦ Πρίσκον ἐκάλουν: ὡς δ᾽ ἡμεῖς ἂν εἴποιμεν, προγενέστερον: ὁμώνυμος γὰρ ἦν τῷ νεωτέρῳ κατ᾽ ἄμφω τὰ ὀνόματα.

  ἐπεὶ δ᾽ ἐγκρατῶς ἤδη κατέχειν ὑπελάμβανε τὴν ἀρχήν, παρασκευάσας ἐκ τῶν ἑταίρων τοὺς πονηροτάτους δι᾽ ἐκείνων ἦγεν εἰς ἐγκλήματα καὶ θανάτου δίκας πολλοὺς τῶν ἐπιφανῶν: πρώτους μὲν τοὺς ἐχθρῶς διακειμένους πρὸς αὐτόν, οἷς οὐκ ἦν βουλομένοις Τύλλιον ἐκ τῆς ἀρχῆς ἐκπεσεῖν: ἔπειτα καὶ τῶν ἄλλων, οὓς ὑπελάμβανε βαρεῖαν ἡγεῖσθαι τὴν μεταβολὴν καὶ οἷς πολὺς πλοῦτος ἦν. [2] οἱ δ᾽ ὑπάγοντες αὐτοὺς ὑπὸ τὰς δίκας ἄλλους ἐπ᾽ ἄλλαις ψευδέσιν αἰτίαις, μάλιστα δ᾽ ἐπιβουλεύειν αἰτιώμενοι τῷ βασιλεῖ, κατηγόρουν ἐπ᾽ αὐτῷ δικαστῇ. ὁ δὲ τῶν μὲν θάνατον κατεδίκαζε, τῶν δὲ φυγήν, καὶ τὰ χρήματα τούς τ᾽ [p. 76] ἀναιρουμένους καὶ τοὺς ἐξελαυνομένους ἀφαιρούμενος τοῖς μὲν κατηγόροις μικράν τινα μοῖραν ἀπέθυεν, [3] αὐτὸς δὲ τὰ πλείω κατεῖχεν. ἔμελλον δ᾽ ἄρα πολλοὶ τῶν δυνατῶν, πρὶν ἁλῶναι τὰς ἐπαγομένας σφίσι δίκας, εἰδότες ὧν ἕνεκεν ἐπεβουλεύοντο, καταλείψειν τῷ τυράννῳ τὴν πόλιν ἑκόντες καὶ πολλῷ πλείονες ἐγένοντο τῶν ἑτέρων. ἦσαν δέ τινες, οἳ καὶ κρύφα διεφθάρησαν ὑπ᾽ αὐτοῦ κατ᾽ οἰκίας τε καὶ ἐπ᾽ ἀγρῶν ἀναρπαζόμενοι, λόγου ἄξιοι ἄνδρες, ὧν οὐδὲ τὰ σώματα 12 ἐφάνη. [4] ἐπεὶ δὲ διέφθειρε τὸ κράτιστον τῆς βουλῆς μέρος θανάτοις τε καὶ ἀειφυγίαις, ἑτέραν βουλὴν αὐτὸς κατεστήσατο παραγαγὼν ἐπὶ τὰς τῶν ἐκλιπόντων τιμὰς τοὺς ἰδίους ἑταίρους. καὶ οὐδὲ τούτοις μέντοι τοῖς ἀνδράσιν οὔτε πράττειν ἐπέτρεπεν οὐδὲν 13 οὔτε λέγειν ὅ τι μὴ κελεύσειεν αὐτός. [5] ὥσθ᾽ ὁπόσοι κατελείφθησαν ἐν τῷ συνεδρίῳ βουλευταὶ τῶν ἐπὶ Τυλλίου καταλεγέντων, διάφοροι τοῖς δημοτικοῖς τέως ὄντες καὶ τὴν μεταβολὴν τῆς πολιτείας ἐπὶ τῷ σφετέρῳ νομίζοντες ἀγαθῷ γενήσεσθαι: τοιαύτας γὰρ αὐτοῖς ὑπέτεινεν ὁ Ταρκύνιος ὑποσχέσεις ἐξαπατῶν καὶ φενακίζων: τότε μαθόντες, ὅτι τῶν κοινῶν οὐδενὸς ἔτι μετεῖχον, ἀλλὰ καὶ αὐτοὶ τὴν παρρησίαν ἅμα τοῖς δημοτικοῖς ἀφῃρέθησαν, ὠδύροντο μὲν καὶ τὰ μέλλοντα [p. 77] τῶν παρόντων δεινότερα ὑπώπτευον, στέργειν δὲ τὰ παρόντα ἠναγκάζοντο δύναμιν οὐκ ἔχ
οντες κωλύειν τὰ πραττόμενα.

 

‹ Prev