ὧν ἑκάτερον ὅσης ἐστὶ μεστὸν εὐηθείας, ἐξ αὐτῶν ὑμᾶς ἀξιώσαιμ᾽ ἂν ἔγωγε τῶν ἔργων σκοπεῖν ἐνθυμηθέντας, ὅτι διαστασιασάντων πρὸς ὑμᾶς τῶν ταπεινοτέρων διὰ τοὺς οὔτε πολιτικῶς οὔτε μετρίως ταῖς ἀτυχίαις χρησαμένους, καὶ ὑπαναχωρησάντων μὲν ἐκ τῆς πόλεως, ἄλλο δὲ μηδὲν ὑμᾶς δεινὸν μήτε ἐργαζομένων μήτε διανοουμένων, ἀλλ᾽ ὡς διαλλαγήσονται χωρὶς αἰσχύνης σκοπούντων, ἀγαπητῶς δεξάμενοι τὸ συμβὰν ἀπὸ τῆς τύχης πολλοὶ τῶν οὐκ εὖ διανοουμένων πρὸς ὑμᾶς, ἀνεπτέρωνται ταῖς γνώμαις, καὶ τοῦτον οἴονται σφίσι παρεῖναι τὸν εὐκταῖον καιρόν, ἐν ᾧ [2] καταλύσουσιν ὑμῶν τὴν ἀρχήν. Αἰκανοὶ μέν γε καὶ Οὐολοῦσκοι, Σαβῖνοί τε καὶ τὸ Ἑρνίκων ἔθνος, πρὸς τῷ μηδένα χρόνον ἐξαίρετον πεποιῆσθαι τοῦ πρὸς ἡμᾶς πολέμου, καὶ τοῖς ἔναγχος κακοῖς δυσανασχετοῦντες λῃστεύουσιν ἡμῶν τοὺς ἀγρούς. Καμπανίας δὲ καὶ Τυρρηνίας ὅσα ἐνδοιαστῶς ἡμῶν ἀφείμενα διατελεῖ, τὰ μὲν ἐκ τοῦ φανεροῦ ἀφίσταται, τὰ δ᾽ ἀφανῶς παρασκευάζεται. δοκεῖ τ᾽ οὐδὲ τὸ Λατίνων συγγενὲς ἔτι βέβαιον ἡμῖν διαμένειν φίλιον εἰς πύστιν ἐλθόν, ἀλλὰ καὶ τούτου πολὺ μέρος διαγγέλλεται νοσεῖν ἔρωτι κρατούμενον, ἧς ἅπαντες γλίχονται, μεταβολῆς: [3] οἱ δὲ τέως ἐπιστρατοπεδεύοντες ἑτέροις, νῦν αὐτοὶ τειχήρεις [p. 338] μένοντες καθήμεθα, γῆν τ᾽ ἄσπορον ἀφεικότες καὶ αὐλὰς διαρπαζομένας ὁρῶντες λείαν τ᾽ ἀπελαυνομένην καὶ θεράποντας αὐτομολοῦντας καὶ οὐκ ἔχοντες, ὅ τι χρησόμεθα τοῖς κακοῖς. καὶ ταῦτα πάσχοντες ἔτι διαλλαγήσεσθαι πρὸς ἡμᾶς ἐλπίζομεν τὸ δημοτικόν, καὶ ἐφ᾽ ἡμῖν ὑπάρχον εἰδότες ἑνὶ καταλύσασθαι ψηφίσματι τὴν στάσιν;
οὕτω δὲ κακῶς ἐχόντων ἡμῖν τῶν ὑπαιθρίων οὐδὲ τὰ ἐντὸς τείχους δεινὰ ἧττόν ἐστι φοβερά. οὔτε γὰρ ὡς πολιορκησόμενοι παρεσκευάσμεθα ἐκ πολλοῦ τὰ συμμαχικὰ οὔτε πλήθει αὐτοὶ ἀποχρῶντές ἐσμεν ὡς πρὸς τοσαῦτα πολεμίων ἔθνη, τοῦ δ᾽ ὀλίγου καὶ οὐκ ἀξιομάχου πληρώματος τὸ πλεῖόν ἐστι δημοτικόν, θῆτες καὶ πελάται καὶ χειρώνακτες, οὐ πάνυ βέβαιοι τεταραγμένης ἀριστοκρατίας φύλακες. αἵ τε νῦν αὐτομολίαι συνεχεῖς αὐτῶν πρὸς τοὺς ἀφεστηκότας γινόμεναι, [2] τὸ σύμπαν ὕποπτον εἶναι παρεσκευάκασιν. ὑπὲρ ἅπαντα δὲ ταῦτα ἡ τῶν ἐπιτηδείων συγκομιδὴ κρατουμένης ὑπὸ τῶν πολεμίων τῆς γῆς ἀδύνατος οὖσα φοβεῖ τε ἤδη λιμόν, ἐπειδάν τ᾽ ἐν τῷ ἀπόρῳ γενώμεθα ἔτι μᾶλλον φοβήσει, χωρὶς δὲ τούτων ὁ μηδένα χρόνον ἡμᾶς εὐσταθεῖν ταῖς διανοίαις ἐῶν πόλεμος. ἅπαντα δ᾽ ὑπερβάλλει τὰ δεινὰ γύναια τῶν ἀποστατῶν καὶ παιδία νήπια καὶ γηραιοὶ γονεῖς, ἐν ἐσθῆσιν [p. 339] ἐλεειναῖς καὶ σχήμασι πενθίμοις περιφθειρόμενοι κατὰ τὴν ἀγορὰν καὶ τοὺς στενωποὺς κλαίοντες, ἱκετεύοντες, ἁπτόμενοι δεξιᾶς ἑκάστου καὶ γονάτων, ἀπολοφυρόμενοι τὴν κατέχουσαν αὐτοὺς καὶ ἔτι μᾶλλον καθέξουσαν ἐρημίαν, δεινὴ καὶ ἀνυπομόνητος ὄψις. [3] οὐδεὶς γοῦν ἐστιν οὕτως ὠμὸς τὸν τρόπον, ὃς οὐκ ἀνατρέπεται τὴν ψυχὴν ὁρῶν ταῦτα καὶ πάσχει τι πρὸς τὰς ἀνθρώπων τύχας. ὥστ᾽ εἰ μέλλοιμεν ἀσπείστως πρὸς τὸ δημοτικὸν ἔχειν, ἀπαλλακτέον ἡμῖν καὶ ταῦτα τὰ σώματα ἐκποδών, τὰ μὲν ὡς ἄχρηστα εἰς πολιορκίαν ἐσόμενα, τὰ δ᾽ ὡς οὐ διαμενοῦντα βεβαίως φίλα. ἀπελαυνομένων δὲ καὶ τούτων τίς ἡ φυλάξουσα τὴν πόλιν ἔτι λειφθήσεται δύναμις; ἢ τίνι πιστεύσαντες ἐπικουρίᾳ τὰ δεινὰ τολμήσομεν ὑπομένειν; ἡ μέντοι οἰκεία ἡμῶν καταφυγὴ καὶ μόνη βέβαιος ἐλπίς, ἡ τῶν πατρικίων ἀκμή, βραχεῖά ἐστιν, ὥσπερ ὁρᾶτε, καὶ οὐκ ἄξιον ἐπὶ ταύτῃ μέγα φρονεῖν. τι οὖν οἱ τὸν πόλεμον ὑπομένειν εἰσηγούμενοι ληροῦσι καὶ φενακίζουσιν ἡμᾶς, ἀλλ᾽ οὐχὶ φανερῶς παραινοῦσιν ἀναιμωτὶ καὶ δίχα πόνου παραδιδόναι τοῖς ἐχθροῖς ἤδη τὴν πόλιν;
ἀλλ᾽ ἴσως ἔγωγε τετύφωμαι ταῦτα λέγων καὶ τὰ μὴ δεινὰ ἀξιῶ δεδιέναι: τῇ πόλει δ᾽ οὐδὲν ἕτερον ἤδη που κινδυνεύεται ἢ μεταβολή, πρᾶγμα οὐ χαλεπόν, κατὰ πολλήν τ᾽ ἂν ἡμῖν εὐπέτειαν ἐκ παντὸς ἔθνους καὶ τόπου θῆτά τε καὶ πελάτην ὄχλον εἰσδέξασθαι [p. 340] γένοιτο. τουτὶ γάρ ἐστιν, ὃ πολλοὶ θρυλοῦσι τῶν ἐναντιουμένων τῷ δημοτικῷ, καὶ μὰ Δί᾽ οὐχ οἱ φαυλότατοι. [2] εἰς τοῦτο γὰρ ἤδη τινὲς ἥκουσιν εὐηθείας, ὥστε μὴ γνώμας εἰσηγεῖσθαι σωτηρίους, ἀλλ᾽ εὐχὰς λέγειν ἀδυνάτους, οὓς ἡδέως ἂν ἐροίμην, ποία μὲν ἡμῖν χρόνου δοθήσεται περιουσία περὶ ταῦτα τὰ πράγματα γινομένοις οὕτως ἐγγὺς ὄντων τῇ πόλει τῶν ἐχθρῶν; ποία δὲ συγγνώμη τῷ χρονισμῷ καὶ τῇ μελλήσει τῶν ἐλευσομένων συμμάχων, ἐν οὐ χρονίζουσιν οὐδὲ μέλλουσι δεινοῖς; τίς δ᾽ ὁ παρέξων τὸ ἀσφαλὲς ἀνὴρ ἢ θεὸς καὶ κατὰ πολλὴν ἡσυχίαν συνάξων ἐκ παντὸς τόπου καὶ παραπέμψων δεῦρο τὴν ἐπικουρίαν; ἔτι δὲ δή, οἱ τὰς ἑαυτῶν πατρίδας ἐκλείψοντες καὶ πρὸς ἡμᾶς μεταναστησόμενοι τίνες ἔσονται; πότερον οἱ οἰκήσεις τε καὶ ἐφέστια καὶ βίους καὶ τὸ τιμᾶσθαι παρὰ τοῖς πολίταις διὰ πατέρων ἐπιφάνειαν ἢ δόξαν οἰκείας ἀρετῆς ἔχοντες; καὶ τίς ἂν ὑπομείνειε τὰ οἰκεῖα παραλιπὼν ἀγαθὰ τῶν ἀλλοτρίων γλίσχρως μεταλαβεῖν κακῶν; οὐ γὰρ εἰρήνης καὶ τρυφῆς μεταληψόμενοι δεῦρο ἥξουσιν, ἀλλὰ κινδύνων καὶ πολέμου, ἐξ ὧν ἄδηλον, [3] εἰ κατ
ορθωθήσεται τὸ τέλος. ἢ τὸ δημοτικὸν καὶ ἀνέστιον ἐπαξόμεθα πλῆθος, οἷον καὶ τὸ ἐνθένδε ἀπελαθὲν ἦν, δηλονότι καὶ διὰ χρέα καὶ καταδίκας καὶ τὰς ὁμοιοτρόπους ταύταις συμφορὰς ἀγαπητῶς ὅποι [p. 341] ἂν τύχῃ μεθιδρυσόμενον; ὃ κἂν τἆλλα χρηστὸν ᾖ καὶ μέτριον, ἵνα καὶ τοῦτ᾽ αὐτῷ χαρισώμεθα, διὰ τοῦτο γέ τοι τὸ μήτε οἰκεῖον εἶναι μήτε ὁμοδίαιτον, μήτε ἐθισμῶν καὶ νόμων καὶ παιδείας ἔσεσθαι τῆς παρ᾽ ἡμῖν ἔμπειρον, μακρῷ δή που καὶ τῷ παντὶ κάκιον ἂν εἴη τοῦ παρ᾽ ἡμῖν.
τῷ μέν τ᾽ ἐπιχωρίῳ καὶ τέκνων καὶ γυναικῶν καὶ γονέων καὶ πολλῶν ἄλλων σωμάτων οἰκείων ὅμηρά ἐστιν ἐνθάδε, καὶ αὐτοῦ νὴ Δία τοῦ θρέψαντος αὐτοὺς ἐδάφους ὁ πόθος, ἀναγκαῖος ὢν ἅπασι καὶ οὐκ ἐξαιρετός: ὁ δ᾽ ἐπίκλητός γε οὑτοσὶ καὶ ἐπίσκηνος ὄχλος, εἰ γένοιτο ἡμῖν σύνοικος, οὐδενὸς αὐτῷ τούτων ἐνθάδε ὄντος, ὑπὲρ τίνος ἂν ἀξιώσειε κινδυνεύειν ἀγαθοῦ, εἰ μή τις αὐτῷ γῆς τε ὑπόσχοιτο μέρη δώσειν καὶ πόλεως μοῖραν ὅσην δή τινα τοὺς νῦν κυρίους αὐτῶν ἀφελόμενος, ὧν οὐκ ἀξιοῦμεν τοῖς πολλάκις ἀγωνισαμένοις ὑπὲρ αὐτῶν πολίταις μεταδιδόναι; καὶ ἴσως ἂν οὐδὲ τούτοις ἀρκεσθείη δοθεῖσι μόνοις, ἀλλὰ καὶ τιμῶν καὶ ἀρχῶν καὶ τῶν ἄλλων ἀγαθῶν ἐξ ἴσου τοῖς πατρικίοις ἀξιώσειε μεταλαμβάνειν. [2] οὐκοῦν εἰ μὲν οὐκ ἐπιτρέψομεν ἕκαστα τῶν αἰτουμένων, ἐχθροῖς τοῖς μὴ τυγχάνουσι χρησόμεθα; εἰ δὲ συγχωρήσαιμεν, [p. 342] ἡ πατρὶς ἡμῖν οἰχήσεται καὶ ἡ πολιτεία πρὸς ἡμῶν αὐτῶν καταλυομένη. καὶ οὐ προστίθημι ἐνταῦθα, ὅτι πολεμεῖν ἐπιτηδείων σωμάτων ἡμῖν ἐν τῷ παρόντι δεῖ, οὐ γεωργῶν οὐδὲ θητῶν οὐδὲ ἐμπόρων οὐδὲ τῶν περὶ τὰς βαναύσους τέχνας ἀσχολουμένων, οὓς ἅμα δεήσει μανθάνειν τὰ πολεμικὰ καὶ πεῖραν αὐτῶν διδόναι: χαλεπὴ δὲ πεῖρα τῶν μὴ ἐν ἔθει: ἀνάγκη δὲ τοιούτους εἶναι τοὺς σύγκλυδας καὶ ἐκ παντὸς ἔθνους μετανισταμένους. [3] στρατιωτικὴν γὰρ οὔτε ὁρῶ συμμαχίαν ἡμῖν οὐδεμίαν συνεστῶσαν οὔτ᾽, εἰ φανείη τις ἐκ τοῦ ἀδοκήτου, παραινέσαιμ᾽ ἂν ὑμῖν παραδέξασθαι αὐτὴν τοῖς τείχεσι προχείρως, πολλὰς ἄλλας ἐπιστάμενος πόλεις ταῖς εἰσαχθείσαις ἐπὶ φυλακῇ στρατιαῖς δεδουλωμένας.
ἐνθυμούμενοί τε δὴ ταῦτα καὶ ὅσα δὴ ἕτερα ἡμῖν εἴρηται πρότερον, ἔτι δὲ τῶν παρακαλούντων ἐπὶ τὰς διαλλαγὰς ἀναμιμνησκόμενοι, ὅτι οὐ παρ᾽ ἡμῖν μόνοις ἤ πρώτοις πενία πρὸς πλοῦτον ἐστασίασε καὶ ταπεινότης πρὸς ἐπιφάνειαν, ἀλλ᾽ ἐν ἁπάσαις ὡς εἰπεῖν καὶ μικραῖς καὶ μεγάλαις πόλεσι πολέμιον ὡς τὰ πολλὰ τοῦ πλείονος τοὔλαττον καθίσταται: ἐν αἷς οἱ προεστηκότες τοῦ κοινοῦ μετριάσαντες μὲν ἔσωσαν τὰς πατρίδας, αὐθαδείᾳ δὲ χρησάμενοι μετὰ τῶν ἄλλων ἀγαθῶν καὶ σφᾶς αὐτοὺς διώλεσαν: [2] καὶ ὅτι πᾶν χρῆμα, ὃ ἂν ἐκ πολλῶν σύνθετον ᾖ, νοσεῖν πέφυκε κατά τι τῶν ἑαυτοῦ μορίων, καὶ ἔτι πρὸς τούτοις ὡς οὔτε [p. 343] ἀνθρωπείου σώματος αἰεὶ τὸ κάμνον ἀποτεμεῖν χρὴ μέρος: αἰσχρά τε γὰρ ἡ ὄψις ἂν γίνοιτο τοῦ λειπομένου καὶ ἡ φύσις οὐκ ἐπὶ πολὺ διαρκής: οὔτε πολιτικῆς κοινωνίας τὴν νοσοῦσαν ἐξελαύνειν μοῖραν: οὐ γὰρ ἂν φθάνοι διὰ τῶν ἰδίων μερῶν τὸ σύμπαν ἀπολόμενον σὺν χρόνῳ: τῆς τ᾽ ἀνάγκης ἐνθυμηθέντες ὅσον τὸ κράτος, ᾗ καὶ θεοὶ εἴκουσι μόνῃ, μὴ χαλεπαίνετε πρὸς τὰς τύχας, μηδ᾽ ὡς ἁπάντων ἡμῖν κατ᾽ εὐχὴν ἐσομένων αὐθαδείας ἐμπίμπλασθε καὶ ἀμαθίας, ἀλλ᾽ ἐπικλάσθητε καὶ εἴξατε παραδείγμασι χρησάμενοι τῆς εὐβουλίας μὴ τοῖς ὀθνείοις, ἀλλὰ τοῖς ἡμετέροις αὐτῶν ἔργοις.
καὶ γὰρ ἄνδρα ἕνα καὶ πόλιν ὅλην ἐπὶ ταῖς καλλίσταις τῶν ἰδίων πράξεων φιλοτιμεῖσθαι χρή, καὶ τὰς λοιπὰς ὅπως ὁμολογούμεναι ταύταις ἔσονται σκοπεῖν. ὑμεῖς τοίνυν ἤδη πολλοὺς πολεμίους, ὑφ᾽ ὧν τὰ μέγιστα ἠδικήθητε, ὑποχειρίους λαβόντες, οὔτ᾽ ἀνελεῖν οὔτ᾽ ἐκβαλεῖν ἐκ τῶν ἰδίων ἐβουλήθητε, ἀλλὰ καὶ οἴκους καὶ κλήρους αὐτοῖς ἀπέδοτε, καὶ πατρίδας οἰκεῖν, ἐξ ὧν ἔφυσαν, εἰάσατε, ἰσοψήφοις τ᾽ εἶναι καὶ πολίταις ὑμετέροις ἤδη τισὶν ἐξ αὐτῶν ἐχαρίσασθε. [2] τούτου δ᾽ ἔτι θαυμασιώτερον ἔργον ὑμῶν ἔχω λέγειν, ὅτι καὶ τῶν ὑμετέρων πολιτῶν πολλοὺς μεγάλα εἰς ὑμᾶς ἐξαμαρτόντας ἀφήκατε τῶν τιμωριῶν, εἰς αὐτοὺς. μόνους ἀποσκήψαντες τοὺς αἰτίους τὴν ὀργήν, ὧν ἦσαν οἵ τε [p. 344] Ἀντέμνας κληρουχήσαντες καὶ Κρουστομέρειαν καὶ Μεδύλλειαν καὶ Φιδήνην καὶ ἄλλοι συχνοί. τί γὰρ δεῖ πάντας ἐξαριθμεῖσθαι νυνί, οὓς ὑμεῖς ἐκ πολιορκίας κρατηθέντας μετρίως ἐνουθετήσατε καὶ πολιτικῶς; καὶ οὐκ ἔσθ᾽ ὅπως ἢ κινδυνός τις διὰ ταῦτα κατέλαβε τὴν πόλιν ἢ ψόγος, ἀλλ᾽ ἐπαινεῖταί τε ὑμῶν τὸ ἐπιεικὲς καὶ οὐδὲν ἠλάττωται τοῦ ἀσφαλοῦς. [3] ἔπειτα οἱ τῶν πολεμίων φειδόμενοι τοῖς φίλοις πολεμήσετε, καὶ οἱ τὰ ὑποχείρια γενόμενα μεθιέντες ἀζήμια τοὺς συγκατακτησαμένους ὑμῖν τὴν ἀρχὴν ζημιώσετε, πόλιν τε τὴν αὐτῶν ὑμῶν παρέχοντες ἅπασι τοῖς δεομένοις ἀσφαλῆ καταφυγήν, ταύτης ἀπελαύνειν ὑπομενεῖτε τοὺς αὐθιγενεῖς, οἷς καὶ συνετράφητε καὶ συνεπαιδεύθητε καὶ πολλῶν ἐκοινωνήσατε κακῶν τε καὶ ἀγαθῶν ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους; οὐκ, ἐὰν τά γε δίκαια καὶ τὰ προσήκοντα τοῖς ὑμετέροις ἔθεσι βούλησθε πράττειν
καὶ χωρὶς ὀργῆς κρίνητε τὸ συμφέρον.
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 237