ταῦτα μαθόντες οἱ πρέσβεις, ἐπειδὴ σχολὴν ὁ πρεσβύτης ἔσχε καὶ προῆλθέ τις αὐτοὺς μετιών, εἰσελθόντες φράζουσι τῷ μάντει τὸ τέρας. σοφιζομένου δ᾽ αὐτοῦ καὶ διαγράφοντος ἐπὶ τῆς γῆς περιφερεῖς [p. 102] τε γραμμὰς καὶ ἑτέρας αὖθις εὐθείας καὶ καθ᾽ ἓν ἕκαστον χωρίον ποιουμένου τὰς ὑπὲρ τῆς εὑρέσεως ἐρωτήσεις οὐδὲν ἐπιταραττόμενοι τὴν γνώμην οἱ πρέσβεις τὴν αὐτὴν ἐφύλαττον ἀπόκρισιν, ὥσπερ αὐτοῖς ὁ τοῦ μάντεως ὑπέθετο υἱός, τὴν Ῥώμην καὶ τὸν Ταρπήιον ὀνομάζοντες ἀεὶ λόφον καὶ τὸν ἐξηγητὴν ἀξιοῦντες μὴ σφετερίζεσθαι τὸ σημεῖον, ἀλλ᾽ ἀπὸ τοῦ [2] κρατίστου καὶ τοῦ δικαιοτάτου λέγειν. οὐ δυνηθεὶς δὲ παρακρούσασθαι τοὺς ἄνδρας ὁ μάντις οὐδὲ σφετερίσασθαι τὸν οἰωνὸν λέγει πρὸς αὐτούς, Ἄνδρες Ῥωμαῖοι, λέγετε πρὸς τοὺς ἑαυτῶν πολίτας, ὅτι κεφαλὴν εἵμαρται γενέσθαι συμπάσης Ἰταλίας τὸν τόπον τοῦτον, ἐν ᾧ τὴν κεφαλὴν εὕρετε. ἐξ ἐκείνου καλεῖται τοῦ χρόνου Καπιτωλῖνος ὁ λόφος ἐπὶ τῆς εὑρεθείσης ἐν αὐτῷ κεφαλῆς: κάπιτα γὰρ οἱ Ῥωμαῖοι καλοῦσι τὰς κεφαλάς. [3] ταῦτα παρὰ τῶν πρεσβευσάντων ἀκούσας ὁ Ταρκύνιος ἐπέστησε τοῖς ἔργοις τοὺς τεχνίτας: καὶ τὰ μὲν πολλὰ ἐξειργάσατο τοῦ ναοῦ, τελειῶσαι δ᾽ οὐκ ἔφθασεν ἅπαν τὸ ἔργον ἐκπεσὼν τάχιον ἐκ τῆς δυναστείας, ἀλλ᾽ ἐπὶ τῆς τρίτης ὑπατείας ἡ Ῥωμαίων πόλις αὐτὸν εἰς συντέλειαν ἐξειργάσατο. ἐποιήθη δ᾽ ἐπὶ κρηπῖδος ὑψηλῆς βεβηκὼς ὀκτάπλεθρος τὴν περίοδον, διακοσίων ποδῶν ἔγγιστα τὴν πλευρὰν ἔχων ἑκάστην: ὀλίγον δέ τι τὸ διαλλάττον εὕροι τις ἂν τῆς ὑπεροχῆς τοῦ μήκους παρὰ τὸ πλάτος οὐδ᾽ ὅλων πεντεκαίδεκα ποδῶν. [4] ἐπὶ γὰρ τοῖς αὐτοῖς θεμελίοις ὁ μετὰ τὴν [p. 103] ἔμπρησιν οἰκοδομηθεὶς κατὰ τοὺς πατέρας ἡμῶν εὑρέθη τῇ πολυτελείᾳ τῆς ὕλης μόνον διαλλάττων τοῦ ἀρχαίου, ἐκ μὲν τοῦ κατὰ πρόσωπον μέρους τοῦ πρὸς μεσημβρίαν βλέποντος τριπλῷ περιλαμβανόμενος στοίχῳ κιόνων, ἐκ δὲ τῶν πλαγίων ἁπλῷ: ἐν δ᾽ αὐτῷ τρεῖς ἔνεισι σηκοὶ παράλληλοι κοινὰς ἔχοντες πλευράς, μέσος μὲν ὁ τοῦ Διός, παρ᾽ ἑκάτερον δὲ τὸ μέρος ὅ τε τῆς Ἥρας καὶ ὁ τῆς Ἀθηνᾶς ὑφ᾽ ἑνὸς ἀετοῦ καὶ μιᾶς στέγης καλυπτόμενοι.
λέγεται δέ τι καὶ ἕτερον ἐπὶ τῆς Ταρκυνίου δυναστείας πάνυ θαυμαστὸν εὐτύχημα τῇ Ῥωμαίων ὑπάρξαι πόλει εἴτε θεῶν τινος εἴτε δαιμόνων εὐνοίᾳ δωρηθέν: ὅπερ οὐ πρὸς ὀλίγον καιρόν, ἀλλ᾽ εἰς ἅπαντα τὸν βίον πολλάκις αὐτὴν ἔσωσεν ἐκ μεγάλων κακῶν. [2] γυνή τις ἀφίκετο πρὸς τὸν τύραννον οὐκ ἐπιχωρία βύβλους ἐννέα μεστὰς Σιβυλλείων χρησμῶν ἀπεμπολῆσαι θέλουσα. οὐκ ἀξιοῦντος δὲ τοῦ Ταρκυνίου τῆς αἰτηθείσης τιμῆς πρίασθαι τὰς βύβλους ἀπελθοῦσα τρεῖς ἐξ αὐτῶν κατέκαυσε: καὶ μετ᾽ οὐ πολὺν χρόνον τὰς λοιπὰς ἓξ ἐνέγκασα τῆς αὐτῆς ἐπώλει τιμῆς. δόξασα δ᾽ ἄφρων τις εἶναι καὶ γελασθεῖσα ἐπὶ τῷ τὴν αὐτὴν τιμὴν αἰτεῖν περὶ τῶν ἐλαττόνων, ἣν οὐδὲ περὶ τῶν πλειόνων ἐδυνήθη λαβεῖν, ἀπελθοῦσα πάλιν τὰς ἡμισείας τῶν ἀπολειπομένων κατέκαυσε καὶ τὰς λοιπὰς [p. 104] [3] τρεῖς ἐνέγκασα τὸ ἴσον ᾔτει χρυσίον. θαυμάσας δὴ τὸ βούλημα τῆς γυναικὸς ὁ Ταρκύνιος τοὺς οἰωνοσκόπους μετεπέμψατο καὶ διηγησάμενος αὐτοῖς τὸ πρᾶγμα, τί χρὴ πράττειν, ἤρετο. κἀκεῖνοι διὰ σημείων τινῶν μαθόντες, ὅτι θεόπεμπτον ἀγαθὸν ἀπεστράφη, καὶ μεγάλην συμφορὰν ἀποφαίνοντες τὸ μὴ πάσας αὐτὸν τὰς βύβλους πρίασθαι, ἐκέλευσαν ἀπαριθμῆσαι τῇ γυναικὶ τὸ χρυσίον, ὅσον ᾔτει καὶ τοὺς περιόντας τῶν χρησμῶν λαβεῖν. [4] ἡ μὲν οὖν γυνὴ τὰς βύβλους δοῦσα καὶ φράσασα τηρεῖν ἐπιμελῶς ἐξ ἀνθρώπων ἠφανίσθη, Ταρκύνιος δὲ τῶν ἀστῶν ἄνδρας ἐπιφανεῖς δύο προχειρισάμενος καὶ δημοσίους αὐτοῖς θεράποντας δύο παραζεύξας ἐκείνοις ἀπέδωκε τὴν τῶν βιβλίων φυλακήν, ὧν τὸν ἕτερον Μάρκον Ἀτίλιον ἀδικεῖν τι δόξαντα περὶ τὴν πύστιν καταμηνυθέντα ὑφ᾽ ἑνὸς τῶν δημοσίων, ὡς πατροκτόνον εἰς ἀσκὸν ἐνράψας βόειον ἔρριψεν εἰς τὸ πέλαγος. [5] μετὰ δὲ τὴν ἐκβολὴν τῶν βασιλέων ἡ πόλις ἀναλαβοῦσα τὴν τῶν χρησμῶν προστασίαν ἄνδρας τε τοὺς ἐπιφανεστάτους ἀποδείκνυσιν αὐτῶν φύλακας, οἳ διὰ βίου ταύτην ἔχουσι τὴν ἐπιμέλειαν στρατειῶν ἀφειμένοι καὶ τῶν ἄλλων τῶν κατὰ πόλιν πραγματειῶν, καὶ δημοσίους αὐτοῖς παρακαθίστησιν, ὧν χωρὶς οὐκ ἐπιτρέπει τὰς ἐπισκέψεις τῶν χρησμῶν τοῖς ἀνδράσι ποιεῖσθαι. συνελόντι δ᾽ εἰπεῖν οὐδὲν οὕτω Ῥωμαῖοι φυλάττουσιν οὔθ᾽ ὅσιον κτῆμα οὔθ᾽ ἱερὸν ὡς τὰ Σιβύλλεια θέσφατα. χρῶνται δ᾽ αὐτοῖς, [p. 105] ὅταν ἡ βουλὴ ψηφίσηται, στάσεως καταλαβούσης τὴν πόλιν ἢ δυστυχίας τινὸς μεγάλης συμπεσούσης κατὰ πόλεμον ἢ τεράτων τινῶν καὶ φαντασμάτων μεγάλων καὶ δυσευρέτων αὐτοῖς φανέντων, οἷα πολλάκις συνέβη. οὗτοι διέμειναν οἱ χρησμοὶ μέχρι τοῦ Μαρσικοῦ κληθέντος πολέμου κείμενοι κατὰ γῆς ἐν τῷ ναῷ τοῦ Καπιτωλίνου Διὸς ἐν λιθίνῃ λάρνακι, ὑπ᾽ ἀνδρῶν δέκα φυλαττόμενοι. [6] μετὰ δὲ τὴν τρίτην ἐπὶ ταῖς ἑβδομήκοντα καὶ ἑκατὸν ὀλυμπιάσιν ἐμπρησθέντος τοῦ ναοῦ, εἴτ᾽ ἐξ ἐπιβουλῆς, ὡς οἴονταί τινες, εἴτ᾽ ἀπὸ ταὐτομάτου, σὺν τοῖς ἄλλοις ἀναθήμασι τοῦ θεοῦ καὶ οὗτοι διεφθάρησαν ὑπὸ τοῦ πυρός. οἱ δὲ νῦν ὄντες ἐκ πολλῶν εἰσ
ι συμφορητοὶ τόπων, οἱ μὲν ἐκ τῶν ἐν Ἰταλίᾳ πόλεων κομισθέντες, οἱ δ᾽ ἐξ Ἐρυθρῶν τῶν ἐν Ἀσίᾳ, κατὰ δόγμα βουλῆς τριῶν ἀποσταλέντων πρεσβευτῶν ἐπὶ τὴν ἀντιγραφήν: οἱ δ᾽ ἐξ ἄλλων πόλεων καὶ παρ᾽ ἀνδρῶν ἰδιωτῶν μεταγραφέντες: ἐν οἷς εὑρίσκονταί τινες ἐμπεποιημένοι τοῖς Σιβυλλείοις, ἐλέγχονται δὲ ταῖς καλουμέναις ἀκροστιχίσι: λέγω δ᾽ ἃ Τερέντιος Οὐάρρων ἱστόρηκεν ἐν τῇ θεολογικῇ πραγματείᾳ.
ταῦτα διαπραξάμενος ὁ Ταρκύνιος ἐν εἰνήνῃ τε καὶ κατὰ πολέμους καὶ δύο πόλεις ἀποικίσας τὴν μὲν καλουμένην Σιγνίαν οὐ κατὰ προαίρεσεν, ἀλλ᾽ ἐκ ταὐτομάτου, χειμασάντων ἐν τῷ χωρίῳ τῶν στρατιωτῶν καὶ κατασκευασαμένων τὸ στρατόπεδον ὡς μηδὲν [p. 106] διαφέρειν πόλεως: Κιρκαίαν δὲ κατὰ λογισμόν, ὅτι τοῦ Πωμεντίνου πεδίου μεγίστου τῶν περὶ τῇ Λατίνῃ καὶ τῆς συναπτούσης αὐτῷ θαλάττης ἔκειτο ἐν καλῷ: ἔστι δὲ χερσονησοειδὴς σκόπελος ὑψηλὸς ἐπιεικῶς ἐπὶ τοῦ Τυρρηνικοῦ πελάγους κείμενος, ἔνθα λόγος ἔχει Κίρκην τὴν Ἡλίου θυγατέρα κατοικῆσαι: καὶ τὰς ἀποικίας ἀμφοτέρας δυσὶ τῶν παίδων οἰκισταῖς ἀναθείς, Κιρκαίαν μὲν Ἄρροντι, Σιγνίαν δὲ Τίτῳ, δέος ἅτε οὐδὲν ἔτι περὶ τῆς ἀρχῆς ἔχων, διὰ γυναικὸς ὕβριν αὐτῆς, ἣν ὁ πρεσβύτατος αὐτοῦ τῶν παίδων Σέξτος διέφθειρεν, ἐξελαύνεται τῆς τ᾽ ἀρχῆς καὶ τῆς πόλεως, προθεσπίσαντος αὐτῷ τοῦ δαιμονίου τὴν μέλλουσαν γενήσεσθαι περὶ τὸν οἶκον συμφορὰν πολλοῖς μὲν καὶ [2] ἄλλοις οἰωνοῖς, τελευταίῳ δὲ τῷδε. αἰετοὶ συνιόντες εἰς τὸν παρακείμενον τοῖς βασιλείοις κῆπον ἔαρος ὥρᾳ νεοττιὰν ἔπλαττον ἐπὶ κορυφῇ φοίνικος ὑψηλοῦ. τούτων δὲ τῶν αἰετῶν ἀπτῆνας ἔτι τοὺς νεοττοὺς ἐχόντων γῦπες ἀθρόοι προσπετασθέντες τήν τε νεοττιὰν διεφόρησαν καὶ τοὺς νεοττοὺς ἀπέκτειναν καὶ τοὺς αἰετοὺς προσιόντας ἀπὸ τῆς νομῆς ἀμύττοντές τε καὶ παίοντες τοῖς ταρσοῖς ἀπὸ τοῦ φοίνικος ἀπήλασαν. [3] τούτους τοὺς οἰωνοὺς ἰδὼν ὁ Ταρκύνιος καὶ φυλαττόμενος, εἴ πως δύναιτο διακρούσασθαι τὴν μοῖραν, οὐκ ἴσχυσε νικῆσαι τὸ χρεών, ἀλλ᾽ ἐπιθεμένων αὐτῷ τῶν πατρικίων καὶ τοῦ δήμου συμφρονήσαντος ἐξέπεσε τῆς [p. 107] δυναστείας. οἵτινες δ᾽ ἦσαν οἱ τῆς ἐπαναστάσεως ἄρξαντες καὶ δι᾽ οἵων τρόπων ἦλθον ἐπὶ τὰ πράγματα, δἰ ὀλίγων πειράσομαι διελθεῖν.
τὴν Ἀρδεατῶν πόλιν ὁ Ταρκύνιος ἐπολιόρκει πρόφασιν μὲν ποιούμενος, ὅτι τοὺς ἐκ Ῥώμης φυγάδας ὑπεδέχετο καὶ συνέπραττεν αὐτοῖς περὶ καθόδου: ὡς δὲ τἀληθὲς εἶχεν ἐπιβουλεύων αὐτῇ διὰ τὸν πλοῦτον εὐδαιμονούσῃ μάλιστα τῶν ἐν Ἰταλίᾳ πόλεων. γενναίως δὲ τῶν Ἀρδεατῶν ἀπομαχομένων καὶ πολυχρονίου τῆς πολιορκίας γινομένης οἵ τ᾽ ἐπὶ τοῦ στρατοπέδου κάμνοντες ἐπὶ τῇ τριβῇ τοῦ πολέμου καὶ οἱ κατὰ πόλιν ἀπειρηκότες ταῖς εἰσφοραῖς ἕτοιμοι πρὸς ἀπόστασιν ἦσαν, εἴ τις ἀρχὴ γένοιτο. [2] ἐν τούτῳ δὴ τῷ καιρῷ Σέξτος ὁ πρεσβύτατος τῶν Ταρκυνίου παίδων ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς εἰς πόλιν, ἣ ἐκαλεῖτο Κολλάτεια, χρείας τινὰς ὑπηρετήσων στρατιωτικὰς παρ᾽ ἀνδρὶ κατήχθη συγγενεῖ Λευκίῳ Ταρκυνίῳ τῷ Κολλατίνῳ [3] προσαγορευομένῳ. τοῦτον τὸν ἄνδρα Φάβιος μὲν υἱὸν εἶναί φησιν Ἠγερίου, περὶ οὗ δεδήλωκα πρότερον, ὅτι Ταρκυνίῳ τῷ προτέρῳ βασιλεύσαντι Ῥωμαίων ἀδελφόπαις ἦν καὶ Κολλατείας ἡγεμὼν ἀποδειχθεὶς ἀπὸ τῆς ἐν ἐκείνῃ τῇ πόλει διατριβῆς αὐτός τε Κολλατῖνος ἐκλήθη καὶ τοῖς ἐγγόνοις ἀφ᾽ ἑαυτοῦ τὴν αὐτὴν κατέλιπεν ἐπίκλησιν: ἐγὼ δὲ καὶ τοῦτον [p. 108] υἱωνὸν εἶναι τοῦ Ἠγερίου πείθομαι, εἴ γε τὴν αὐτὴν εἶχε τοῖς Ταρκυνίου παισὶν ἡλικίαν, ὡς Φάβιός τε καὶ οἱ λοιποὶ συγγραφεῖς παραδεδώκασιν: ὁ γὰρ χρόνος ταύτην μοι τὴν ὑπόληψιν βεβαιοῖ. [4] ὁ μὲν οὖν Κολλατῖνος ἐπὶ στρατοπέδου τότε ὢν ἐτύγχανεν, ἡ δὲ συνοικοῦσα αὐτῷ γυνὴ Ῥωμαία, Λουκρητίου θυγάτηρ ἀνδρὸς ἐπιφανοῦς, ἐξένιζεν αὐτὸν ὡς συγγενῆ τοῦ ἀνδρὸς πολλῇ προθυμίᾳ τε καὶ φιλοφροσύνῃ. ταύτην τὴν γυναῖκα καλλίστην οὖσαν τῶν ἐν Ῥώμῃ γυναικῶν καὶ σωφρονεστάτην ἐπεχείρησεν ὁ Σέξτος διαφθεῖραι, παλαίτερον μὲν ἔτι εἰργόμενος, ὁπότε κατάγοιτο παρὰ τῷ συγγενεῖ, τότε δὲ καιρὸν ἁρμόττοντα οἰόμενος ἔχειν. [5] ὡς δὲ μετὰ τὸ δεῖπνον ἀπῆλθε κοιμησόμενος ἐπισχὼν τῆς νυκτὸς πολὺ μέρος, ἐπειδὴ καθεύδειν ἅπαντας ἐνόμιζεν, ἀναστὰς ἧκεν ἐπὶ τὸ δωμάτιον, ἐν ᾧ τὴν Λουκρητίαν ᾔδει καθεύδουσαν, καὶ λαθὼν τοὺς παρὰ ταῖς θύραις τοῦ δωματίου κοιμωμένους εἰσέρχεται ξίφος ἔχων.
ἐπιστὰς δὲ τῇ κλίνῃ διεγερθείσης ἅμα τῷ συνεῖναι τὸν ψόφον τῆς γυναικὸς καὶ πυνθανομένης, ὅστις εἴη, φράσας τοὔνομα σιωπᾶν ἐκέλευε καὶ μένειν ἐν τῷ δωματίῳ σφάξειν αὐτὴν ἀπειλήσας, ἐὰν ἐπιχειρήσῃ φεύγειν ἢ βοᾶν. τούτῳ καταπληξάμενος τῷ τρόπῳ τὴν ἄνθρωπον αἱρέσεις αὐτῇ δύο προὔτεινεν, ὧν ποτέραν αὐτὴ προῃρεῖτο λαβεῖν ἠξίου, θάνατον μετ᾽ [p. 109] [2] αἰσχύνης ἢ βίον μετ᾽ εὐδαιμονίας. εἰ μὲν γὰρ ὑπομενεῖς, ἔφη, χαρίσασθαί μοι, γυναῖκά σε ποιήσομαι καὶ βασιλεύσεις σὺν ἐμοὶ νῦν μὲν ἧς ὁ πατήρ μοι ἔδωκε πόλεως, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν Ῥωμαίων τε καὶ Λατίνων καὶ Τυρρηνῶν καὶ τῶν ἄλλων ὅσων ἐκεῖνος ἄρχει. ἐγὼ γὰρ οἶδ᾽, ὅτι παραλήψομαι τὴν τ�
�ῦ πατρὸς βασιλείαν, ὥσπερ ἐστὶ δίκαιον, τῶν υἱῶν αὐτοῦ πρεσβύτατος ὤν. ὅσα δ᾽ ὑπάρχει τοῖς βασιλεῦσιν ἀγαθά, ὧν ἁπάντων ἔσῃ σὺν ἐμοὶ κυρία, τί δεῖ σε καλῶς ἐπισταμένην διδάσκειν; [3] εἰ δ᾽ ἀντιπράττειν ἐπιχειρήσεις σώζειν βουλομένη τὸ σῶφρον, ἀποκτενῶ σε καὶ τῶν θεραπόντων ἐπικατασφάξας ἕνα θήσω τὰ σώματα ὑμῶν ἅμα καὶ φήσω κατειληφὼς ἀσχημονοῦσάν σε μετὰ τοῦ δούλου τετιμωρῆσθαι τὴν τοῦ συγγενοῦς ὕβριν μετερχόμενος, ὥστ᾽ αἰσχρὰν καὶ ἐπονείδιστόν σου γενέσθαι τὴν τελευτὴν καὶ μηδὲ ταφῆς τὸ σῶμά σου τυχεῖν μηδ᾽ ἄλλου τῶν νομίμων μηδενός. [4] ὡς δὲ πολὺς ἦν ἀπειλῶν θ᾽ ἅμα καὶ ἀντιβολῶν καὶ διομνύμενος ἀληθεύειν τῶν λεγομένων ἑκάτερον, εἰς ἀνάγκην ἦλθεν ἡ Λουκρητία φοβηθεῖσα τὴν περὶ τὸν θάνατον ἀσχημοσύνην εἶξαί τε καὶ περιιδεῖν αὐτὸν ἃ προῃρεῖτο διαπραξάμενον.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 209