Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 218
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 218

by Dionysius of Halicarnassus


  μετὰ γὰρ τὴν μάχην ἐκείνην ὁ μὲν Τυρρηνῶν βασιλεὺς ἐν τῷ πλησίον ὄρει καταστρατοπεδευσάμενος, ὅθεν τὴν Ῥωμαίων φρουρὰν ἐξέβαλε, τῆς ἐπέκεινα τοῦ Τεβέριος ποταμοῦ χώρας ἁπάσης ἐκράτει. οἱ δὲ Ταρκυνίου παῖδες καὶ ὁ κηδεστὴς αὐτοῦ Μαμίλιος σχεδίαις τε καὶ σκάφαις διαβιβάσαντες τὰς ἑαυτῶν δυνάμεις ἐπὶ θάτερα μέρη τοῦ ποταμοῦ τὰ πρὸς τὴν Ῥώμην φέροντα ἐν ἐχυρῷ τίθενται χωρίῳ τὸν χάρακα: ὅθεν ὁρμώμενοι τῶν τε Ῥωμαίων ἐδῄουν τὴν γῆν καὶ τὰς αὐλὰς κατέσκαπτον καὶ τοῖς ἐπὶ νομὰς [p. 176] ἐξιοῦσιν ἐκ τῶν ἐρυμάτων βοσκήμασιν ἐπετίθεντο. [2] κρατουμένης δὲ τῆς ὑπαίθρου πάσης ὑπὸ τῶν πολεμίων, καὶ οὔτ᾽ ἐκ γῆς εἰσκομιζομένων εἰς τὴν πόλιν τῶν ἀγορῶν οὔτε μὴν διὰ τοῦ ποταμοῦ καταγομένων ὅτι μὴ σπανίων, ταχεῖα τῶν ἀναγκαίων σπάνις ἐγένετο μυριάσι πολλαῖς τὰ παρασκευασθέντα οὐ πολλὰ ὄντα δαπανώσαις. [3] καὶ μετὰ τοῦθ᾽ οἱ θεράποντες πολλοὶ καταλιπόντες τοὺς δεσπότας ηὐτομόλουν ὁσημέραι, καὶ ἐκ τοῦ δημοτικοῦ πλήθους οἱ πονηρότατοι πρὸς τοὺς Τυρρηνοὺς ἀφίσταντο: ταῦθ᾽ ὁρῶσι τοῖς ὑπάτοις ἔδοξε Λατίνων μὲν δεῖσθαι τῶν ἔτι αἰδουμένων τὸ συγγενὲς καὶ μένειν δοκούντων ἐν τῇ φιλίᾳ συμμαχίας σφίσι πέμψαι διὰ ταχέων, εἰς δὲ τὴν Καμπανίδα Κύμην καὶ τὰς ἐν τῷ Πωμεντίνῳ πεδίῳ πόλεις ἀποστεῖλαι πρέσβεις ἀξιώσοντας αὐτὰς σίτου σφίσιν ἐξαγωγὴν ἐπιτρέψαι. [4] Λατῖνοι μὲν οὖν διεκρούσαντο τὴν ἐπικουρίαν, ὡς οὐχ ὅσιον αὐτοῖς ὂν οὔτε Ταρκυνίοις πολεμεῖν οὔτε Ῥωμαίοις, ἐπειδὴ κοινῇ συνέθεντο πρὸς ἀμφοτέρους τὰ περὶ τῆς φιλίας ὅρκια: ἐκ δὲ τοῦ Πωμεντίνου πεδίου Λάρκιός τε καὶ Ἑρμίνιος οἱ πεμφθέντες ἐπὶ τὴν παρακομιδὴν τοῦ σίτου πρέσβεις πολλὰς γεμίσαντες σκάφας παντοίας τροφῆς ἀπὸ θαλάττης ἀνὰ τὸν ποταμὸν ἐν νυκτὶ ἀσελήνῳ λαθόντες τοὺς πολεμίους διεκόμισαν. [5] ταχὺ δὲ καὶ ταύτης ἐξαναλωθείσης τῆς ἀγορᾶς καὶ τῆς αὐτῆς κατασχούσης τοὺς ἀνθρώπους ἀπορίας μαθὼν παρὰ τῶν αὐτομόλων ὁ Τυρρηνός, ὅτι κάμνουσιν [p. 177] ὑπὸ τοῦ λιμοῦ οἱ ἔνδον, ἐπεκηρυκεύσατο πρὸς αὐτοὺς ἐπιτάττων δέχεσθαι Ταρκύνιον, εἰ βούλονται πολέμου τε καὶ λιμοῦ ἀπηλλάχθαι.

  οὐκ ἀνασχομένων δὲ τῶν Ῥωμαίων τὰς ἐπιταγάς, ἀλλὰ πάντα τὰ δεινὰ ὑπομένειν βουλομένων, καταμαθὼν ὁ Μούκιος, ὅτι δυεῖν αὐτοῖς συμβήσεται θάτερον ἢ μὴ διαμεῖναι πολὺν ἐν τοῖς λελογισμένοις χρόνον ὑπὸ τῆς ἀπορίας τῶν ἀναγκαίων ἐκβιασθεῖσιν, ἢ φυλάττουσι βεβαίας τὰς κρίσεις τὸν οἴκτιστον ἀπολέσθαι μόρον, δεηθεὶς τῶν ὑπάτων τὴν βουλὴν αὐτῷ συναγαγεῖν, ὡς μέγα τι καὶ ἀναγκαῖον ἐξοίσων πρὸς αὐτήν, ἐπειδὴ συνήχθη, λέγει τοιάδε: ἄνδρες πατέρες, ἐγχείρημα τολμᾶν διανοούμενος, ὑφ᾽ οὗ τῶν παρόντων ἀπαλλαγήσεται κακῶν ἡ πόλις, τῷ μὲν ἔργῳ πάνυ θαρρῶ καὶ ῥᾳδίως αὐτοῦ κρατήσειν οἴομαι: περὶ δὲ τῆς ἐμαυτοῦ ψυχῆς, εἰ περιέσται μοι μετὰ τὸ ἔργον, οὐ πολλὰς ἐλπίδας ἔχω, μᾶλλον δ᾽ εἰ χρὴ τἀληθὲς λέγειν οὐδεμίαν. [2] εἰς τοσοῦτον δὴ κίνδυνον ἐμαυτὸν καθιέναι μέλλων οὐκ ἀξιῶ λαθεῖν ἅπαντας αἰωρηθεὶς ὑπὲρ μεγάλων, ἐὰν ἄρα συμβῇ μοι διαμαρτεῖν τῆς πείρας, ἀλλ᾽ ἐπὶ καλοῖς ἔργοις μεγάλων ἐπαίνων τυγχάνειν, ἐξ ὧν ἀντὶ τοῦ θνητοῦ σώματος ἀθάνατον ὑπάρξει μοι κλέος. [3] δήμῳ μὲν φράζειν ἃ διανοοῦμαι πράττειν οὐκ ἀσφαλές, μή τις ἴδια κέρδη περιβαλλόμενος πρὸς τοὺς πολεμίους αὐτὰ ἐξενέγκῃ, δέον αὐτοῖς ὥσπερ μυστηρίου ἀπορρήτου φυλακῆς: ὑμῖν δ᾽ οὓς καθέξειν [p. 178] αὐτὰ πεπίστευκα ἐγκρατῶς πρώτοις τε καὶ μόνοις ἐκφέρω: παρ᾽ ὑμῶν δ᾽ οἱ ἄλλοι πολῖται ἐν τῷ προσήκοντι καιρῷ μαθήσονται. [4] τὸ δ᾽ ἐγχείρημά μου τοιόνδε ἐστίν. αὐτομόλου σχῆμα μέλλω λαβὼν ἐπὶ τὸν χάρακα τῶν Τυρρηνῶν πορεύεσθαι. ἐὰν μὲν οὖν ἀπιστηθεὶς πρὸς αὐτῶν ἀποθάνω, ἑνὶ πολίτῃ μόνον ἐλάττους οἱ λοιποὶ γενήσεσθε: ἐὰν δὲ παρελθεῖν εἴσω τοῦ χάρακος ἐκγένηταί μοι, τὸν βασιλέα τῶν πολεμίων ἀποκτενεῖν ὑμῖν ὑποδέχομαι: ἀποθανόντος δὲ Πορσίνου καταλυθήσεται μὲν ὁ πόλεμος, ἐγὼ δ᾽ εἰ ὅ τι ἂν τῷ δαιμονίῳ δόξῃ πείσομαι, τούτων συνίστορας ὑμᾶς ἕξων καὶ μάρτυρας πρὸς τὸν δῆμον ἄπειμι τὴν κρείττονα τύχην τῆς πατρίδος ἡγεμόνα τῆς ὁδοῦ ποιησάμενος.

  ἐπαινεθεὶς δ᾽ ὑπὸ τῶν ἐν τῷ συνεδρίῳ καὶ λαβὼν οἰωνοὺς αἰσίους τῆς πράξεως διαβαίνει τὸν ποταμόν. καὶ παραγενόμενος ἐπὶ τὸν χάρακα τῶν Τυρρηνῶν εἰσέρχεται, παρακρουσάμενος τοὺς φυλάττοντας τὰς πύλας ὡς τῶν ὁμοεθνῶν τις, ὅπλον τ᾽ οὐθὲν φανερὸν ἔχων καὶ γλώττῃ Τυρρηνικῇ διαλεγόμενος, ἣν ἐξέμαθεν ἔτι παῖς ὢν ὑπὸ τροφοῦ Τυρρηνίδος τὸ [2] γένος ἐκδιδαχθείς. ὡς δ᾽ ἐπὶ τὴν ἀγορὰν καὶ τὸ στρατήγιον ἀφίκετο, ἄνδρα ὁρᾷ μεγέθει τε καὶ ῥώμῃ σώματος διαφέροντα, ἐσθῆτα πορφυρᾶν ἐνδεδυκότα, καθήμενον ἐπὶ τοῦ στρατηγικοῦ βήματος, καὶ περὶ αὐτὸν ἑστῶτας ἐνόπλους συχνούς. διαμαρτὼν δὲ τῆς δόξης, [p. 179] οἷα δὴ μηδέποτε τὸν βασιλέα τῶν Τυρρηνῶν θεασάμενος, τοῦτον τὸν ἄνδρα ὑπέλαβε Πορσίναν εἶναι: ὁ δ᾽ ἦν ἄρα γραμματεὺς τοῦ βασιλέως, ἐκάθητο δ᾽ ἐπὶ τοῦ βήματος διαριθμῶν τοὺς στρατιώτας καὶ διαγράφων αὐτοῖς τοὺς ὀψωνιασμούς. [3] ἐπὶ τοῦτον δὴ τὸν γραμματέα χωρήσας διὰ τοῦ
περιεστηκότος ὄχλου καὶ ἀναβὰς ὡς ἄνοπλος ὑπ᾽ οὐθενὸς κωλυόμενος ἐπὶ τὸ βῆμα, σπᾶται τὸ ξιφίδιον, ὃ τῆς περιβολῆς ἐντὸς ἔκρυπτε, καὶ παίει τὸν ἄνδρα κατὰ τῆς κεφαλῆς. ἀποθανόντος δὲ τοῦ γραμματέως πληγῇ μιᾷ, συλληφθεὶς εὐθὺς ὑπὸ τῶν περὶ τὸ βῆμα πρὸς τὸν βασιλέα πεπυσμένον ἤδη τὴν τοῦ γραμματέως ἀναίρεσιν ἀπάγεται. [4] ὁ δ᾽ ὡς εἶδεν αὐτόν, Ὦ μιαρώτατε πάντων, εἶπεν, ἀνθρώπων, καὶ δίκας ὑφέξων οὐκ εἰς μακρὰν ὧν ἄξιος εἶ, λέγε, τίς εἶ καὶ πόθεν ἀφιγμένος καὶ τίνι βοηθείᾳ πεποιθὼς ἐπεχείρησας ἔργῳ τηλικῷδε: καὶ πότερον τὸν γραμματέα τὸν ἐμὸν ἀποκτεῖναί σοι προὔκειτο μόνον ἢ κἀμέ: καὶ τίνας ἔχεις κοινωνοὺς τῆς ἐπιβουλῆς ἢ συνίστορας; ἀποκρύψῃ δὲ μηδὲν τῶν ἀληθῶν, ἵνα μὴ βασανιζόμενος ἀναγκασθῇς λέγειν.

  καὶ ὁ Μούκιος οὔτε μεταβολῇ χρώματος οὔτε συννοίᾳ προσώπου τὸν ὀρρωδοῦντα διασημήνας οὔτ᾽ ἄλλο παθὼν οὐδέν, ὧν φιλοῦσι πάσχειν οἱ μέλλοντες ἀποθνήσκειν, λέγει πρὸς αὐτόν: ἐγὼ Ῥωμαῖος μέν εἰμι, καὶ οὐ τῶν ἐπιτυχόντων ἕνεκα γένους, ἐλευθερῶσαι [p. 180] δὲ τὴν πατρίδα τοῦ πολέμου βουληθεὶς ἦλθον ἐπὶ τὸ στρατόπεδον ὑμῶν ὡς τῶν αὐτομόλων τις, ἀποκτεῖναί σε βουλόμενος: οὐκ ἀγνοῶν μέν, ὅτι καὶ κατορθώσαντι καὶ διαμαρτόντι τῆς ἐλπίδος ἀποθανεῖν ὑπάρχει μοι, χαρίσασθαι δὲ τῇ γειναμένῃ τὴν ἐμαυτοῦ ψυχὴν προαιρούμενος καὶ ἀντὶ τοῦ θνητοῦ σώματος ἀθάνατον δόξαν καταλιπεῖν: ψευσθεὶς δὲ τῆς ἐλπίδος ἀντὶ σοῦ τὸν γραμματέα, ὃν οὐθὲν ἐδεόμην, ἀνῄρηκα τῇ τε πορφύρᾳ καὶ τῷ δίφρῳ καὶ τοῖς ἄλλοις τῆς 11 ἐξουσίας συμβόλοις πλανηθείς. [2] τὸν μὲν οὖν θάνατον, ὃν αὐτὸς ἐμαυτοῦ κατεψηφισάμην, ὅτ᾽ ἐπὶ τὴν πρᾶξιν ἔμελλον ὁρμᾶν, οὐ παραιτοῦμαι: βασάνους δὲ καὶ τὰς ἄλλας ὕβρεις εἴ μοι παρείης, πίστεις δοὺς ἐπὶ θεῶν ὑπισχνοῦμαί σοι μέγα πρᾶγμα δηλώσειν καὶ πρὸς τὴν 12 σωτηρίαν ἀνῆκόν σοι. [3] ὁ μὲν δὴ ταῦτ᾽ ἔλεγε καταστρατηγῆσαι τὸν ἄνδρα διανοούμενος: ὁ δ᾽ ἔξω τοῦ φρονεῖν γεγονὼς καὶ ἅμα κινδύνους ἐκ πολλῶν μαντευόμενος ἀνθρώπων οὐκ ἀληθεῖς δίδωσιν αὐτῷ δι᾽ ὅρκων τὸ πιστόν. μετὰ δὲ τοῦθ᾽ ὁ Μούκιος καινότατον ἐνθυμηθεὶς ἀπάτης τρόπον, ὃς ἐν ἀφανεῖ τὸν ἔλεγχον εἶχε, λέγει πρὸς αὐτόν: ὦ βασιλεῦ, Ῥωμαίων ἄνδρες τριακόσιοι τὴν αὐτὴν ἔχοντες ἡλικίαν ἐκ τοῦ γένους τοῦ τῶν πατρικίων ἅπαντες ἐβουλευσάμεθα συνελθόντες ἀποκτεῖναί σε καὶ τὸ πιστὸν ὅρκοις παρ᾽ [4] 13 ἀλλήλων ἐλάβομεν. ἔδοξε δ᾽ ἡμῖν βουλευομένοις ὅστις ὁ τῆς ἐπιβουλῆς ἦν τρόπος, μήθ᾽ ἅπαντας ἅμα χωρεῖν [p. 181] ἐπὶ τὸ ἔργον, ἀλλὰ καθ᾽ ἕνα, μήτε φράζειν ἕτερον ἑτέρῳ πότε καὶ πῶς καὶ ποῦ καὶ τίσιν ἀφορμαῖς χρησάμενος ἐπιθήσεταί σοι, ἵνα ῥᾷον ἡμῖν ὑπάρχῃ τὸ λαθεῖν. ταῦτα διανοηθέντες ἐκληρωσάμεθα, καὶ πρῶτος ἄρξαι τῆς πείρας ἔλαχον ἐγώ. προειδὼς οὖν, ὅτι πολλοὶ καὶ ἀγαθοὶ τὴν αὐτήν μοι διάνοιαν ἕξουσιν ἐπιθυμίᾳ δόξης, ὧν ὡς εἰκάσαι τις ἀμείνονι τύχῃ χρήσεται τῆς ἐμῆς, σκόπει, τίς ἔσται σοι πρὸς ἅπαντας ἀρκοῦσα φυλακή.

  ὡ δὲ ταῦτ᾽ ἤκουσεν ὁ βασιλεύς, ἐκεῖνον μὲν ἀπαγαγόντας τοὺς δορυφόρους ἐκέλευσε δῆσαι καὶ φυλάττειν ἐπιμελῶς: αὐτὸς δὲ τοὺς πιστοτάτους τῶν φίλων παραλαβὼν καὶ τὸν υἱὸν Ἄρροντα παρακαθισάμενος, μετ᾽ ἐκείνων ἐσκόπει, τί ποιῶν τὰς ἐπιβουλὰς αὐτῶν διακρούσεται. [2] τῶν μὲν οὖν ἄλλων ἕκαστος εὐήθεις ἀσφαλείας λέγων ἐδόκει τῶν δεόντων φρονεῖν οὐδέν: ὁ δ᾽ υἱὸς αὐτοῦ τελευταίαν ἀπεφήνατο γνώμην πρεσβυτέραν τῆς ἡλικίας, ἀξιῶν αὐτὸν μὴ σκοπεῖν, τίσι φυλακαῖς χρώμενος οὐδὲν πείσεται δεινόν, ἀλλὰ τί ποιῶν οὐ δεήσεται φυλακῆς: θαυμασάντων δὲ τὴν διάνοιαν αὐτοῦ πάντων καὶ πῶς ἂν τοῦτο γένοιτο [p. 182] μαθεῖν βουλομένων, Εἰ φίλους ἀντὶ πολεμίων, ἔφη, ποιήσαιο τοὺς ἄνδρας, τιμιωτέραν ἡγησάμενος τὴν σεαυτοῦ ψυχὴν τῆς καθόδου τῶν σὺν Ταρκυνίῳ φυγάδων. [3] καὶ ὁ βασιλεὺς τὰ κράτιστα μὲν ἔφησεν αὐτὸν λέγειν, βουλῆς δ᾽ εἶναι ἄξιον τὸ πρᾶγμα, πῶς εὐπρεπεῖς γενήσονται πρὸς αὐτοὺς αἱ διαλλαγαί: μεγάλην αἰσχύνην φάσκων εἶναι, εἰ κρατήσας αὐτῶν μάχῃ καὶ τειχήρεις ἔχων ἀπελεύσεται, μηθὲν ὧν Ταρκυνίοις ὑπέσχετο διαπραξάμενος, ὥσπερ ἡττημένος ὑπὸ τῶν νενικημένων καὶ πεφευγὼς τοὺς μηδ᾽ ἐκ τῶν πυλῶν ὑπομένοντας ἔτι προελθεῖν: μίαν δὲ μόνην ἔσεσθαι ἀποφαίνων καλὴν τῆς ἔχθρας λύσιν, εἰ παρὰ τῶν πολεμίων παραγένοιντό τινες πρὸς αὐτὸν περὶ φιλίας διαλεγόμενοι.

  ταῦτα μὲν τότε πρὸς τὸν υἱὸν καὶ τοὺς παρόντας εἶπεν: ὀλίγαις δ᾽ ὕστερον ἡμέραις αὐτὸς ἠναγκάσθη πρότερος ἄρχειν λόγων διαλλακτηρίων διὰ τοιαύτην αἰτίαν: ἐσκεδασμένων ἀνὰ τὴν χώραν τῶν στρατιωτῶν καὶ τὰς ἀγομένας εἰς τὴν πόλιν ἀγορὰς ἀφαιρουμένων καὶ τοῦτο ποιούντων συνεχῶς, οἱ τῶν Ῥωμαίων ὕπατοι λοχήσαντες αὐτοὺς ἐν καλῷ χωρίῳ διαφθείρουσί τε συχνοὺς καὶ ἔτι πλείους τῶν ἀναιρεθέντων αἰχμαλώτους λαμβάνουσιν. ἐφ᾽ ᾧ χαλεπαίνοντες οἱ Τυρρηνοὶ διελέγοντο πρὸς ἀλλήλους κατὰ συστροφάς, δἰ αἰτίας τόν τε βασιλέα καὶ τοὺς ἄλλους ἡγεμόνας ἔχοντες ἐπὶ τῇ τριβῇ τοῦ πολέμου καὶ ἀπαλλάττεσθαι ποθοῦντες ἐπὶ τὰ οἰκεῖα. [2] δόξας μὲν οὖν [p. 183] ἅπασι κεχαρισμένας φαν
ήσεσθαι τὰς διαλλαγάς, ἀποστέλλει πρεσβευτὰς ἐκ τῶν ἰδίων φίλων τοὺς ἀναγκαιοτάτους. τινὲς μὲν οὖν φασι καὶ τὸν Μούκιον ἅμα τούτοις ἀποσταλῆναι δόντα τὴν πίστιν τῷ βασιλεῖ δι᾽ ὅρκων ὑπὲρ τοῦ πάλιν ἐλεύσεσθαι: ἕτεροι δὲ λέγουσιν ὅμηρον, ἕως αἱ διαλλαγαὶ γένωνται, τὸν ἄνδρα τοῦτον ἐν τῷ στρατοπέδῳ φυλάττεσθαι: καὶ τάχ᾽ ἂν εἴη τοῦτ᾽ [3] ἀληθέστερον. ἐντολαὶ δ᾽ ἦσαν, ἃς ἔδωκε τοῖς πρεσβευταῖς ὁ βασιλεύς, τοιαίδε: περὶ μὲν καθόδου Ταρκυνίων μηδένα ποιεῖσθαι λόγον, τὰ δὲ χρήματα αὐτοῖς ἀξιοῦν ἀποδοθῆναι, μάλιστα μὲν ἅπαντα ὅσα Ταρκύνιός θ᾽ ὁ πρεσβύτατος κατέλιπε καὶ αὐτοὶ σὺν τῷ δικαίῳ κτησάμενοι κατέσχον: εἰ δὲ μή γ᾽ ὅσα δυνατὰ ἀγρῶν τε καὶ οἰκιῶν καὶ βοσκημάτων καὶ ὧν ἐκ γῆς ἀνῄρηνται καρπῶν τὰς ἀξίας, ὁποτέρως ἂν αὐτοῖς δόξῃ συμφέρειν, ἐάν τε τοὺς κατέχοντας αὐτὰ καὶ καρπουμένους εἰσφέρειν, ἐάν τ᾽ ἐκ τοῦ δημοσίου διαλύειν. [4] ταῦτα μὲν ὑπὲρ ἐκείνων, ἑαυτῷ δ᾽ αἰτεῖσθαι διαλυομένῳ τὴν ἔχθραν τοὺς καλουμένους Ἑπτὰ πάγους: αὕτη Τυρρηνῶν ἡ χώρα τὸ ἀρχαῖον ἦν, Ῥωμαῖοι δ᾽ αὐτὴν κατέσχον πολέμῳ τοὺς ἔχοντας ἀφελόμενοι: καὶ ἵνα μένωσι Ῥωμαῖοι Τυρρηνοῖς βέβαιοι φίλοι, παῖδας ἐκ τῶν ἐπιφανεστάτων οἰκιῶν τοὺς ὁμηρεύσοντας ὑπὲρ τῆς πόλεως αἰτεῖν παρ᾽ αὐτῶν.

 

‹ Prev