Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 222
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 222

by Dionysius of Halicarnassus


  μετὰ δὲ τὸν ἐνιαυτὸν ἐκεῖνον ὕπατοι καθίστανται Σπόριος Κάσσιος Οὐεκελλῖνος ἐπικαλούμενος καὶ Ὀπίτωρ Οὐεργίνιος Τρικάτος. ἐφ᾽ ὧν ὁ πρὸς Σαβίνους πόλεμος ὑπὸ θατέρου τῶν ὑπάτων Σπορίου κατελύθη μάχης ἰσχυρᾶς γενομένης οὐ μακρὰν τῆς Κυριτῶν πόλεως: ἐξ ἧς ἀπέθανον μὲν ἀμφὶ τοὺς [p. 211] μυρίους καὶ τριακοσίους Σαβίνων, αἰχμάλωτοι δ᾽ ἐλήφθησαν ὀλίγον ἀποδέοντες τετρακισχιλίων. [2] ταύτῃ τῇ συμφορᾷ τελευταίᾳ πληγέντες οἱ Σαβῖνοι πρέσβεις ἀπέστειλαν ὡς τὸν ὕπατον διαλεξομένους περὶ φιλίας. ἀναβαλλομένου δ᾽ αὐτοὺς ἐπὶ τὴν βουλὴν τοῦ Κασσίου, παραγενηθέντες εἰς Ῥώμην σὺν πολλῇ δεήσει μόλις εὑρίσκονται διαλλαγὰς καὶ κατάλυσιν τοῦ πολέμου, σῖτόν τε τῇ στρατιᾷ δόντες, ὅσον ἐπέταξε Κάσσιος καὶ ἀργύριόν τι τακτὸν κατ᾽ ἄνδρα καὶ γῆς πεφυτευμένης πλέθρα μύρια. [3] Σπόριος μὲν δὴ Κάσσιος θρίαμβον ἐκ τοῦ πολέμου τοῦδε κατήγαγεν: ὁ δ᾽ ἕτερος τῶν ὑπάτων Οὐεργίνιος ἐπὶ τὴν Καμαριναίων πόλιν ἐστράτευσεν μὲν ἀφεστῶσαν ἀπὸ τῆς Ῥωμαίων συμμαχίας κατὰ τόνδε τὸν πόλεμον, ἄγων τὴν ἡμίσειαν τῆς ἑτέρας στρατιᾶς, φράσας δ᾽ οὐδενί, ποῖ μέλλει πορεύεσθαι καὶ διὰ νυκτὸς ἀνύσας τὴν ὁδόν, ἵνα ἀπαρασκεύοις καὶ μὴ [4] προειδόσι τὴν ἔφοδον τοῖς ἔνδον ἐπιθῆται: ὅπερ καὶ συνέβη. γενόμενος γὰρ πλησίον τοῦ τείχους ἅπαντας ἔλαθεν ἄρτι τῆς ἡμέρας διαυγούσης, καὶ πρὶν ἢ καταστρατοπεδεύεσθαι κριοὺς προσέφερε καὶ κλίμακας καὶ πάσῃ πολιορκίας ἐχρῆτο ἰδέᾳ. τῶν δὲ Καμαριναίων καταπλαγέντων τὸ αἰφνίδιον τῆς παρουσίας αὐτοῦ καὶ τῶν μὲν ἀνοίγειν τὰς πύλας καὶ δέχεσθαι τὸν ὕπατον ἀξιούντων, τῶν δ᾽ ἀμύνεσθαι πάσῃ δυνάμει καὶ μὴ παριέναι τοὺς πολεμίους εἴσω, ἐν ᾧ τὸ ταραττόμενόν [p. 212] τε καὶ στασιάζον αὐτῶν ἐπεκράτει, τὰς πύλας ἐκκόψας καὶ τὰ βραχύτατα τῶν ἐρυμάτων κλίμαξι καταλαβόμενος κατὰ κράτος εἰλήφει τὴν πόλιν. ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα φέρειν τε καὶ [5] ἄγειν τὰ χρήματα τοῖς σφετέροις ἐφῆκε: τῇ δ᾽ ἑξῆς συναχθῆναι τοὺς αἰχμαλώτους εἰς ἓν χωρίον κελεύσας τοὺς μὲν βουλεύσαντας τὴν ἀπόστασιν ἅπαντας ἀπέκτεινε, τὸν δ᾽ ἄλλον ὄχλον ἀπέδοτο, τὴν δὲ πόλιν κατέσκαψεν.

  ἐπὶ δὲ τῆς ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Νικέας Λοκρὸς ἐξ Ὀποῦντος, ἄρχοντος Ἀθήνησι Σμύρου, παραλαμβάνουσι τὴν ὕπατον ἀρχὴν Πόστομος Κομίνιος καὶ Τῖτος Λάρκιος: ἐφ᾽ ὧν ἀπέστησαν αἱ Λατίνων πόλεις ἀπὸ τῆς Ῥωμαίων φιλίας, Ὀκταουΐου Μαμιλίου τοῦ κηδεύσαντος Ταρκυνίῳ τοὺς ἐπιφανεστάτους ἐξ ἑκάστης πόλεως, τοὺς μὲν ὑποσχέσεσι δώρων, τοὺς δὲ δεήσεσι πείσαντος συμπρᾶξαι τοῖς [2] φυγάσι τὴν κάθοδον. καὶ γίνεται κοινὴ τῶν συναγομένων εἰς Φερεντῖνον ἀγορὰ πλὴν μιᾶς τῆς Ῥωμαίων πόλεως: ταύτῃ γὰρ οὐκ ἐπήγγειλαν μόνῃ παρεῖναι, καθάπερ εἰώθεσαν: ἐν ᾗ ψῆφον ἐνεγκεῖν ἔδει τὰς πόλεις περὶ τοῦ πολέμου καὶ στρατηγοὺς ἀποδεῖξαι καὶ [3] περὶ τῶν ἄλλων βουλεύσασθαι παρασκευῶν. ἐτύγχανε δὲ κατὰ τὸν χρόνον τοῦτον ἀπεσταλμένος ὑπὸ Ῥωμαίων πρεσβευτὴς Μάρκος Οὐαλέριος ἀνὴρ ὑπατικὸς εἰς τὰς ὁμόρους πόλεις δεησόμενος αὐτῶν μηδὲν νεωτερίζειν: [p. 213] ἐλῄστευον γὰρ ἐξ αὐτῶν τινες τοὺς ὁμοτέρμονας ἀγροὺς ὑπὸ τῶν δυνατῶν ἀποστελλόμενοι καὶ πολλὰ τοὺς γεωργοὺς τῶν Ῥωμαίων ἔβλπτον: ὃς ἐπειδὴ τὴν κοινὴν σύνοδον ἔγνω τῶν πόλεων γιγνομένην ἐπὶ τῷ διενεγκεῖν ἁπάσας τὴν περὶ τοῦ πολέμου ψῆφον, ἐλθὼν ἐπὶ τὸν σύλλογον καὶ λόγον αἰτησάμενος παρὰ τῶν προέδρων ἔλεξεν, ὅτι πεμφθείη μὲν ὑπὸ τῆς πόλεως πρεσβευτὴς πρὸς τὰς ἀποστελλούσας τὰ λῃστήρια πόλεις δεησόμενος αὐτῶν τοὺς ἐνόχους τοῖς ἀδικήμασιν ἐξευρούσας ἐκδοῦναι σφίσι τιμωρίας ὑφέξοντας κατὰ τὸν νόμον, ὃν ἐν ταῖς συνθήκαις ὥρισαν, ὅτε συνετίθεντο τὴν φιλίαν, καὶ τὸ λοιπὸν ἀξιώσων φυλάττειν, ἵνα μηδὲν ἁμάρτημα γένηται κοινόν, ὃ διαστήσει τήν τε φιλίαν αὐτῶν καὶ τὴν συγγένειαν. [4] ὁρῶν δ᾽ ἁπάσας συνεληλυθυίας τὰς πόλεις ἐπὶ τῷ κατὰ Ῥωμαίων πολέμῳ καὶ τοῦτ᾽ ἐκ πολλῶν μὲν καὶ ἄλλων καταλαμβανόμενος, μάλιστα δ᾽ ὅτι Ῥωμαίοις μόνοις οὐ παρήγγειλαν ἐπὶ τὴν ἀγορὰν παρεῖναι, γεγραμμένον ἐν ταῖς συνθήκαις ἁπάσας παρεῖναι τὰς πόλεις ταῖς κοιναῖς ἀγοραῖς, ὅσαι τοῦ Λατίνων εἰσὶ γένους, παραγγειλάντων αὐταῖς τῶν προέδρων, θαυμάζειν, τί δήποτε παθόντες ἢ τί κατηγορεῖν ἔχοντες τῆς πόλεως οἱ σύνεδροι μόνην οὐ παρέλαβον ἐκείνην ἐπὶ τὸν σύλλογον, ἣν πρώτην τε πασῶν ἔδει παρεῖναι καὶ πρώτην ἐρωτᾶσθαι γνώμην ἡγεμονίαν ἔχουσαν τοῦ ἔθνους, ἧς ἔτυχε παρ᾽ αὐτῶν ἑκόντων ἀντὶ πολλῶν καὶ μεγάλων εὐεργεσιῶν. [p. 214]

  μετὰ τοῦτον Ἀρικηνοί τε λόγον αἰτησάμενοι κατηγόρουν τῶν Ῥωμαίων, ὅτι τὸν Τυρρηνικὸν πόλεμον ἐπήγαγον σφίσιν ὄντες συγγενεῖς καὶ παρέσχον ὅσον ἐφ᾽ ἑαυτοῖς ἁπάσας τὰς Λατίνων πόλεις ὑπὸ Τυρρηνῶν τὴν ἐλευθερίαν ἀφαιρεθῆναι: καὶ Ταρκύνιος ὁ βασιλεὺς ἀνανεούμενος τὰς γενομένας αὐτῷ πρὸς τὸ κοινὸν τῶν πόλεων συνθήκας περὶ φιλίας τε καὶ συμμαχίας, ἠξίου τὰς πόλεις ἐμπεδοῦν τοὺς ὅρκους, κατάγειν δ᾽ αὐτὸν ἐπὶ τὴν ἀρχήν: Καμαριναίων τε καὶ Φιδηναίων φυγάδες, οἱ μὲν τὴν ἅλωσιν κα�
�� τὴν φυγὴν τῆς πατρίδος, οἱ δὲ τὸν ἀνδραποδισμὸν καὶ τὴν κατασκαφὴν ὀδυρόμενοι, παρεκάλουν αὐτοὺς εἰς τὸν πόλεμον. [2] τελευταῖος δὲ πάντων ὁ Ταρκυνίου κηδεστὴς Μαμίλιος μέγιστον ἐν τοῖς τότε χρόνοις παρὰ τοῖς Λατίνοις δυνάμενος ἀναστὰς μακρὰν κατὰ τῆς πόλεως διεξῆλθε δημηγορίαν. ἀπολογουμένου δὲ πρὸς ἅπαντα τοῦ Οὐαλερίου καὶ δοκοῦντος περιεῖναι τοῖς δικαίοις, ἐκείνην μὲν τὴν ἡμέραν εἰς τὰ κατηγορήματα καὶ τὰς ἀπολογίας ἀναλώσαντες οὐδὲν ἐπέθηκαν τῇ βουλῇ τέλος: τῇ δὲ κατόπιν οὐκέτι τοὺς πρεσβευτὰς τῶν Ῥωμαίων οἱ πρόεδροι προαγαγόντες ἐπὶ τὸν σύλλογον, ἀλλὰ Ταρκυνίῳ τε καὶ Μαμιλίῳ καὶ Ἀρικηνοῖς καὶ τοῖς ἄλλοις τοῖς βουλομένοις τῆς πόλεως κατηγορεῖν ἀποδόντες λόγον, ἐπειδὴ πάντων διήκουσαν ψηφίζονται λελύσθαι τὰς σπονδὰς ὑπὸ Ῥωμαίων, καὶ τοῖς περὶ Οὐαλέριον πρέσβεσιν ἀπόκρισιν ἔδωκαν, ὅτι τὸ συγγενὲς ἐκείνων τοῖς ἀδικήμασι λελυκότων βουλεύσονται [p. 215] κατὰ σχολὴν ὅντινα τρόπον αὐτοὺς ἀμύνεσθαι χρή. [3] ἐν ᾧ δὲ ταῦτ᾽ ἐπράττετο χρόνῳ, συνωμοσία κατὰ τῆς πόλεως ἐγένετο δούλων συχνῶν συνειπαμένων τάς τ᾽ ἄκρας καταλαβέσθαι καὶ κατὰ πολλοὺς ἐμπρῆσαι τόπους τὴν πόλιν. μηνύσεως δὲ γενομένης ὑπὸ τῶν συνειδότων αἱ πύλαι τ᾽ ὑπὸ τῶν ὑπάτων εὐθὺς ἐκλείοντο, καὶ πάντα τὰ ἐρύματα τῆς πόλεως ὑπὸ τῶν ἱππέων κατείληπτο: καὶ αὐτίκα οἱ μὲν ἐκ τῶν οἰκιῶν συλληφθέντες, οἱ δ᾽ ἐκ τῶν ἀγρῶν ἀναχθέντες, ὅσους ἀπέφαινον οἱ μηνυταὶ μετασχεῖν τῆς συνωμοσίας, μάστιξι καὶ βασάνοις αἰκισθέντες ἀνεσκολοπίσθησαν ἅπαντες. ταῦτ᾽ ἐπὶ τούτων ἐπράχθη τῶν ὑπάτων.

  Σερουιλίου δὲ Σολπικίου Καμερινοῦ καὶ Μανίου Τυλλίου Λόγγου τὴν ἀρχὴν παραλαβόντων Φιδηναίων τινὲς παρὰ Ταρκυνίων στρατιώτας μεταπεμψάμενοι τὴν ἄκραν καταλαμβάνονται, καὶ τῶν μὴ ταὐτὰ προαιρουμένων οὓς μὲν διαφθείραντες, οὓς δ᾽ ἐξελάσαντες, ἀφιστᾶσιν αὖθις ἀπὸ Ῥωμαίων τὴν πόλιν: πρεσβείας τε Ῥωμαικῆς ἀφικομένης ὥρμησαν μὲν ὡς πολεμίοις χρήσασθαι τοῖς ἀνδράσι, κωλυθέντες δ᾽ ὑπὸ τῶν πρεσβυτέρων ἐξέβαλον αὐτοὺς ἀπὸ τῆς πόλεως, [2] οὔτε δοῦναι λόγον ἀξιώσαντες οὔτε λαβεῖν. ταῦθ᾽ ἡ βουλὴ τῶν Ῥωμαίων μαθοῦσα πρὸς μὲν τὸ κοινὸν τῶν Λατίνων οὔπω τὸν πόλεμον ἐκφέρειν πρόθυμος ἦν, πυνθανομένη μὴ πᾶσιν εἶναι τὰ ψηφισθέντα ὑπὸ τῶν [p. 216] προβούλων κατὰ νοῦν, ἀλλ᾽ ἐν ἑκάστῃ πόλει τοὺς δημοτικοὺς ἀναδύεσθαι τὸν πόλεμον, καὶ πλείους εἶναι τοὺς ἀξιοῦντας μένειν τὰς σπονδὰς τῶν διαλελύσθαι λεγόντων: ἐπὶ δὲ τοὺς ἐν Φιδήνῃ τὸν ἕτερον ἐψηφίσαντο τῶν ὑπάτων Μάνιον Τύλλιον ἀποστεῖλαι στρατιὰν ἄγοντα πολλήν: ὃς ἐπειδὴ τὴν χώραν αὐτῶν ἐδῄωσε κατὰ πολλὴν: ὃς ἐπειδὴ τὴν χώραν αὐτῶν ἐδῄωσε κατὰ πολλὴν ἄδειαν οὐδενὸς ὑπὲρ αὐτῆς ἀμυνομένου, πλησίον τοῦ τείχους καταστρατοπεδευσάμενος ἐφύλαττε μήτ᾽ ἀγορὰς εἰσάγεσθαι τοῖς ἔνδον μήτε ὅπλα 19 μήτε ἄλλην βοήθειαν μηδεμίαν. [3] Φιδηναῖοι μὲν δὴ τειχήρεις ἐγένοντο καὶ πρὸς τὰς Λατίνων ἐπρεσβεύοντο πόλεις δεόμενοι ταχείας συμμαχίας: οἱ δὲ προεστηκότες τῶν Λατίνων, ἀγορὰν ποιησάμενοι τῶν πόλεων, Ταρκυνίοις τε αὖθις ἀποδόντες λόγον καὶ τοῖς παρὰ τῶν πολιορκουμένων ἥκουσιν, ἐκάλουν τοὺς συνέδρους εἰς ἀπόφασιν γνώμης, τίνα χρὴ πολεμεῖν Ῥωμαίοις τρόπον, ἀπὸ τῶν πρεσβυτάτων τε καὶ ἐπιφανεστάτων ἀρξάμενοι. [4] πολλῶν δὲ ῥηθέντων λόγων καὶ περὶ αὐτοῦ τοῦ πολέμου πρῶτον, εἰ δέοι αὐτὸν ἐπικυρῶσαι, οἱ μὲν ταραχωδέστεροι τῶν συνέδρων τὸν βασιλέα κατάγειν ἐπὶ τὴν ἀρχὴν ἠξίουν καὶ Φιδηναίοις βοηθεῖν παρῄνουν: ἐν ἡγεμονίαις μὲν βουλόμενοι γενέσθαι στρατιωτικαῖς καὶ πραγμάτων ἐφάψασθαι μεγάλων, μάλιστα δ᾽ οἱ δυναστείας καὶ τυραννίδος ἐν ταῖς ἑαυτῶν πατρίσιν ἐρῶντες, ἣν συγκατασκευάσειν αὐτοῖς Ταρκυνίους ἐπείθοντο τὴν Ῥωμαίων ἀρχὴν ἀνακτησαμένους. οἱ δ᾽ εὐπορώτατοί τε καὶ ἐπιεικέστατοι μένειν ἐν ταῖς σπονδαῖς ἠξίουν τὰς πόλεις καὶ μὴ προχείρως ἐπὶ τὰ ὅπλα [p. 217] χωρεῖν: καὶ ἦσαν οὗτοι τῷ πλήθει πιθανώτατοι. [5] ἐξωθούμενοι δὴ πρὸς τῶν παραινούντων τὴν εἰρήνην ἄγειν οἱ τὸν πόλεμον ἐπισπεύδοντες, τοῦτό γε πείθουσι ποιῆσαι τὴν ἐκκλησίαν τελευτῶντες, πρεσβευτὰς εἰς Ῥώμην ἀποστεῖλαι τοὺς παρακαλέσοντας ἅμα καὶ συμβουλεύσοντας τῇ πόλει δέχεσθαι Ταρκυνίους καὶ τοὺς ἄλλους φυγάδας ἐπ᾽ ἀδείᾳ καὶ ἀμνηστίᾳ, καὶ περὶ τούτων ὅρκια τεμόντας τῇ πατρίῳ κοσμεῖσθαι πολιτείᾳ καὶ τῆς Φιδηναίων πόλεως ἀπανιστάναι τὸν στρατόν, ὡς σφῶν γε οὐχ ὑπεροψομένων συγγενεῖς καὶ φίλους ἀφαιρεθέντας τὴν πατρίδα: ἐὰν δὲ μηδέτερον τούτων ὑπομείνωσι πράττειν, τότε βουλεύσεσθαι περὶ τοῦ πολέμου: [6] οὐκ ἀγνοοῦντες μέν, ὅτι τούτων οὐδέτερον ὑπομενοῦσι Ῥωμαῖοι, προφάσεις δὲ τῆς ἔχθρας βουλόμενοι λαβεῖν εὐπρεπεῖς, καὶ τοὺς ἐναντιουμένους σφίσι θεραπείαις ἐν τῷ μεταξὺ χρόνῳ καὶ χάρισιν ἐπάξεσθαι νομίζοντες. ταῦτα ψηφισάμενοι καὶ χρόνον ὁρίσαντες ἐνιαύσιον Ῥωμαίοις μὲν βουλῆς, ἑαυτοῖς δὲ παρασκευῆς, καὶ πρεσβευτὰς ἀποδείξαντες, οὓς Ταρκύνιος ἐβούλετο, διέλυσαν τὸν σύλλογον.

 

‹ Prev