Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79)

Home > Other > Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) > Page 245
Delphi Complete Works of Dionysius of Halicarnassus (Illustrated) (Delphi Ancient Classics Book 79) Page 245

by Dionysius of Halicarnassus


  ὁ δὲ Μάρκιος ὁ πρῶτος καὶ πρὸ πολλῶν ὑποστὰς τοὺς πολεμίους καὶ λαμπρότατος ἁπάντων γενόμενος Ῥωμαίων ἔν τε τῇ τειχομαχίᾳ καὶ τοῖς ἐντὸς τείχους ἀγῶσι, λαμπρότερος ἐν τῷ δευτέρῳ ἀγῶνι τῷ πρὸς τοὺς Ἀντιάτας συστάντι ἐφάνη. οὐδὲ γὰρ ταύτης ἐδικαίωσεν ἀπολειφθῆναι τῆς μάχης, ἀλλ᾽ ἅμα τῷ κρατηθῆναι τὴν πόλιν ὀλίγους τοὺς ἀκολουθῆσαι δυνηθέντας ἐπαγόμενος ἐχώρει δρόμῳ, καὶ καταλαβὼν παρατεταγμένας ἤδη τὰς δυνάμεις καὶ μελλούσας εἰς χεῖρας ἰέναι, τήν τε ἅλωσιν τῆς πόλεως πρῶτος ἀναγγέλλει τοῖς σφετέροις, τεκμήριον αὐτῆς ἀποδεικνὺς τὸν καπνόν, ὃς ἀπὸ τῶν ἐμπρησθεισῶν οἰκιῶν πολὺς ἐφέρετο, καὶ δεηθεὶς τοῦ ὑπάτου κατὰ τὸ καρτερώτατον τῶν πολεμίων εἱλεῖτο. [2] καὶ ἐπειδὴ τὰ σημεῖα ἤρθη τῆς μάχης, πρῶτος ὁμόσε τοῖς ἐναντίοις ἐχώρει καὶ πολλοὺς τῶν εἰς χεῖρας ἐλθόντων ἀποκτείνας εἰς μέσην αὐτῶν τὴν φάλαγγα ὠθεῖται. οἱ δ᾽ Ἀντιάται συστάδην μὲν οὐκέτι μάχεσθαι πρὸς αὐτὸν ὑπέμενον, ἀλλ᾽ ἐξέλειπον τὰς τάξεις καθ᾽ οὓς γένοιτο ἐπιών, κύκλῳ δὲ περιίσταντο ἀθρόοι καὶ ἔβαλλον ὑποχωροῦντες ἐπιόντα τε καὶ ἑπόμενον. ὁ δὲ Πόστουμος ὡς ἔγνω [p. 403] τοῦτο, δείσας μή τι μονωθεὶς ὁ ἀνὴρ πάθῃ, τοὺς κρατίστους τῶν νέων ἀρωγοὺς αὐτῷ πέμπει: κἀκεῖνοι ποιήσαντες πυκνοὺς τοὺς λόχους ἐμβάλλουσι τοῖς πολεμίοις. οὐ δεξαμένων δ᾽ αὐτοὺς τῶν κατὰ μέτωπον, ἀλλ᾽ εἰς φυγὴν τραπέντων, προσωτέρω προχωροῦντες εὑρίσκουσι τὸν Μάρκιον τραυμάτων μεστὸν καὶ περὶ αὐτὸν ὁρῶσι νεκρούς τε κειμένους πολλοὺς καὶ ἡμιθανεῖς. [3] μετὰ τοῦτ᾽ ἤδη κοινῶς ἐχώρουν ἡγεμόνα τὸν Μάρκιον ἔχοντες ἐπὶ τοὺς ἔτι διαμένοντας ἐν τάξει, κτείνοντες τοὺς ὑφισταμένους καὶ ὥσπερ ἀνδραπόδοις παραχρώμενοι. ἄξιοι μὲν δὴ λόγου καὶ οἱ ἄλλοι Ῥωμαῖοι ἐν ταύτῃ τῇ μάχῃ ἐγένοντο, κράτιστοι δ᾽ αὐτῶν οἱ προασπίσαντες τὸν Μάρκιον: ὑπὲρ ἅπαντας δ᾽ αὐτὸς ὁ Μάρκιος, ὃς καὶ τῆς νίκης ἀναμφιλόγως αἰτιώτατος ἦν. ἐπεὶ δὲ συνεσκόταζεν ἤδη, οἱ μὲν Ῥωμαῖοι ἀνεχώρουν ἐπὶ τὸ στρατόπεδον μέγα ἐπὶ τῇ νίκῃ φρονοῦντες καὶ πολλοὺς μὲν ἀνῃρηκότες τῶν Ἀντιατῶν, πολλοὺς δ᾽ αἰχμαλώτους ἄγοντες.

  τῇ δ᾽ ἑξῆς ἡμέρᾳ συγκαλέσας ὁ Πόστουμος εἰς ἐκκλησίαν τὸν στρατὸν ἔπαινον τοῦ Μαρκίου διεξῆλθε πολὺν καὶ στεφάνοις αὐτὸν ἀριστείοις ἀνέδησεν ἀμφοτέρων χαριστήρια τῶν ἀγώνων ἀποδιδούς. ἐδωρήσατο δ᾽ αὐτὸν ἵππῳ πολεμιστῇ στρατηγικοῖς ἐπισήμοις κεκοσμημένῳ καὶ δέκα σώμασιν αἰχμαλώτοις, ἐπ᾽ ἐκείνῳ ποιήσας, οὕς βούλοιτο λαβεῖν, ἀργυρίῳ τε, [p. 404] ὅσον ἂν ἐξενέγκασθαι δύναιτο αὐτός, καὶ ἀπὸ τῆς ἄλλης λείας πολλαῖς καὶ καλαῖς ἀπαρχαῖς. [2] βοῆς δὲ γενομένης ἐξ ἁπάντων μεγάλης, ὡς ἂν ἐπαινούντων τε καὶ συνηδομένων, προσελθὼν ὁ Μάρκιος τῷ τε ὑπάτῳ χάριν εἰδέναι μεγάλην ἔφη καὶ τοῖς ἄλλοις ἅπασιν ἐπὶ ταῖς τιμαῖς, ὧν αὐτὸν ἠξίουν: οὐ μέντοι καταχρήσεσθαί γ᾽ αὐταῖς, ἀρκεσθήσεσθαι δὲ τῷ θ᾽ ἵππῳ τῆς λαμπρότητος τῶν σημείων ἕνεκεν καὶ ἑνὶ αἰχμαλώτῳ, ὃς ἔτυχεν αὐτῷ ξένος ὤν. οἱ δὲ στρατιῶται καὶ πρότερον ἀγάμενοι τὸν ἄνδρα τῆς γενναιότητος, ἔτι μᾶλλον ἐθαύμασαν τῆς ὑπεροψίας τοῦ πλούτου καὶ ὅτι μετρίως ἤνεγκε τὴν τοσαύτην εὐτυχίαν. ἐκ τούτου Κοριολανὸς ἐπεκλήθη τοῦ ἔργου, καὶ πάντων ἐγεγόνει τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἐπιφανέστατος. [3] τῆς δὲ πρὸς τοὺς Ἀντιάτας μάχης τοῦτο λαβούσης τὸ τέλος αἱ λοιπαὶ τῶν Οὐολούσκων πόλεις διελύοντο τὴν πρὸς τοὺς Ῥωμαίους ἔχθραν, καὶ ὅσοι τὰ ὅμοια ἐκείνοις ἐφρόνουν, οἵ τ᾽ ἐν τοῖς ὅπλοις ἤδη ὄντες, καὶ οἱ παρασκευαζόμενοι τὸν πόλεμον ἐπέπαυντο. οἷς ἅπασιν ὁ Πόστουμος ἐπιεικῶς χρησάμενος, ἀνέστρεψεν ἐπὶ τὰ οἰκεῖα, καὶ διαφῆκε τὴν στρατιάν. Κάσσιος δ᾽ ὁ ἕτερος τῶν ὑπάτων ὁ καταλειφθεὶς ἐν τῇ Ῥώμῃ τὸν νεὼν τῆς τε Δήμητρος καὶ Διονύσου καὶ Κόρης ἐν τῷ μεταξὺ χρόνῳ καθιέρωσεν, ὅς ἐστιν ἐπὶ τοῖς τέρμασι τοῦ μεγίστου τῶν ἱπποδρόμων ὑπὲρ αὐτὰς ἱδρυμένος τὰς ἀφέσεις, εὐξαμένου μὲν αὐτὸν Αὔλου Ποστουμίου τοῦ [p. 405] δικτάτορος ὑπὲρ τῆς πόλεως ἀναθήσειν τοῖς θεοῖς, καθ᾽ ὃν χρόνον ἔμελλεν ἀγωνίζεσθαι πρὸς τὴν Λατίνων στρατιάν, τῆς τε βουλῆς μετὰ τὸ νίκημα τὴν κατασκευὴν αὐτοῦ ψηφισαμένης ἐκ τῶν λαφύρων ποιήσασθαι πᾶσαν, τότε δὲ τοῦ ἔργου λαβόντος τὴν συντέλειαν.

  ἐγένοντο δ᾽ ἐν τῷ αὐτῷ χρόνῳ καὶ πρὸς τὰς τῶν Λατίνων πόλεις ἁπάσας συνθῆκαι καιναὶ μεθ᾽ ὅρκων ὑπὲρ εἰρήνης καὶ φιλίας, ἐπειδὴ παρακινῆσαί τ᾽ οὐδὲν ἐπεχείρησαν ἐν τῇ στάσει, καὶ συνηδόμενοι τῇ καθόδῳ τοῦ δήμου φανεροὶ ἦσαν, τοῦ τε πολέμου τοῦ πρὸς τοὺς ἀποστάντας ἑτοίμως ἐδόκουν συνάρασθαι. [2] ἦν δὲ τὰ γραφέντα ἐν ταῖς συνθήκαις τοιάδε: Ῥωμαίοις καὶ ταῖς Λατίνων πόλεσιν ἁπάσαις εἰρήνη πρὸς ἀλλήλους ἔστω, μέχρις ἂν οὐρανός τε καὶ γῆ τὴν αὐτὴν στάσιν ἔχωσι: καὶ μήτ᾽ αὐτοὶ πολεμείτωσαν πρὸς ἀλλήλους μήτ᾽ ἄλλοθεν πολέμους ἐπαγέτωσαν, μήτε τοῖς ἐπιφέρουσι πόλεμον ὁδοὺς παρεχέτωσαν ἀσφαλεῖς βοηθείτωσάν τε τοῖς πολεμουμένοις ἁπάσῃ δυνάμει, λαφύρων τε καὶ λείας τῆς ἐκ πολέμων κοινῶν τὸ ἴσον λαγχανέτωσαν μέρος ἑκάτεροι: τῶν τ᾽ ἰδιωτικῶν συμβολαίων αἱ
κρίσεις ἐν ἡμέραις γιγνέσθωσαν δέκα, παρ᾽ οἷς ἂν γένηται τὸ συμβόλαιον. ταῖς δὲ συνθήκαις ταύταις μηδὲν ἐξέστω προσθεῖναι μηδ᾽ ἀφελεῖν ἀπ᾽ αὐτῶν, ὅ τι ἂν μὴ Ῥωμαίοις τε καὶ Λατίνοις ἅπασι δοκῇ. [3] ταῦτα μὲν δὴ Ῥωμαῖοί τε καὶ Λατῖνοι [p. 406] συνέθηκαν πρὸς ἀλλήλους ὀμόσαντες καθ᾽ ἱερῶν. ἐψηφίσατο δὲ καὶ θυσίας ἀποδοῦναι τοῖς θεοῖς ἡ βουλὴ χαριστηρίους ἐπὶ ταῖς πρὸς τὸν δῆμον διαλλαγαῖς, προσθεῖσα μίαν ἡμέραν ταῖς καλουμέναις Λατίναις ἑορταῖς δυσὶν οὔσαις, τὴν μὲν πρώτην ἀνιερώσαντος βασιλέως Ταρκυνίου, καθ᾽ ὃν χρόνον ἐνίκησε Τυρρηνούς: τὴν δ᾽ ἑτέραν τοῦ δήμου προσθέντος, ὅτε τοὺς βασιλεῖς ἐκβαλὼν ἐλευθέραν ἐποίησε τὴν πόλιν: αἷς ἡ τρίτη τότε προσενεμήθη τῆς καθόδου τῶν ἀποστάντων 14 ἕνεκα. [4] τὴν δὲ προστασίαν καὶ τὴν ἐπιμέλειαν τῶν ἐν αὐταῖς γινομένων θυσιῶν τε καὶ ἀγώνων οἱ τῶν δημάρχων ὑπηρέται παρέλαβον, οἱ τὴν νῦν ἀγορανομικὴν ἔχοντες ἐξουσίαν, ὥσπερ ἔφην, κοσμηθέντες ὑπὸ τῆς βουλῆς πορφύρᾳ καὶ θρόνῳ ἐλεφαντίνῳ καὶ τοῖς ἄλλοις ἐπισήμοις, οἷς εἶχον οἱ βασιλεῖς.

  οὐ πολλῷ δ᾽ ὕστερον χρόνῳ τῆς ἑορτῆς τῶν ὑπατικῶν εἷς Μενήνιος Ἀγρίππας ἐτελεύτησε τὸν βίον, ὁ νικήσας Σαβίνους καὶ τὸν ἐξ αὐτῶν θρίαμβον ἐπιφανέστατον καταγαγών, ᾧ πεισθεῖσα ἡ βουλὴ τὴν κάθοδον ἐπέτρεψε τοῖς φυγάσι, καὶ ὁ δῆμος πιστεύσας ἀπέστη τῶν ὅπλων: καὶ αὐτὸν ἔθαψεν ἡ πόλις δημοσίᾳ καὶ καλλίστῃ πάντων ἀνθρώπων καὶ λαμπροτάτῃ ταφῇ. οὐσία γὰρ οὐκ ἦν τῷ ἀνδρὶ εἰς μεγαλοπρέπειαν ἐκκομιδῆς καὶ ταφῆς ἀποχρῶσα: ὥστε [p. 407] καὶ τοῖς ἐπιτρόποις αὐτοῦ τῶν παίδων βουλευομένοις ἔδοξεν ὡς ἕνα τῶν πολλῶν εὐτελῶς ἐκκομίσαι τε καὶ [2] θάψαι. οὐ μέντοι γε ὁ δῆμος εἴασεν, ἀλλὰ συναγαγόντες οἱ δήμαρχοι τὸ πλῆθος εἰς ἐκκλησίαν καὶ πολλὰ διελθόντες ἐγκώμια τῶν τε κατὰ πόλεμον ἔργων τοῦ ἀνδρὸς καὶ τῶν πολιτικῶν, τήν τε σωφροσύνην αὐτοῦ καὶ τὴν λιτότητα τοῦ βίου, μάλιστα δὲ τὴν εἰς χρηματισμὸν ἐγκράτειαν ἐπὶ μήκιστον ἄραντες τοῖς ἐπαίνοις, αἴσχιστον ἔφησαν εἶναι τῶν πραγμάτων ἄνδρα τηλικοῦτον ἀσήμου καὶ ταπεινῆς κηδείας τυχεῖν διὰ πενίαν: παρῄνεσάν τε τῷ δήμῳ τὴν δαπάνην ἀναδέξασθαι, καὶ συνεισενεγκεῖν κατ᾽ ἄνδρα, ὅσον ἂν αὐτοὶ [3] τάξωσι. τοῖς δ᾽ ἀκούσασιν ἄσμενον ἐγένετο, καὶ αὐτίκα φέροντος ἑκάστου τὸ ταχθὲν πολύ τι χρῆμα συνήχθη διαφόρου. μαθοῦσα δὲ τοῦθ᾽ ἡ βουλὴ δι᾽ αἰσχύνης τὸ πρᾶγμα ἔλαβε καὶ ἔκρινε μὴ κατ᾽ ἄνδρα ἐρανισμῷ τὸν ἐπιφανέστατον Ῥωμαίων περιιδεῖν θαπτόμενον, ἀλλ᾽ ἐκ τῶν δημοσίων ἐδικαίωσε τὸ ἀνάλωμα γενέσθαι τοῖς ταμίαις ἐπιτρέψασα τὴν ἐπιμέλειαν. οἱ δὲ πολλῶν πάνυ μισθώσαντες χρημάτων τὰς παροχὰς κόσμῳ τε πολυτελεστάτῳ κοσμήσαντες αὐτοῦ τὸ σῶμα καὶ πάντα τὰ λοιπὰ ἐπιχορηγήσαντες εἰς μεγαλοπρέπειαν ἔθαψαν αὐτὸν ἀξίως τῆς ἀρετῆς. [4] ἀντιφιλοτιμούμενος δ᾽ ὁ δῆμος πρὸς τὴν βουλὴν οὐδ᾽ αὐτὸς ἠξίωσε τὸ συνεισενεχθὲν διάφορον ἀποδιδόντων τῶν ταμιῶν ἀπολαβεῖν, ἀλλ᾽ ἐχαρίσατο τοῖς παισὶ τοῦ ἀνδρὸς οἰκτείρων τὴν ἀπορίαν, ἵνα μηδὲν ἀνάξιον ἐπιτηδεύσωσι [p. 408] τῆς τοῦ πατρὸς ἀρετῆς. ἐγένετο δὲ καὶ τίμησις ἐν τῷ χρόνῳ τούτῳ διὰ τῶν ὑπάτων: ἐξ ἧς εὑρέθησαν ὑπὲρ ἕνδεκα πάντων μυριάδες αἱ τιμησάμεναι. καὶ τὰ μὲν ἐπὶ τῆς τούτων ὑπατείας πραχθέντα Ῥωμαίοις ταῦτ᾽ ἦν

  BOOK VII

  Τίτου δὲ Γεγανίου Μακερίνου καὶ Ποπλίου Μηνυκίου τὴν ὕπατον ἐξουσίαν παραλαβόντων σίτου σπάνις ἰσχυρὰ τὴν Ῥώμην κατέσχεν ἐκ τῆς ἀποστάσεως λαβοῦσα τὴν ἀρχήν. ὁ μὲν γὰρ δῆμος ἀπέστη τῶν πατρικίων μετὰ τὴν μετοπωρινὴν ἰσημερίαν ὑπ᾽ αὐτὴν μάλιστα τὴν ἀρχὴν τοῦ σπόρου: ἐξέλιπον δὲ τὴν χώραν οἱ γεωργοῦντες ἅμα τῇ κινήσει καὶ διέστησαν οἱ μὲν εὐχερέστεροι πρὸς τοὺς πατρικίους, τὸ δὲ θητικὸν μέρος ὡς τοὺς δημοτικούς: καὶ διέμειναν ἐξ ἐκείνου χωρὶς ἀλλήλων ὄντες, ἕως οὗ κατέστη καὶ συνῆλθεν ἡ πόλις εἰς ἑαυτὴν οὐ πολλῷ πρότερον διαλλαγεῖσα τῆς [p. 2] [2] χειμερινῆς τροπῆς. τὸν δὲ μεταξὺ χρόνον, ἐν ᾧ ὁ πᾶς ἐπιτελεῖται σπόρος ὡραῖος, ἔρημος ἡ χώρα τῶν ἐπιμελησομένων ἦν καὶ ἐπὶ πολὺν χρόνον διετέλεσεν, ὥστε μηδὲ κατελθοῦσι τοῖς γεωργοῖς ἀναλαβεῖν αὐτὴν ἔτι ῥᾴδιον εἶναι δούλων τ᾽ ἀποστάσει καὶ κτηνῶν ὀλέθρῳ, μεθ᾽ ὧν αὐτὴν ἔμελλον ἐργάζεσθαι κεκακωμένην, ἀφορμῆς τ᾽ οὐ πολλοῖς εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ὑπαρχούσης οὔτε σπερμάτων οὔτε τροφῆς. [3] ταῦθ᾽ ἡ βουλὴ μαθοῦσα πρέσβεις διεπέμπετο πρὸς Τυρρηνοὺς καὶ Καμπανοὺς καὶ τὸ καλούμενον Πωμεντῖνον πεδίον σῖτον ὅσον ἂν δύναιντο πλεῖστον ὠνησομένους: Πόπλιος δὲ Οὐαλέριος καὶ Λεύκιος Γεγάνιος εἰς Σικελίαν ἀπεστάλησαν, Οὐαλέριος μὲν υἱὸς ὢν Ποπλικόλα, Γεγάνιος δὲ θατέρου τῶν ὑπάτων ἀδελφός. [4] τύραννοι δὲ τότε κατὰ πόλεις μὲν ἦσαν, ἐπιφανέστατος δὲ Γέλων ὁ Δεινομένους νεωστὶ τὴν Ἱπποκράτους τοῦ ἀδελφοῦ τυραννίδα παρειληφώς, οὐχὶ Διονύσιος ὁ Συρακούσιος, ὡς Λικίννιος γέγραφε καὶ Γέλλιος καὶ ἄλλοι συχνοὶ τῶν Ῥωμαίων συγγραφέων οὐθὲν ἐξητακότες τῶν περὶ τοὺς χρόνους ἀκριβῶς, ὡς αὐτὸ δηλοῖ τοὖργον, ἀλλ᾽ εἰκῆ τὸ προστυχὸν ἀποφαινόμενοι. [5] ἡ μὲν γὰρ εἰς Σι�
�ελίαν ἀποδειχθεῖσα πρεσβεία κατὰ τὸν δεύτερον ἐνιαυτὸν τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος ἐξέπλευσεν ἄρχοντος Ἀθήνησιν Ὑβριλίδου, ἑπτακαίδεκα διελθόντων ἐτῶν μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων, ὡς οὗτοί τε καὶ [p. 3] οἱ ἄλλοι σχεδὸν ἅπαντες συγγραφεῖς ὁμολογοῦσι: Διονύσιος δ᾽ ὁ πρεσβύτερος ὀγδοηκοστῷ καὶ πέμπτῳ μετὰ ταῦτ᾽ ἔτει Συρακουσίοις ἐπαναστὰς κατέσχε τὴν τυραννίδα κατὰ τὸν τρίτον ἐνιαυτὸν τῆς ἐνενηκοστῆς καὶ τρίτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Καλλίου τοῦ μετ᾽ [6] Ἀντιγένη. ὀλίγοις μὲν οὖν ἔτεσι διαμαρτεῖν τῶν χρόνων δοίη τις ἂν ἱστορικοῖς ἀνδράσιν ἀρχαίας καὶ πολυετεῖς συνταττομένοις πραγματείας, γενεαῖς δὲ δυσὶν ἢ τρισὶν ὅλαις ἀποπλανηθῆναι τῆς ἀληθείας οὐκ ἂν ἐπιτρέψειεν. ἀλλ᾽ ἔοικεν ὁ πρῶτος ἐν ταῖς ὡρογραφίαις τοῦτο καταχωρίσας, ᾧ πάντες ἠκολούθησαν οἱ λοιποί, τοσοῦτο μόνον ἐν ταῖς ἀρχαίαις εὑρὼν ἀναγραφαῖς, ὅτι πρέσβεις ἀπεστάλησαν ἐπὶ τούτων τῶν ὑπάτων εἰς Σικελίαν σῖτον ὠνησόμενοι καὶ παρῆσαν ἐκεῖθεν ἄγοντες ἣν ὁ τύραννος ἔδωκε δωρεάν, οὐκέτι μὴν παρὰ τῶν Ἑλληνικῶν ἐξετάσαι συγγραφέων, ὅστις ἦν τύραννος τότε Σικελίας, ἀβασανίστως δέ πως καὶ κατὰ τὸ προστυχὸν θεῖναι τὸν Διονύσιον.

 

‹ Prev