ὡς δὲ ταύτῃ προσέθεντο τῇ γνώμῃ καὶ οἱ προχειρισθέντες ὑπ᾽ αὐτῶν πρέσβεις ἀφικόμενοι πρὸς τὸν δικτάτορα καὶ παραχθέντες ἐπὶ τὴν ἐκκλησίαν διεξῆλθον [p. 284] τοὺς ἐξαπατήσοντας λόγους, ὀλίγον ἐπισχὼν ὁ Ποστόμιος χρόνον πρὸς αὐτοὺς εἶπε: πονηρὰ βουλεύματα, ὦ Οὐολοῦσκοι, χρηστοῖς λόγοις ἀμφιέσαντες ἥκετε: καὶ πολεμίων ἔργα πράττοντες φίλων ἐξενέγκασθαι 4 βούλεσθε δόξαν. [2] ὑμεῖς γὰρ ἀπέσταλθε ὑπὸ τοῦ κοινοῦ Λατίνοις συμμαχήσοντες καθ᾽ ἡμῶν, ἐπεὶ δ᾽ ὕστεροι τῆς μάχης ἥκετε καὶ κρατουμένους αὐτοὺς ὁρᾶτε, παρακρούσασθαι βούλεσθε ἡμᾶς τἀναντία, ὧν ἐμέλλετε πράττειν, λέγοντες. καὶ οὐδ᾽ ἡ φιλανθρωπία τῶν λόγων, ἣν πλάττεσθε πρὸς τὸν παρόντα καιρὸν οὐδὲ τὸ προσποίημα ὑμῶν τῆς δεῦρο ἀφίξεως ὑγιές ἐστιν, ἀλλὰ μεστὸν δόλου καὶ ἀπάτης. οὐ γὰρ συνησθησόμενοι τοῖς ἀγαθοῖς ἡμετέροις ἐξαπέσταλθε, ἀλλὰ κατασκεψόμενοι, πῶς ἡμῖν ἀσθενείας ἢ δυνάμεως τὰ πράγματα ἔχει: καί ἐστε πρεσβευταὶ μὲν λόγῳ, κατάσκοποι δ᾽ ἔργῳ. [3] ἀρνουμένων δὲ πρὸς ἅπαντα τῶν ἀνδρῶν οὐ διὰ μακροῦ τὴν πίστιν ἔφησεν αὐτοῖς παρέξεσθαι: καὶ αὐτίκα τὰς ἐπιστολὰς αὐτῶν, ἃς ἔλαβε πρὸ τῆς μάχης τοῖς ἡγεμόσι τῶν Λατίνων φερομένας, ἐν αἷς ὑπισχνοῦντο αὐτοῖς πέμψειν ἐπικουρίαν, προήνεγκε, καὶ τοὺς φέροντας αὐτὰς προήγαγεν. ἀναγνωσθέντων δὲ τῶν γραμμάτων καὶ τῶν αἰχμαλώτων ἃς ἔλαβον ἐντολὰς διηγησαμένων, τὸ μὲν πλῆθος λίθοις ὥρμησε βαλεῖν τοὺς Οὐολούσκους ὡς ἑαλωκότας ἐπ᾽ [p. 285] αὐτοφώρῳ κατασκόπους, ὁ δὲ Ποστόμιος οὐκ ᾤετο δεῖν ὁμοίους γενέσθαι τοῖς κακοῖς τοὺς ἀγαθοὺς κρεῖττον εἶναι λέγων καὶ μεγαλοψυχότερον εἰς τοὺς ἀποστείλαντας φυλάττειν τὴν ὀργὴν ἢ εἰς τοὺς ἀποσταλέντας, καὶ διὰ τὸ φανερὸν ὄνομα τῆς πρεσβείας ἀφεῖναι τοὺς ἄνδρας μᾶλλον ἢ διὰ τὸ ἀφανὲς τῆς κατασκοπῆς ἔργον ἀπολέσαι: ἵνα μήτε Οὐολούσκοις ἀφορμὴν παράσχωσιν εὐπρεπῆ τοῦ πολέμου πρεσβευτῶν ἀνῃρῆσθαι σώματα σκηπτομένοις παρὰ τὸν ἁπάντων νόμον, μήτε τοῖς ἄλλοις ἔχθρας πρόφασιν αἰτίας εἶναι εἰ καὶ ψευδοῦς, ἀλλ᾽ οὐκ ἀλόγου γε οὐδὲ ἀπίστου.
ἐπισχὼν δὲ τὴν ὁρμὴν τοῦ πλήθους ἀπιέναι τοὺς ἄνδρας ἐκέλευσεν ἀμεταστρεπτὶ φυλακῇ παραδοὺς ἱππέων, οἳ προύπεμψαν αὐτοὺς ἐπὶ τὸν Οὐολούσκων χάρακα. ἐκβαλὼν δὲ τοὺς κατασκόπους εὐτρεπίζεσθαι τὰ εἰς μάχην παρήγγειλε τοῖς στρατιώταις, ὡς ἐν τῇ κατόπιν ἡμέρᾳ παραταξόμενος. ἐδέησε δ᾽ οὐδὲν αὐτῷ μάχης: οἱ γὰρ ἡγεμόνες τῶν Οὐολούσκων πολλῆς ἔτι νυκτὸς οὔσης ἀναστήσαντες τὴν στρατιὰν ᾤχοντο ἐπὶ [2] τὰ σφέτερα. ἁπάντων δὲ χωρησάντων αὐτῷ κατ᾽ εὐχὴν θάψας τοὺς οἰκείους νεκροὺς καὶ τὴν στρατιὰν καθήρας [p. 286] ἀνέστρεψεν εἰς τὴν πόλιν ἐκπρεπεῖ θριάμβῳ κοσμούμενος ὅπλων τε σωρὸν ἐφ᾽ ἁμάξαις πολλαῖς κομίζων καὶ χρημάτων στρατιωτικῶν παρασκευὰς ἀφθόνους εἰσφέρων, καὶ τοὺς ἁλόντας ἐν τῇ μάχῃ πεντακοσίων ἀποδέοντας ἑξακισχιλίους ἐπαγόμενος. ἀπὸ δὲ τῶν λαφύρων ἐξελόμενος τὰς δεκάτας ἀγῶνάς τε καὶ θυσίας τοῖς θεοῖς ἀπὸ τετταράκοντα ταλάντων ἐποίει καὶ ναῶν κατασκευὰς ἐξεμίσθωσε Δήμητρι καὶ Διονύσῳ καὶ Κόρῃ [3] κατ᾽ εὐχήν. ἐσπάνισαν γὰρ αἱ τροφαὶ τοῦ πολέμου κατ᾽ ἀρχὰς καὶ πολὺν αὐτοῖς παρέσχον φόβον ὡς ἐπιλείψουσαι, τῆς τε γῆς ἀκάρπου γενομένης καὶ τῆς ἔξωθεν ἀγορᾶς οὐκέτι παρακομιζομένης διὰ τὸν πόλεμον. διὰ τοῦτο τὸ δέος ἀνασκέψασθαι τὰ Σιβύλλεια τοὺς φύλακας αὐτῶν κελεύσας ὡς ἔμαθεν, ὅτι τούτους ἐξιλάσασθαι τοὺς θεοὺς οἱ χρησμοὶ κελεύουσιν, εὐχὰς αὐτοῖς ἐποιήσατο μέλλων ἐξάγειν τὸν στρατόν, ἐὰν εὐετηρία γένηται κατὰ τὴν πόλιν ἐπὶ τῆς ἰδίας ἀρχῆς, οἵα πρότερον ἦν, ναούς τ᾽ αὐτοῖς καθιδρύσεσθαι καὶ [4] θυσίας καταστήσεσθαι καθ᾽ ἕκαστον ἐνιαυτόν. οἱ δ᾽ ὑπακούσαντες τήν τε γῆν παρεσκεύασαν ἀνεῖναι πλουσίους καρπούς, οὐ μόνον τὴν σπόριμον, ἀλλὰ καὶ τὴν δενδροφόρον, καὶ τὰς ἐπεισάκτους ἀγορὰς ἁπάσας ἐπικλύσαι μᾶλλον ἢ πρότερον: ἅπερ ὁρῶν αὐτὸς ὁ Ποστόμιος ἐψηφίσατο τὰς τῶν ναῶν τούτων κατασκευάς. Ῥωμαῖοι μὲν δὴ τὸν τυραννικὸν ἀπωσάμενοι πόλεμον εὐνοίᾳ θεῶν ἐν ἑορταῖς τε καὶ θυσίαις ἦσαν. [p. 287]
ὀλίγαις δ᾽ ὕστερον ἡμέραις πρέσβεις ἀπὸ τοῦ κοινοῦ τῶν Λατίνων ἧκον ὡς αὐτοὺς ἐξ ἁπασῶν τῶν πόλεων ἐπιλεχθέντες οἱ τὴν ἐναντίαν ἔχοντες περὶ τοῦ πολέμου γνώμην, ἱκετηρίας καὶ στέμματα προεχόμενοι. οὗτοι παραχθέντες ἐπὶ τὴν βουλήν, τὴν μὲν ἀρχὴν τοῦ πολέμου τοὺς δυναστεύοντας ἐν ταῖς πόλεσιν ἀπέφαινον αἰτίους: τὸ δὲ πλῆθος ἓν μόνον τοῦτο ἁμαρτεῖν ἔλεγον, ὅτι πονηροῖς ἐπείσθη δημαγωγοῖς ἴδια κέρδη παρεσκευασμένοις. [2] ταύτης δὲ τῆς ἀπάτης, ἐν ᾗ τὸ πλεῖον ἀνάγκης μέρος ἦν, οὐ μεμπτὰς τετικέναι δίκας ἑκάστην πόλιν ἔλεγον τῆς κρατίστης νεότητος ἀναιρεθείσης, ὥστε μὴ ῥᾴδιον εἶναι πένθους καθαρὰν εὑρεῖν οἰκίαν, ἠξίουν τ᾽ αὐτοὺς παραλαβεῖν σφᾶς ἥκοντας οὔτε περὶ τῆς ἀρχῆς ἔτι διαφερομένους οὔτε περὶ τῶν ἴσων φιλονεικοῦντας συμμάχους τε καὶ ὑπηκόους ἅπαντα τὸν λοιπὸν χρόνον ἐσομένους, καὶ πᾶν ὅσον ὁ δαίμων ἀφείλετο τοῦ Λατίνων ἀξιώματος, [3] τοῦτο τῇ Ῥωμαίων προσθήσοντας εὐποτμίᾳ
. τελευτῶντες δὲ τοῦ λόγου συγγένειαν ἐπεκαλοῦντο καὶ συμμαχιῶν ἀπροφασίστων ποτὲ γενομένων ἀνεμίμνησκον καὶ συμφορὰς ἀνέκλαιον τὰς καταληψομένας τοὺς μηδὲν ἡμαρτηκότας, οἳ μακρῷ πλείους ἦσαν τῶν ἡμαρτηκότων, ὀδυρόμενοι παρ᾽ ἕκαστα καὶ τῶν γονάτων ἁπτόμενοι πάσης τῆς γερουσίας καὶ τὰς ἱκετηρίας παρὰ τοῖς ποσὶ τοῦ Ποστομίου τιθέντες: ὥστε παθεῖν τι πρὸς τὰ δάκρυα καὶ τὰς δεήσεις αὐτῶν τὸ συνέδριον ἅπαν. [p. 288]
ὡς δὲ μετέστησαν ἐκ τοῦ βουλευτηρίου καὶ λόγος ἀπεδόθη τοῖς εἰωθόσιν ἀποφαίνεσθαι γνώμας, Τῖτος μὲν Λάρκιος ὁ πρῶτος ἀποδειχθεὶς δικτάτωρ ἐν τῷ παρελθόντι ἐνιαυτῷ ταμιεύεσθαι τὴν τύχην αὐτοῖς συνεβούλευε μέγιστον εἶναι λέγων ἐγκώμιον ὥσπερ ἑνὸς ἀνδρὸς οὕτω καὶ πόλεως ὅλης, εἰ μὴ διαφθαρήσεται ταῖς εὐπραγίαις, ἀλλ᾽ εὐμενῶς καὶ μετρίως φέροι τἀγαθά. [2] πάσας μὲν γὰρ τὰς εὐτυχίας φθονεῖσθαι, μάλιστα δ᾽ ὅσαις πρόσεστιν εἰς τοὺς ταπεινωθέντας καὶ ὑπὸ χεῖρα γενομένους ὕβρις καὶ βαρύτης: τῇ τύχῃ δ᾽ οὐκ ἐῶν τι πιστεύειν πολλάκις αὐτῆς πεῖραν εἰληφότας ἐπ᾽ οἰκείοις κακοῖς τε καὶ ἀγαθοῖς, ὡς ἀβέβαιός ἐστι καὶ ἀγχίστροφος: οὐδ᾽ ἀνάγκην προσάγειν τοῖς διαφόροις τὴν περὶ τῶν ἐσχάτων κινδύνων, δἰ ἣν καὶ παρὰ γνώμην τολμηταὶ γίνονταί [3] τινες καὶ ὑπὲρ δύναμιν μαχηταί: δέος δὲ σφίσιν εἶναι λέγων, μὴ κοινὸν μῖσος ἐπισπάσωνται παρὰ πάντων ὅσων ἀξιοῦσιν ἄρχειν, ἐὰν πικρὰς καὶ ἀπαραιτήτους ἀπὸ τῶν ἁμαρτόντων ἀναπράττωνται δίκας, ὡς ἐκβεβηκότες ἐκ τῶν συνήθων ἐπιτηδευμάτων, ἀφ᾽ ὧν εἰς ἐπιφάνειαν προῆλθον ἐπιλαθόμενοι, καὶ πεποιηκότες τυραννίδα τὴν ἀρχήν, ἀλλ᾽ οὐχ ἡγεμονίαν ὡς πρότερον ἦν καὶ προστασίαν: τά τε ἁμαρτήματα μέτρια καὶ οὐ [p. 289] νεμεσητὰ εἶναι λέγων, εἴ τινες ἐλευθερίας περιεχόμεναι πόλεις καὶ ἄρχειν ποτὲ μαθοῦσαι τῆς παλαιᾶς ἀξιώσεως οὐ μεθίενται. εἰ δ᾽ ἀνιάτως οἱ τῶν κρατίστων ὀρεχθέντες, ἐὰν διαμάρτωσι τῆς ἐλπίδος, ζημιώσονται, οὐδὲν ἔσεσθαι τὸ κωλῦον ἅπαντας ἀνθρώπους ὑπ᾽ ἀλλήλων ἀπολωλέναι: πᾶσι γὰρ εἶναι τὸν τῆς ἐλευθερίας πόθον ἔμφυτον. [4] πολλῷ τε κρείττονα καὶ βεβαιοτέραν ἀποφαίνων ἀρχήν, ἥτις εὐεργεσίαις, ἀλλὰ μὴ τιμωρίαις κρατεῖν βούλεται τῶν ὑπηκόων: τῇ μὲν γὰρ εὔνοιαν ἀκολουθεῖν, τῇ δὲ φόβον, ἀνάγκην δ᾽ εἶναι φύσεως πάντα μάλιστα μισεῖσθαι τὰ φοβερά: τελευτῶν δὲ τοῦ λόγου παραδείγμασιν αὐτοὺς ἠξίου χρῆσθαι τοῖς κρατίστοις τῶν προγόνων ἔργοις, ἐφ᾽ οἷς ἐπαίνων ἐτύγχανον ἐκεῖνοι, ἐπιλεγόμενος ὅσας ἁλούσας κατὰ κράτος πόλεις οὐ κατασκάπτοντες οὐδὲ ἡβηδὸν ἀναιροῦντες οὐδ᾽ ἐξανδραποδιζόμενοι, ἀλλ᾽ ἀποικίας τῆς Ῥώμης ποιοῦντες, καὶ τοῖς βουλομένοις τῶν κρατηθέντων παρὰ σφίσι κατοικεῖν πολιτείας μεταδιδόντες, μεγάλην ἐκ μικρᾶς ἐποιοῦντο τὴν πόλιν. κεφάλαιον δ᾽ αὐτοῦ τῆς γνώμης ἦν ἀνανεώσεσθαι τὰς σπονδὰς πρὸς τὸ κοινὸν τῶν Λατίνων, ἃς ἦσαν πεποιημένοι πρότερον, καὶ μηδενὸς τῶν ἁμαρτημάτων μηδεμιᾷ πόλει μνησικακεῖν.
Σερουίλιος δὲ Σουλπίκιος περὶ μὲν τῆς εἰρήνης καὶ τῆς ἀνανεώσεως τῶν σπονδῶν οὐδὲν ἀντέλεγεν: [p. 290] ἐπειδὴ δὲ πρότεροι τὰς σπονδὰς ἔλυσαν Λατῖνοι, καὶ οὐχὶ τότε πρῶτον, ὥστε συγγνώμης τινὸς αὐτοῖς δεῖν ἀνάγκην καὶ ἀπάτην προβαλλομένοις, ἀλλὰ πολλάκις ἤδη καὶ πρότερον, ὥστε καὶ διορθώσεως σφίσι δεῖν, τὴν μὲν ἄδειαν ἅπασι συγκεχωρῆσθαι καὶ τὴν ἐλευθερίαν διὰ τὸ συγγενές, τῆς δὲ γῆς τὴν ἡμίσειαν αὐτοὺς ἀφαιρεθῆναι καὶ κληρούχους ἀποσταλῆναι Ῥωμαίων εἰς αὐτήν, οἵ τινες ἐκείνην καρπώσονται καὶ [2] τοὺς ἄνδρας μηδὲν ἔτι νεωτερίσαι σπουδάσουσι. Σπόριος δὲ Κάσσιος ἀνελεῖν τὰς πόλεις αὐτῶν συνεβούλευε θαυμάζειν λέγων ἐπὶ ταῖς εὐηθείαις τῶν παραινούντων ἀφεῖναι τὰς ἁμαρτίας αὐτοῖς ἀζημίους, εἰ μηδὲ δύνανται καταμαθεῖν, ὅτι διὰ τὸν φθόνον τὸν ἔμφυτόν τε καὶ ἀναφαίρετον, ὃν ἔχουσι πρὸς τὴν πόλιν αὐτῶν αὐξομένην, ἄλλους ἐπ᾽ ἄλλοις ἐπιτεχνῶνται πολέμους καὶ οὐδέποτε παύσονται τῆς ἐπιβούλου προαιρέσεως ἑκόντες, ἕως αὐτῶν τοῦτ᾽ ἐν ταῖς ψυχαῖς τὸ δύστηνον ἐνοικεῖ πάθος: οἵ γε τελευτῶντες ὑπὸ τυράννῳ ποιήσασθαι, θηρίων ἁπάντων ἀγριωτάτῳ, συγγενῆ σφῶν πόλιν ἐπεχείρησαν ἁπάσας ἀνατρέψαντες τὰς ἐπὶ θεῶν ὁμολογίας, οὐκ ἄλλαις τισὶν ἐλπίσιν ἐπαρθέντες, ἀλλ᾽ ὅτι ἂν μὴ αὐτοῖς κατὰ γνώμην χωρήσῃ τὰ τοῦ πολέμου δίκην οὐδεμίαν ὑφέξουσιν ἤ [3] τινα μικρὰν κομιδῇ. παραδείγμασί τε καὶ αὐτὸς ἠξίου χρῆσθαι τοῖς τῶν προγόνων ἔργοις, οἳ τὴν Ἀλβανῶν πόλιν, ἐξ ἧς αὐτοί τ᾽ ἀπῳκίσθησαν καὶ Λατίνων ἅπασαι πόλεις, ἐπειδὴ φθονοῦσαν ἔγνωσαν τοῖς αὑτῶν [p. 291] ἀγαθοῖς καὶ τὴν ἄδειαν, ἣν ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασιν εὕρετο, μείζονος ἐπιβουλῆς ἀφορμὴν ποιησαμένην, ἐν ἡμέρᾳ καθελεῖν ἔγνωσαν μιᾷ: ἐν ἴσῳ δόξαντες εἶναι τῷ μηδένα οἰκτείρειν τῶν τὰ μέτρια ἁμαρτανόντων τὸ μηδένα τιμωρεῖσθαι τῶν τὰ μέγιστα καὶ [4] ἀδιόρθωτα ἀδικούντων. μωρίας δὲ πολλῆς εἶναι καὶ ἀναλγησίας ἔργον: οὐ γὰρ δὴ φιλανθρωπίας οὐδὲ μετριότητος: τὸν τῶν ἀποικισάντων σφᾶς φθόνον, ἐπεὶ πέρα τοῦ δέοντος ἔδοξεν εἶναι βαρὺς καὶ ἀφόρητος, οὐκ ἀνασχομένους τὸν τῶν ὁμογ�
�νῶν ὑπομένειν τούς τ᾽ ἐν ἐλάττοσι πείραις ἐλεγχθέντας πολεμίους ἀφαιρέσει πόλεως ζημιώσαντας, παρὰ τῶν πολλάκις τὸ μῖσος ἀδιάλλακτον ἀποδειξαμένων μηδεμίαν εἰσπράξασθαι δίκην. [5] ταῦτ᾽ εἰπὼν καὶ τὰς ἀποστάσεις τῶν Λατίνων ἁπάσας ἐξαριθμησάμενος τῶν τ᾽ ἀπολομένων ἐν τοῖς πρὸς αὐτοὺς πολέμοις Ῥωμαίων τὸ πλῆθος ὅσον ἦν ἀναμνήσας, ἠξίου τὸν αὐτὸν τρόπον χρήσεσθαι καὶ τούτοις, ὃν ἐχρήσαντο Ἀλβανοῖς πρότερον: τὰς μὲν οὖν πόλεις αὐτῶν ἀνελεῖν καὶ τὴν χώραν αὐτῶν τῇ Ῥωμαίων προσθεῖναι, τῶν δ᾽ ἀνθρώπων τοὺς μὲν εὔνοιάν τινα: πρὸς αὐτοὺς ἀποδειξαμένους ἔχοντας τὰ σφέτερα πολίτας ποιήσεσθαι, τοὺς δ᾽ αἰτίους τῆς ἀποστάσεως, ὑφ᾽ ὧν αἱ σπονδαὶ διελύθησαν, ὡς προδότας [p. 292] ἀποκτεῖναι: ὅσον δὲ τοῦ δήμου πτωχὸν καὶ ἀργὸν καὶ ἄχρηστον ἐν ἀνδραπόδων ποιήσεσθαι λόγῳ.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 231