Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 242
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 242

by Dionysius of Halicarnassus


  ἔναγχος δὲ δὴ τοῦ χρόνου: τουτὶ γὰρ ἔτι προσθεὶς τῷ περὶ τοῦ δικαίου λόγῳ παύσομαι: ὅθ᾽ ὑμῖν Αἰκανοί τε καὶ Σαβῖνοι καὶ Οὐολοῦσκοι μιᾷ [p. 377] γνώμῃ χρησάμενοι αὐτοί τ᾽ ἐπανίσταντο καὶ τοὺς ἄλλους παρεκάλουν, οὐκ ἐφ᾽ ἡμᾶς ἠναγκάσθητε καταφυγεῖν τοὺς ταπεινοὺς καὶ φαύλους οἱ σεμνοὶ καὶ βαρεῖς, πάντα ὑπισχνούμενοι ὑπὲρ τῆς τότε σωτηρίας; καὶ ἵνα μὴ ἐξαπατᾶν ἡμᾶς αὖθις δοκῆτε, ὃ πολλάκις ἐποιήσατε, προκάλυμμα τῆς ἀπάτης Μάνιον Οὐαλέριον τουτονὶ τὸν φιλοδημότατον ἄνδρα εὕρεσθε: ᾧ πιστεύσαντες ἡμεῖς ὡς οὐκ ἂν ὑπὸ δικτάτορός τε καὶ ταῦτα χρηστοῦ περὶ ἡμᾶς ἀνδρὸς φενακισθησόμενοι συνηράμεθα ὑμῖν καὶ τοῦδε τοῦ πολέμου καὶ τοὺς ἐχθροὺς ἐνικῶμεν οὐ μικροὺς οὐδ᾽ ὀλίγους οὐδ᾽ ἀφανεῖς ἀγῶνας ὑπομείναντες. [2] θᾶττον δ᾽ ἢ κατὰ τὴν ἁπάντων ἐλπίδα τέλος εἰληφότος τὸ κάλλιστον τοῦ πολέμου τοσοῦτον ἀπέσχετε τοῦ χαίρειν καὶ πολλὴν εἰδέναι τῷ δήμῳ χάριν, ὥστε κατέχειν ἡμᾶς ἔτι ἠξιοῦτε ἄκοντας ὑπὸ ταῖς σημαίαις ἐν τοῖς ὅπλοις, ἵνα παρέλθητε τὰς ὑποσχέσεις ὥσπερ ἐξ ἀρχῆς διέγνωτε. οὐχ ὑπομένοντος δὲ τοῦ ἀνδρὸς τὸν φενακισμὸν οὐδὲ τὴν αἰσχύνην τοῦ ἔργου, ἀλλ᾽ εἰσενέγκαντος εἰς τὴν πόλιν τὰ σημεῖα καὶ διαφέντος ἐπὶ τὰ οἰκεῖα τὰς δυνάμεις, πρόφασιν ποιησάμενοι ταύτην τοῦ μὴ τὰ δίκαια ποιεῖν τοῦτον ὑβρίσατε, τῶν δὲ πρὸς ἡμᾶς ὁμολογιῶν οὐδεμίαν ἐφυλάξατε, ἀλλ᾽ ἐν τῷ αὐτῷ τρία τὰ μέγιστα παρηνομήσατε, τὸ ἀξίωμα τῆς βουλῆς καταλύσαντες καὶ τὴν πίστιν τοῦ ἀνδρὸς [p. 378] διαφθείραντες καὶ τοῖς εὐεργέταις ἀνόνητον ποιήσαντες τὴν χάριν τῶν πόνων. [3] ταῦτα δὴ καὶ ἄλλα πρὸς τούτοις ὅμοια πολλὰ ἔχοντες λέγειν πρὸς ὑμᾶς οὐκ ἀξιοῦμεν, ὦ πατρίκιοι, πρὸς ἱκεσίας καὶ δεήσεις ὑμῶν τραπέσθαι, οὐδ᾽ ὥσπερ οἱ τὰ δεινὰ δεδρακότες ἐπ᾽ ἀδείᾳ καὶ ἀμνηστίᾳ κάθοδον λαμβάνειν. οὐ μὴν ἀκριβολογεῖσθαί γε περὶ τούτων ἐν τῷ παρόντι οἰόμεθα χρῆναι, ἐπειδὴ περὶ ὁμονοίας διαλεξόμενοι συνεληλύθαμεν, ἀλλ᾽ ἀμελείᾳ καὶ λήθῃ παραδόντες αὐτὰ φέρομεν.

  ἐφ᾽ οἷς δὲ πρεσβεύετε καὶ τίνων δεόμενοι ἥκετε, τί οὐ λέγετε φανερῶς; ἐπὶ ποίαις ἐλπίσι κατελθεῖν ἡμᾶς εἰς τὴν πόλιν ἀξιοῦτε; ποίαν ἡγεμόνα τῆς ὁδοῦ λαβόντας τύχην; τίνος ὑποδεξομένης ἡμᾶς εὐθυμίας ἢ χαρᾶς; οὐδὲν γὰρ ἄχρι τοῦδε φιλάνθρωπον ὑμῶν ἢ χρηστὸν προτεινομένων ἀκούομεν, οὐ τιμάς, οὐκ ἀρχάς, οὐκ ἐπανόρθωσιν ἀπορίας, οὐκ ἄλλο ἁπλῶς οὐδ᾽ ὁτιοῦν. καίτοι οὐ λέγειν ὑμᾶς ἐχρῆν, ἃ μέλλετε ποιεῖν, ἀλλὰ ποιήσαντες λέγειν, ἵνα προειληφότες ἤδη τι ἔργον ἀπ᾽ εὐνοίας γενόμενον καὶ τὰ λοιπὰ [2] 9 τοιαῦτα ἔσεσθαι εἰκάσωμεν. οἴομαι τοίνυν πρὸς ταῦτα ἐρεῖν αὐτούς, ὅτι περὶ πάντων ἥκουσιν. αὐτοκράτορες, ὥσθ᾽, ὅ τι ἂν πείσωμεν ἀλλήλους, τοῦτ᾽ ἔσται κύριον. ἔστω ταῦτ᾽ ἀληθῆ: γιγνέσθω τἀκόλουθα τούτοις: οὐδὲν ἀντιλέγω. βούλομαι δὲ τὰ μετὰ ταῦτ᾽ ἐσόμενα παρ᾽ αὐτῶν μαθεῖν, ἐπειδὰν εἴπωμεν ἡμεῖς, ἐφ᾽ οἷς ἀξιοῦμεν ποιεῖσθαι τὴν κάθοδον καὶ συγχωρηθῇ ταῦτα [p. 379] ὑπὸ τούτων, τίς ἐγγυητὴς ἔσται τῶν ὁμολογιῶν ἡμῖν; [3] τίνι πιστεύσαντες ἀσφαλείᾳ τὰ ὅπλα θήσομεν ἐκ τῶν χειρῶν καὶ καταστήσομεν αὖθις εἰς τὴν τούτων ἐξουσίαν τὰ σώματα; πότερον τοῖς ψηφίσμασι τῆς βουλῆς τοῖς ὑπὲρ τούτων γραφησομένοις, οὐ γὰρ δὴ γεγραμμένοις; καὶ τί πάλιν κωλύσει ἑτέροις ἀκυρωθῆναι ταῦτα ψηφίσμασιν, ὅταν Ἀππίῳ καὶ τοῖς ὅμοια φρονοῦσιν ἐκείνῳ φανῇ; ἢ τοῖς ἀξιώμασι τῶν πρεσβευτῶν, οἳ τὰς ἑαυτῶν παρέχονται πίστεις; ἀλλὰ διὰ τῶν ἀνδρῶν τούτων καὶ πρότερον ἡμᾶς ἐξηπάτησαν. ἢ ταῖς ἐπὶ τῶν θεῶν ὁμολογίαις δι᾽ ὅρκων τὰ πιστὰ πορισάμενοι παρ᾽ αὐτῶν; ἀλλ᾽ ἔγωγ᾽ ὑπὲρ ἅπασαν πίστιν ἀνθρωπίνην ταύτην δέδοικα, ἣν ὑπὸ τῶν ἐν ταῖς ἡγεμονίαις ὄντων καταφρονουμένην ὁρῶ, καὶ τὰς ἀκουσίους συμβάσεις τοῖς ἄρχειν ἀξιοῦσι πρὸς τοὺς ἐλευθερίας μεταποιουμένους, οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πολλάκις ἤδη καταμαθών, ἐπίσταμαι τοσοῦτον ἰσχυούσας χρόνον, ὅσον ἂν αὐτῶν αἱ ἀνάγκαι κρατῶσι. [4] τίς οὖν ἡ τοιαύτη φιλία καὶ πίστις, ἐν ᾗ παρὰ γνώμην ἀλλήλους θεραπεύειν ἀναγκασθησόμεθα φυλάττοντες τοὺς οἰκείους ἑκάτεροι καιρούς; ὑποψίαι δὲ δὴ τό γε μετὰ τοῦτο καὶ διαβολαὶ συνεχεῖς κατ᾽ ἀλλήλων φθόνοι τε καὶ μίση καὶ πᾶσ᾽ ἄλλη κακῶν ἰδέα καὶ πολὺς ὁ περὶ τοῦ φθάσαι διολέσαντας τὸ ἀντίπαλον ἀγών, ὡς ἐν τῷ μέλλειν κειμένου τοῦ παθεῖν. [p. 380]

  πολέμου δὲ πολιτικοῦ ὡς ἅπαντες ἴσασι κάκιον χρῆμα οὐδέν, ἐν ᾧ τὰ μὲν κρατηθέντα ἀτυχεῖ, τὰ δὲ κρατήσαντα ἀδικεῖ, καὶ περίεστι τοῖς μὲν ὑπὸ τῶν φιλτάτων ἀπόλλυσθαι, τοῖς δὲ τὰ φίλτατα διολέσαι. ἐπὶ τοιαύταις δὴ τύχαις καὶ συμφοραῖς οὐκ εὐκταίας μήτε ὑμεῖς, ὦ πατρίκιοι, καλεῖτε ἡμᾶς, μήτε ἡμεῖς αὐτοῖς ὑπακούωμεν, ὦ δημόται, ἀλλ᾽, ὡς διῄρηκεν ἡμᾶς ἀπ᾽ ἀλλήλων ἡ τύχη, στέργωμεν. ἐχέτωσαν μὲν οὖν οὗτοι τὴν πόλιν ὅλην καὶ καρπούσθωσαν ἡμῶν δίχα καὶ τῶν ἄλλων ἀγαθῶν ἁπάντων ἀπολαυέτωσαν μόνοι, τοὺς ταπεινοὺς καὶ ἀδόξους δημότας ἐκβαλόντες ἐκ τῆς πατρίδος: ἀπαλλαττώμεθα δ᾽ ἡμεῖς, ὅποι ποτ᾽ ἂν ἡμᾶς ὁ δαίμων ἄγῃ τόπον ἀλλότριον ἐκλιπεῖν νομίσαντες, οὐ πόλι
ν ἰδίαν. [2] οὔτε γὰρ ἡμῶν τινι ἐνθάδε ὑπολείπεται κλῆρος γῆς οὔτε πατρῷον ἐφέστιον οὔτε ἱερὰ κοινὰ οὔτε ἀξίωμα ὡς ἐν πατρίδι, ὧν περιεχόμενοι φιλοχωροῖμεν ἂν καὶ παρὰ γνώμην μένειν, ἀλλ᾽ οὐδ᾽ ἡ μετὰ τῶν ὅπλων τοῖς σώμασι μετὰ πολλῶν πόνων ἐλευθερία: ἐπεὶ τὰ μὲν οἱ πολλοὶ πόλεμοι διέφθειραν, τὰ δ᾽ ἡ τῶν καθ᾽ ἡμέραν ἀναγκαίων σπάνις ἐξανήλωσε, τὰ δ᾽ ὑπὸ τῶν ὑπερηφάνων δανειστῶν τούτων ἀφῃρέθημεν: οἷς τελευτῶντες ἠναγκαζόμεθα τοὺς ἑαυτῶν κλήρους οἱ δείλαιοι γεωργεῖν, σκάπτοντες φυτεύοντες ἀροῦντες ποίμνια νέμοντες ὁμόδουλοι τοῖς ἑαυτῶν δορικτήτοις ἀνδραπόδοις ὄντες, οἱ μὲν ἁλύσει [p. 381] δεθέντες, οἱ δὲ πέδαις, οἱ δ᾽ ὥσπερ τὰ χαλεπώτατα τῶν θηρίων κλοιοῖς καὶ μύδροις. [3] αἰκίας δὲ δὴ καὶ προπηλακισμοὺς καὶ μάστιγας καὶ πόνους ἐκ νυκτὸς εἰς νύκτα καὶ πᾶσαν ἄλλην ὠμότητα καὶ ὕβριν καὶ ὑπερηφανίαν, ἣν ὑπεμείναμεν, ἐῶ. τοσούτων οὖν καὶ τηλικούτων ἀπηλλαγμένοι κακῶν ὑπὸ τοῦ δαίμονος, ὅση σπουδὴ καὶ δύναμις ἑκάστῳ πάρεστι φεύγωμεν ἀπ᾽ αὐτῶν ἄσμενοι τύχην καὶ θεὸν οἵπερ ἡμᾶς σώζουσιν ἡγεμόνας τῆς ὁδοῦ ποιησάμενοι, πατρίδα νομίζοντες τὴν ἐλευθερίαν καὶ πλοῦτον τὴν ἀρετήν. πᾶσα γὰρ ἡμᾶς ὑποδέξεται γῆ κοινωνούς, τὰ μὲν ἀλύπους ἐσομένους τοῖς ὑποδεξαμένοις, τὰ δ᾽ ὠφελίμους.

  παραδείγματα δὲ τούτων γενέσθωσαν ἡμῖν πολλοί τε Ἕλληνες πολλοί τε βάρβαροι, μάλιστα δ᾽ οἱ τούτων τε καὶ ἡμῶν πρόγονοι: ὧν οἱ μὲν μετ᾽ Αἰνείου συναναστάντες ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην ἐν τῇ Λατίνων γῇ πόλιν ᾤκισαν, οἱ δ᾽ ὕστερον ἐξ Ἄλβας ἀναστάντες Ῥωμύλου τὴν ἀποικίαν ἄγοντος ἐν τοῖσδε τοῖς τόποις ἱδρύσαντο τὴν ὑφ᾽ ἡμῶν ἐκλειπομένην. [2] ὑπάρχει τε ἡμῖν δύναμις οὐκ ὀλίγῳ πλείων μόνον τῆς ἐκείνοις γενομένης, ἀλλὰ καὶ τριπλασία, καὶ πρόφασις δικαιοτέρα τῆς μεταναστάσεως. οἱ μέν γε ἐξ Ἰλίου μεταναστάντες ὑπὸ πολεμίων ἐξηλαύνοντο, ἡμεῖς δ᾽ αὐτόθεν ὑπὸ φίλων: ἐλεεινότερον δὲ δήπου τὸ πρὸς [p. 382] τῶν οἰκείων ἢ τῶν ἀλλοτρίων ἐλαύνεσθαι. οἱ δὲ Ῥωμύλῳ [3] συναράμενοι τῆς στρατείας ἐπὶ τῷ κτήσασθαι κρείττονα γῆν ὑπερεῖδον τῆς πατρῴας: ἡμεῖς δὲ τὸν ἄπολιν καὶ τὸν ἀνέστιον ἐκλείποντες βίον, οὔτε θεοῖς ἐπίφθονον οὔτε ἀνθρώποις λυπηρὰν οὔτε γῇ τινι βαρεῖαν στέλλομεν ἀποικίαν, ἀλλ᾽ οὐδὲ δι᾽ αἵματος καὶ φόνων ἐμφυλίων ἐλθόντες πρὸς τοὺς ἀπελαύνοντας ἡμᾶς, οὐδὲ πυρὶ καὶ σιδήρῳ κακώσαντες τὴν ἐκλειπομένην γῆν, οὐδ᾽ ἄλλο μνημόσυνον οὐδὲν αἰωνίου καταλιπόντες ἔχθρας, ὡς ταῖς παρεσπονδημέναις φυγαῖς καὶ εἰς ἀβουλήτους ἀνάγκας κατακλεισθείσαις ἔθος ἐστὶ [4] δρᾶν. θεούς τε ἐπιμαρτυράμενοι καὶ δαίμονας, οἳ τὰ θνητὰ πάντα κατὰ δίκην ἄγουσι, καὶ καταλιπόντες ἐκείνοις ἀναπράξασθαι τὰς ὑπὲρ ἡμῶν δίκας, ἐκεῖνο μόνον ἀξιοῦμεν, οἷς ἐστιν ἡμῶν ἐν τῇ πόλει τέκνα νήπια καὶ γονεῖς καὶ εἴ τινες ἄρα γυναῖκες ἡμῖν ἐθελήσουσι κοινωνεῖν τῆς τύχης, τὰ σώματ᾽ ἀπολαβεῖν. ταῦθ᾽ ἡμῖν ἀπόχρη λαβεῖν, καὶ οὐκέτι οὐδενὸς ἄλλου δεόμεθα τῶν ἐκ τῆς πατρίδος. ἀλλ᾽ εὐτυχεῖτε καὶ ζῆτε βίον, ὃν ἂν προαιρῆσθε, οὕτως ἀπολίτευτα καὶ ἀκοινώνητα πρὸς τοὺς ταπεινοτέρους φρονοῦντες.

  ὁ μὲν δὴ Βροῦτος τοιούτους εἰπὼν λόγους ἐπαύσατο: τοῖς δὲ παροῦσιν, ὅσα τε περὶ τῶν δικαίων εἶπεν, ἀληθῆ εἶναι ἐδόκει καὶ ὅσα τῆς ὑπεροψίας τοῦ συνεδρίου κατηγόρησε, μάλιστα δ᾽ ἐν οἷς τὸ ἀσφαλὲς [p. 383] τῶν ὁμολογιῶν δόλου μεστὸν ἀπεδείκνυε καὶ ἀπάτης. ἐπεὶ δὲ τὰς ὕβρεις τελευτῶν διῆλθεν, ἃς ἦσαν ὑβρισμένοι ὑπὸ τῶν δανειστῶν, καὶ τῶν οἰκείων ἕκαστον ἀνέμνησε κακῶν, οὐδεὶς ἦν στερρὸς οὕτω τὴν διάνοιαν, ὃς οὐκ ἐξεχεῖτο τοῖς δάκρυσι καὶ ἀνεκλαίετο τὰς κοινὰς συμφοράς: καὶ τοῦτ᾽ οὐκ αὐτοῖς μόνοις συνέβαινε παθεῖν, ἀλλὰ καὶ τοῖς παρὰ τῆς βουλῆς ἥκουσιν. οὐδὲ γὰρ οἱ πρέσβεις τὰ δάκρυα κατέχειν ἴσχυον ἐνθυμούμενοι τὰς ἐκ τοῦ διοικισμοῦ τῆς πόλεως ἀτυχίας, καὶ πολὺς ἦν χρόνος ἐν ᾧ κατηφεῖς καὶ δεδακρυμένοι καὶ [2] τί χρὴ λέγειν ἀποροῦντες εἱστήκεσαν. ἐπειδὴ δ᾽ ὅ τε πολὺς θρῆνος ἐπαύσατο καὶ σιωπὴ κατέσχε τὴν ἐκκλησίαν, παρῆλθεν ἀπολογησόμενος πρὸς ταῦτα, ὅσπερ ἐδόκει τῶν ἄλλων πολιτῶν ἡλικίᾳ τε προὔχειν καὶ ἀξιώσει, Τῖτος Λάρκιος, ὃς δὶς ἀποδειχθεὶς ὕπατος δυναστείᾳ τῇ καλουμένῃ δικτατορίᾳ κράτιστα πάντων ἀνθρώπων χρησάμενος ἱερὰν καὶ σεβασμοῦ μεστὴν ἐποίησε νομισθῆναι τὴν ἐπίφθονον ἀρχήν. [3] ἐπιβαλλόμενος δὲ περὶ τοῦ δικαίου ποιεῖσθαι λόγους, καὶ τὰ μὲν τοῖς δανειστικοῖς ἐγκαλῶν ὡς ὠμὰ καὶ ἀπάνθρωπα διαπεπραγμένοις, τὰ δὲ τῶν πενήτων καθαπτόμενος ὡς οὐ δικαίως ἀξιούντων βίᾳ μᾶλλον ἀφεῖσθαι τῶν ὀφειλημάτων ἢ χάριτι, καὶ ὡς τὴν βουλὴν οὐκ ὀρθῶς [p. 384] δἰ ὀργῆς ἐχόντων ἐπὶ τῷ μηθενὸς τῶν μετρίων παρ᾽ [4] αὐτῆς τυγχάνειν, μᾶλλον ἢ οὐχὶ τοὺς αἰτίους: πειρώμενός τ᾽ ἀποφαίνειν βραχὺ μὲν ὑπάρχον τοῦ δήμου τὸ μὴ κατὰ γνώμην ἀδικοῦν, ὑπὸ δὲ μήκους ἀπορίας ἠναγκασμένον αἰτεῖσθαι τὴν ἄφεσιν, τὸ δὲ πλεῖον ἀκολασίᾳ καὶ ὕβρει καὶ τῷ καθ᾽ ἡδονὰς ζῆν ἐφεικὸς καὶ δἰ ἁρπαγῆς ἐκ τῶν ἀλλοτρίων ὑπηρετεῖν ταῖς ἐπιθυμίαις παρεσκευασμένον, διακ
ρίνεσθαί τε οἰόμενος δεῖν ἀπὸ τῶν ἐλεεινῶν τὰ πονηρὰ καὶ ἀπὸ τῶν φιλανθρωπίας δεομένων τὰ μίσους ἄξια, καὶ τοιούτους τινὰς ἄλλους καθιστάμενος λόγους ἀληθεῖς μέν, οὐχ ἅπασι δὲ τοῖς ἀκούουσι κεχαρισμένους, οὐκ ἔπειθεν, ἀλλὰ θροῦς ἦν ἐφ᾽ ἑκάστῳ πολὺς καὶ τῶν μὲν ἀγανακτήσεις ὡς ἐξαιμάττοντος τὰς λύπας, τῶν δ᾽ ἐξομολογήσεις ὡς οὐδὲν τῶν ἀληθῶν ἀποκρυπτομένου: ἔλαττον δὲ πολλῷ τοῦτ᾽ ἦν θατέρου τὸ μέρος, ὥστ᾽ ἠφανίζοντο τῷ πολλῷ καὶ περιῆν ἡ τοῦ ἀγανακτοῦντος βοή.

  ὀλίγα δὲ τούτοις ἔτι προσθέντος τοῦ Λαρκίου καὶ τῆς ἐπαναστάσεως αὐτῶν καὶ τῆς προπετείας τῶν βουλευμάτων καθαψαμένου παραλαβὼν τὸν λόγον ὁ τοῦ δήμου προεστηκὼς τότε Σικίννιος ἔτι μᾶλλον ἐτράχυνε τὰς ὀργὰς αὐτῶν λέγων, ὡς ἐκ τούτων ἂν δύναιντο μάλιστα τῶν λόγων καταμαθεῖν, οἷαι τιμαὶ καὶ χάριτες αὐτοὺς ὑποδέξονται κατελθόντας 10 εἰς τὴν πατρίδα. [2] οἷς γὰρ ἐν ἀκμῇ τῶν δεινῶν οὖσι καὶ δεομένοις τῆς παρὰ τοῦ δήμου βοηθείας καὶ [p. 385] ἐπὶ τοῦθ᾽ ἥκουσιν οὐδὲ νῦν ἐπέρχεται μετρίους καὶ φιλανθρώπους ποιεῖσθαι λόγους, τίνα χρὴ δοκεῖν παραστήσεσθαι διάνοιαν, ὅταν αὐτοῖς κατ᾽ ἐλπίδα χωρήσῃ τὰ πράγματα, καὶ γένηται τὰ νῦν ὑβριζόμενα τοῖς λόγοις ὑποχείρια τοῖς ἔργοις; ποίας ὑπερηφανίας αὐτοὺς ἀφέξεσθαι, ποίας αἰκίας, ποίας ὠμότητος τυραννικῆς; [3] ἀλλ᾽ εἰ μὲν ὑμῖν ἀπόχρη δουλεύειν ἅπαντα τὸν τοῦ βίου χρόνον δεδεμένοις καὶ μαστιγουμένοις καὶ πυρὶ καὶ σιδήρῳ καὶ λιμῷ καὶ πάσῃ λώβῃ ἀπολλυμένοις, μὴ τρίβετε τὸν χρόνον, ἀλλὰ τὰ ὅπλα ῥίψαντές τε καὶ τὼ χεῖρε περιαγαγόντες ἀκολουθεῖτε αὐτοῖς: εἰ δὲ τῆς ἐλευθερίας ἔνεστιν ὑμῖν τις πόθος, μὴ ἀνέχεσθε αὐτῶν. ὑμεῖς τ᾽, ὦ πρέσβεις, ἢ λέγετε, ἐφ᾽ οἷς καλεῖτε ἡμᾶς δικαίοις, ἢ μὴ λέγοντες ἐκ τῆς ἐκκλησίας ἄπιτε: οὐ γὰρ ἂν ἔτι μεταδοίημεν ὑμῖν λόγου.

 

‹ Prev